1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

61

λέγει, τὸ δὲ ἔχειν πρὸ αἰῶνος τὴν δόξαν ὡς θεὸς ἀποκαλύπτει. Καὶ αὖθις μετ' ὀλίγα. Ἀλλ' ἡμεῖς μὴ ταπεινωθῶμεν ταπεινὴν ἡγησάμενοι τὴν τοῦ υἱοῦ τοῦ θεοῦ προσκύνησιν καὶ μετὰ τῆς ἀνθρωπίνης ὁμοιώσεως, ἀλλ' ὥς τινα βασιλέα καὶ ἐν εὐτελεῖ φανέντα στολῇ τῇ βασιλικῇ δόξῃ δοξάζοντες, καὶ μάλιστα ὁρῶντες καὶ αὐτὸ τὸ ἔνδυμα δοξασθέν, ὡς ἥρμοττε σώματι θεοῦ καὶ σωτῆρι κόσμου καὶ σπέρματι ζωῆς αἰωνίου καὶ ὀργάνῳ θείων ἐνεργειῶν καὶ λυτικῷ κακίας ἁπάσης καὶ θανάτου καθαιρετικῷ καὶ ἀναστάσεως ἀρχηγῷ· εἰ γὰρ καὶ τὴν φύσιν ἐξ ἀνθρώ πων ἔσχεν, ἀλλὰ τὴν ζωὴν ἐκ θεοῦ καὶ τὴν δύναμιν ἐξ οὐρανοῦ καὶ τὴν ἀρετὴν θείαν. Καὶ μετ' ὀλίγα. Ὅθεν ἡμεῖς τὸ σῶμα προσκυνοῦμεν ὡς τὸν λόγον, τοῦ σώματος μετέχομεν ὡς τοῦ πνεύματος. {ΟΡΘ.} Ἰδού σοι καὶ ὁ πρῶτος τῶν φύσεων τὴν κρᾶσιν εἰσάγων ἀναφανδὸν τῇ διαιρέσει χρώμενος ἀπεδείχθη. Οὗτος καὶ στολὴν τὸ σῶμα καὶ κτίσμα καὶ ὄργανον προσηγόρευσε. Καὶ μέντοι καὶ δοῦλον ὠνόμασεν, ὅπερ οὐδεὶς ἡμῶν εἰπεῖν ἐτόλμησε πώποτε. Τοῦτο καὶ τῆς ἐκ δεξιῶν εἴρηκεν ἀξιωθῆναι καθέδρας, καὶ ἄλλα δὲ πλεῖστα παρὰ τῆς κενῆς ὑμῶν αἱρέσεως ἐκβαλλόμενα. {ΕΡΑΝ.} Καὶ τί δήποτε τὴν κρᾶσιν πρῶτος εἰσάγων τοσαύτην ἐντέθεικε τοῖς λόγοις διαίρεσιν; {ΟΡΘ.} Βιάζεται τῆς ἀληθείας ἡ δύναμις καὶ τοὺς ἄγαν αὐτῇ μαχομένους τοῖς παρ' αὐτῆς λεγομένοις συνθέσθαι. Ἀλλ' εἴ σοι δοκεῖ, καὶ τὸν περὶ τῆς ἀπαθείας τοῦ κυρίου κινήσωμεν λόγον. {ΕΡΑΝ.} Οἶσθ' ὅτι καὶ τὰς χορδὰς οἱ μουσικοὶ διαναπαύειν εἰώθασι, καὶ χαλῶσι ταύτας τοὺς κόλλοπας περιστρέφοντες. Εἰ δὲ καὶ τὰ λόγου καὶ ψυχῆς πάμπαν ἐστερημένα δεῖταί τινος ἀναπαύλης, οὐδὲν ἄρα δράσομεν ἀπεικὸς οἱ ψυχῆς καὶ λόγου μετειληχότες, μετροῦντες τῇ δυνάμει τὸν πόνον. Ἀναβαλώμεθα τοίνυν εἰς αὔριον. 188 {ΟΡΘ.} Ὁ μὲν θεῖος ∆αβὶδ νύκτωρ καὶ μεθ' ἡμέραν τῶν θείων ποιεῖσθαι λογίων τὴν μελέτην παρεγγυᾷ· γενέσθω δὲ ὅμως ὅπερ εἴρηκας, καὶ φυλάξωμεν εἰς τὴν ὑστεραίαν τοῦ λειπομένου τὴν ἔρευναν. 