1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

41

ἀναχώρησιν μένει λοιπὸν αὐτὸς καθ' αὑτὸν ὁ ἀήρ. {ΕΡΑΝ.} Ἀληθῆ ταῦτα. {ΟΡΘ.} Σκόπησον δὴ οὖν καὶ τόδε· ὁ σίδηρος προσομιλῶν τῷ πυρὶ πυρακτοῦται; {ΕΡΑΝ.} Πάνυγε. {ΟΡΘ.} Καὶ δι' ὅλης γε τῆς οὐσίας αὐτοῦ χωρεῖ τὸ πῦρ; {ΕΡΑΝ.} Ναί. {ΟΡΘ.} Πῶς οὖν οὐκ ἐναλλάττει τοῦ σιδήρου τὴν φύσιν ἡ ἄκρα ἕνωσις, καὶ ἡ δι' ὅλου χωροῦσά γε κρᾶσις; 145 {ΕΡΑΝ.} Καὶ μὴν πάμπαν ἐναλλάττει. Οὐκέτι γὰρ σίδηρος, ἀλλὰ πῦρ εἶναι νομίζεται· καὶ μέντοι καὶ τὴν πυρὸς ἐνέργειαν ἔχει. {ΟΡΘ.} Οὐκέτι τοίνυν αὐτὸν ὁ χαλκεὺς σίδηρον ὀνομάζει, οὐδὲ τῷ ἄκμονι προσφέρει, οὐδέ γε ἐπιφέρει τὴν σφύραν; {ΕΡΑΝ.} Ὡμολόγηται ταῦτα. {ΟΡΘ.} Οὐκ ἐλυμήνατο ἄρα τοῦ σιδήρου τὴν φύσιν ἡ τοῦ πυρὸς ὁμιλία. {ΕΡΑΝ.} Οὐδαμῶς. {ΟΡΘ.} Εἰ τοίνυν ἐν σώμασιν ἔστιν εὑρεῖν ἀσύγχυτον κρᾶσιν, μανία ἄρα σαφὴς ἐπὶ τῆς ἀκηράτου καὶ ἀναλλοιώτου φύσεως σύγχυσιν νοεῖν καὶ τῆς φύσεως τῆς ἀναληφθείσης ἀφανισμόν, καὶ ταῦτα ληφθείσης ἐπ' εὐεργεσίᾳ τοῦ γένους. {ΕΡΑΝ.} Οὐκ ἀφανισμὸν τῆς ληφθείσης λέγομεν φύσεως, ἀλλὰ τὴν εἰς θεότητος οὐσίαν μεταβολήν. {ΟΡΘ.} Οὐκοῦν ἔχει τὸ ἀνθρώπινον εἶδος καὶ τὴν προτέραν περι γραφήν; {ΕΡΑΝ.} Οὐδαμῶς. {ΟΡΘ.} Πότε δὲ ταύτην ἐδέξατο τὴν μεταβολήν; {ΕΡΑΝ.} Μετὰ τὴν ἄκραν ἕνωσιν. {ΟΡΘ.} Πηνίκα δὲ ταύτην γεγενῆσθαι λέγεις; {ΕΡΑΝ.} Πολλάκις ἔφην, παρὰ τὴν σύλληψιν. {ΟΡΘ.} Καὶ μὴν μετὰ τὴν σύλληψιν καὶ ἔμβρυον ἦν ἐν τῇ μήτρᾳ, καὶ τεχθεὶς βρέφος καὶ ἦν καὶ ἐκλήθη, καὶ ὑπὸ ποιμένων προσεκυ νήθη; καὶ παιδίον ὡσαύτως καὶ ἐγένετο καὶ ὑπὸ τοῦ ἀγγέλου προσ ηγορεύθη. Οἶσθα ταῦτα, ἢ πλάττειν ἡμᾶς μύθους ὑπείληφας; {ΕΡΑΝ.} Ταῦτα ἡ τῶν θείων εὐαγγελίων ἱστορία διδάσκει, καὶ ἀντιλέγειν οὐχ οἷόν τε. {ΟΡΘ.} Σκοπήσωμεν οὖν καὶ τὰ ἑξῆς. Οὐχ ὁμολογοῦμεν περιτμη θῆναι τὸν κύριον; {ΕΡΑΝ.} Ὁμολογοῦμεν. {ΟΡΘ.} Τίνος οὖν ἡ περιτομή; σαρκὸς ἢ θεότητος; {ΕΡΑΝ.} Τῆς σαρκός. {ΟΡΘ.} Τίνος δὲ τὸ αὔξεσθαι καὶ προκόπτειν ἡλικίᾳ τε καὶ σοφίᾳ; {ΕΡΑΝ.} ∆ῆλον ὡς οὐδὲν τούτων ἁρμόττει θεότητι. 146 {ΟΡΘ.} Οὐκοῦν οὐδὲ τὸ πεινῆν καὶ διψῆν; {ΕΡΑΝ.} Οὐδαμῶς. {ΟΡΘ.} Οὐδέ γε τὸ βαδίζειν καὶ κοπιᾶν καὶ καθεύδειν, καὶ τὰ ἄλλα ἁπαξαπλῶς τὰ τοιαῦτα; {ΕΡΑΝ.} Οὐ δῆτα. {ΟΡΘ.} Εἰ τοίνυν παρὰ τὴν σύλληψιν ἡ ἕνωσις γέγονε, ταῦτα δὲ πάντα μετὰ τὴν σύλληψιν καὶ τὸν τόκον ἐγένετο, οὐκ ἄρα μετὰ τὴν ἕνωσιν τὴν οἰκείαν φύσιν ἡ ἀνθρωπότης ἀπώλεσεν. {ΕΡΑΝ.} Οὐκ ἀκριβῶς ὡρισάμην. Μετὰ γὰρ τὴν ἐκ νεκρῶν ἀνά στασιν ἡ σὰρξ ἐδέξατο τὴν εἰς θεότητος φύσιν μεταβολήν. {ΟΡΘ.} Οὐδὲν οὖν ἐν αὐτῇ μεμένηκε μετὰ τὴν ἀνάστασιν τῶν ὅσα τὴν φύσιν δηλοῖ. {ΕΡΑΝ.} Εἰ μεμένηκεν, οὐδὲ γέγονεν ἡ θεία μεταβολή. {ΟΡΘ.} Πῶς οὖν ἀπιστοῦσι τοῖς μαθηταῖς καὶ τὰς χεῖρας ὑπέδειξε καὶ τοὺς πόδας; {ΕΡΑΝ.} Ὡς εἰσῆλθε τῶν θυρῶν κεκλεισμένων. {ΟΡΘ.} Ἀλλὰ εἰσῆλθε τῶν θυρῶν κεκλεισμένων, ὡς ἐξῆλθεν ἐκ τῆς μήτρας, τῶν τῆς παρθενίας κλείθρων ἐπικειμένων, ὡς ἐπὶ θαλάττης ἐβάδισεν. Οὐδέπω δὲ κατὰ τὸν σὸν ἐγεγόνει λόγον τῆς φύσεως ἡ μεταβολή. {ΕΡΑΝ.} Ἔδειξε τοῖς ἀποστόλοις ὁ δεσπότης χεῖρας, ὡς ἐπάλαισε τῷ Ἰακώβ. {ΟΡΘ.} Ἀλλ' οὐκ ἐᾷ νοεῖν οὕτως ὁ κύριος. Τῶν γὰρ μαθητῶν πνεῦμα θεωρεῖν τοπασάντων, ἐξήλασε τήνδε τὴν ὑποψίαν ὁ κύριος, καὶ τὴν τῆς σαρκὸς ὑπέδειξε φύσιν. "Τί, γάρ φησι, τεταραγμένοι ἐστέ, καὶ διατί διαλογισμοὶ ἀναβαίνουσιν ἐν ταῖς καρδίαις ὑμῶν; Ἴδετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου, ὅτι αὐτὸς ἐγώ εἰμι. Ψηλαφήσατέ με, καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα." Καὶ ὅρα τοῦ ῥήματος τὴν ἀκρίβειαν. Οὐ γὰρ εἶπε, σάρκα καὶ ὀστέα ὄντα, ἀλλὰ σάρκα καὶ ὀστέα ἔχοντα, ἵνα δείξῃ, ἄλλο μὲν τὸ ἔχον κατὰ τὴν φύσιν, ἄλλο δὲ τὸ ἐχόμενον. Ὥσπερ γὰρ ἄλλο μέν ἐστι τὸ λαβόν, ἄλλο δὲ τὸ ληφθέν, εἷς δὲ ἐξ ἀμφοῖν ὁ Χριστὸς θεωρεῖται, οὕτω τὸ ἔχον πρὸς τὸ ἐχόμενον πλείστην μὲν ἔχει διαφοράν, οὐκ εἰς 147 δύο δὲ πρόσωπα μερίζει τὸν ἐν τούτοις νοούμενον. Ὁ μέντοι κύριος ἀμφιβαλλόντων ἔτι τῶν μαθητῶν,