189 ΑΠΑΘΗΣ ∆ΙΑΛΟΓΟΣ Γʹ {ΟΡΘ.} Ὅτι μὲν ἄτρεπτος ὁ θεὸς λόγος καὶ ἐνηνθρώπησεν οὐκ εἰς σάρκα τραπείς, ἀλλ' ἀνθρωπείαν φύσιν τελείαν λαβών, ἐν τοῖς πρόσθεν ἐξητασμένοις ἀπεδείξαμεν λόγοις. Ὅτι δὲ καὶ μετὰ τὴν ἕνωσιν μεμέ νηκεν οἷος ἦν, ἀκήρατος, ἀπαθής, ἀναλλοίωτος, ἀπερίγραφος, καὶ ὡς ἣν ἀνέλαβε φύσιν ἀκραιφνῆ διετήρησε, σαφῶς ἡμᾶς ἡ θεία γραφὴ καὶ μέντοι καὶ τῶν ἐκκλησιῶν οἱ διδάσκαλοι καὶ τῆς οἰκουμένης οἱ φωστῆρες ἐδίδαξαν. Λοιπὸν τοίνυν ἡμῖν ὁ περὶ τοῦ πάθους πρόκειται λόγος, ὡς μάλιστα προὐργιαίτατος ὤν. Αὐτὸς γὰρ ἡμῖν τὰ σωτήρια προσενήνοχε νάματα. {ΕΡΑΝ.} Ὀνησιφόρον μὲν κἀγὼ τόνδε τὸν λόγον ὑπείληφα. Τῆς μέν τοι προτέρας οὐκ ἀνέξομαι τάξεως, ἀλλὰ ἐγὼ τὰς ἐρωτήσεις ποιήσο μαι. {ΟΡΘ.} Ἐγὼ δὲ ἀποκρινοῦμαι, καὶ οὐκ ὀρρωδήσω τῆς τάξεως τὴν ἐναλλαγήν. Ὁ γὰρ τῆς ἀληθείας συνήγορος οὐκ ἐρωτῶν μόνον, ἀλλὰ καὶ ἐρωτώμενος, ἔχει τῆς ἀληθείας τὸ κράτος. Ἔρου τοίνυν ὡς ἐβουλήθης. {ΕΡΑΝ.} Τίνα τὸ πάθος ὑπομεμενηκέναι λέγεις; {ΟΡΘ.} Τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν. {ΕΡΑΝ.} Ἄνθρωπος οὖν ἡμῖν παρέσχε τὴν σωτηρίαν; {ΟΡΘ.} Ἄνθρωπον γὰρ εἶναι τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν συνωμολογήσαμεν μόνον; {ΕΡΑΝ.} Νῦν οὖν ὅρισαι τί τὸν Χριστὸν εἶναι πιστεύεις. {ΟΡΘ.} Υἱὸν τοῦ θεοῦ τοῦ ζῶντος ἐνανθρωπήσαντα. {ΕΡΑΝ.} Ὁ δὲ τοῦ θεοῦ υἱὸς θεός; {ΟΡΘ.} Θεὸς τὴν αὐτὴν ἔχων οὐσίαν τῷ γεγεννηκότι πατρί. {ΕΡΑΝ.} Θεὸς οὖν τὸ πάθος ὑπέμεινεν. {ΟΡΘ.} Εἰ ἀσώματος τῷ σταυρῷ προσηλώθη, τῇ θεότητι τὸ πάθος ἅρμοσον· εἰ δὲ σάρκα λαβὼν ἐνηνθρώπησε, τί δήποτε τὸ μὲν παθητὸν ἐᾷς ἀπαθές, τὸ δὲ ἀπαθὲς ὑποβάλλεις τῷ πάθει; 190 {ΕΡΑΝ.} Ἀλλὰ σάρκα τούτου χάριν προσέλαβεν, ἵνα διὰ τοῦ παθη τοῦ τὸ ἀπαθὲς ὑπομείνῃ τὸ πάθος. {ΟΡΘ.} Ἀπαθῆ καλεῖς, καὶ πάθος αὐτῷ προσαρμόττεις. {ΕΡΑΝ.} Εἶπον ὅτι σάρκα ἔλαβεν ἵνα πάθῃ. {ΟΡΘ.} Εἰ φύσιν δεκτικὴν εἶχε πάθους, καὶ δίχα σαρκὸς ἔπαθεν ἄν, περιττὴ τοίνυν ἡ σάρξ. {ΕΡΑΝ.} Ἡ θεία φύσις