1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

6

Ἰούδα, καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς προσδοκία ἐθνῶν." Ἢ οὐ δέχῃ τήνδε τὴν πρόρρησιν ὡς περὶ τοῦ σωτῆρος εἰρημένην Χριστοῦ; {ΕΡΑΝ.} Ἰουδαῖοι τὰς τοιαύτας παρερμηνεύουσι προφητείας· ἐγὼ δὲ Χριστιανός εἰμι τοῖς θείοις πιστεύων λόγοις, καὶ τὰς περὶ τοῦ σωτῆρος ἡμῶν προφητείας ἀνενδοιάστως δεχόμενος. {ΟΡΘ.} Ἐπειδὴ τοίνυν πιστεύειν ταῖς προφητείαις ὁμολογεῖς, καὶ τὰ προρρηθέντα περὶ τοῦ σωτῆρος ἡμῶν τεθεσπίσθαι λέγεις, νόησον ἐντεῦθεν τῶν ἀποστολικῶν ῥητῶν τὸν σκοπόν. Τὰς γὰρ πρὸς τοὺς πατριάρχας γεγενημένας ἐπαγγελίας πεπερασμένας ἐπιδεικνύς, τὴν θαυμασίαν ἐκείνην ἀφῆκε φωνήν· "Οὐ γὰρ δήπου ἀγγέλων ἐπιλαμ βάνεται," μονονουχὶ λέγων, ἀψευδὴς ἡ ὑπόσχεσις, ἐπέθηκε ταῖς ἐπαγγελίαις ὁ δεσπότης τὸ πέρας, ἀνεῴγει τοῖς ἔθνεσιν ἡ τῆς εὐλο γίας πηγή, τοῦ Ἀβραμιαίου σπέρματος ὁ θεὸς λόγος ἐπείληπται, διὰ τούτου τὴν ἄνωθεν ἐπηγγελμένην πραγματεύεται σωτηρίαν, διὰ τούτου τὴν τῶν ἐθνῶν ἐμπεδοῖ προσδοκίαν. {ΕΡΑΝ.} Ἄριστα τοῖς ἀποστολικοῖς τὰ προφητικὰ συνηρμόσθη. {ΟΡΘ.} Οὕτω πάλιν ὁ θεῖος ἀπόστολος τῆς τοῦ Ἰούδα ἡμᾶς ἀνα μιμνήσκων εὐλογίας, καὶ δεικνὺς καὶ ταύτην δεξαμένην τὸ πέρας βοᾷ· "Πρόδηλον γάρ, ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ κύριος." Ταὐτὸ δὲ τοῦτο καὶ ὁ προφήτης Μιχαίας καὶ ὁ εὐαγγελιστὴς Ματθαῖος πεποίη κεν. Ὁ μὲν γὰρ εἶπε τὴν πρόρρησιν, ὁ δὲ τῇ ἱστορίᾳ τὴν μαρτυρίαν συνέταξε. Καὶ τὸ παράδοξον, ὅτι τοὺς προδηλοτάτους τῆς ἀληθείας ἐχθροὺς ἔφη τῷ Ἡρώδῃ σαφῶς εἰπεῖν, ὡς ἐν τῇ Βηθλεὲμ ὁ Χριστὸς γεννᾶται. "Γέγραπται γάρ, φησί, καὶ σὺ Βηθλεέμ, γῆ Ἰούδα, οὐδα μῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα· ἐκ σοῦ γάρ μοι ἐξελεύσεται ἡγούμενος, ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ." Ἐπαγάγωμεν δὲ ἡμεῖς καὶ ὅπερ Ἰουδαῖοι κακοήθως παρέλιπον, ἀτελῆ προσενεγ κόντες τὴν μαρτυρίαν. Εἰρηκὼς γὰρ ὁ προφήτης, "Ἐκ σοῦ γὰρ ἐξελεύσεταί μοι ἡγούμενος," ἐπήγαγε, "Καὶ αἱ ἔξοδοι αὐτοῦ ἀπ' ἀρχῆς ἀφ' ἡμερῶν αἰῶνος." 72 {ΕΡΑΝ.} Ἄριστα πεποίηκας, πᾶσαν τεθεικὼς τοῦ προφήτου τὴν μαρ τυρίαν. ∆είκνυσι γὰρ τὸν ἐν Βηθλεὲμ τεχθέντα θεόν. {ΟΡΘ.} Οὐ θεὸν μόνον, ἀλλὰ καὶ ἄνθρωπον. Ἄνθρωπον μὲν ὡς ἐξ Ἰούδα κατὰ σάρκα βλαστήσαντα καὶ ἐν Βηθλεὲμ γεννηθέντα· θεὸν δὲ ὡς πρὸ αἰώνων ὑπάρχοντα. Τὸ γάρ, "Ἐκ σοῦ μοι ἐξελεύσεται ἡγού μενος," τὴν κατὰ σάρκα γέννησιν τὴν ἐπ' ἐσχάτου τῶν ἡμερῶν γεγενημένην δηλοῖ· τὸ δέ, "Αἱ ἔξοδοι αὐτοῦ ἀπ' ἀρχῆς ἀφ' ἡμερῶν αἰῶνος," τὴν προαιώνιον ὕπαρξιν κηρύττει σαφῶς. Οὕτω καὶ ὁ θεῖος ἀπόστολος ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ τῆς παλαιᾶς Ἰουδαίων εὐκληρίας ὀλοφυρόμενος τὴν ἐπὶ τὸ χεῖρον μεταβολὴν καὶ τῆς θείας ἐπαγγελίας καὶ νομοθεσίας μνημονεύσας, καὶ ταῦτα προστέθεικεν· "Ων οἱ πατέρες, καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας, ἀμήν." Καὶ κατὰ ταὐτὸν ἔδειξεν αὐτὸν καὶ τῶν ἁπάντων δημιουργὸν καὶ δεσπότην καὶ πρύ τανιν ὡς θεόν, καὶ ἐξ Ἰουδαίων βεβλαστηκότα ὡς ἄνθρωπον. {ΕΡΑΝ.} Ἰδοὺ ταῦτα ἡρμήνευσας· πρὸς τὴν Ἰερεμίου προφητείαν τί ἂν εἴποις; Ἐκείνη γὰρ αὐτὸν θεὸν μόνον κηρύττει. {ΟΡΘ.} Ποίαν λέγεις προφητείαν; {ΕΡΑΝ.} "Οὗτος ὁ θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. Ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης, καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὑτοῦ καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ' αὐτοῦ. Μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη." Ἐν τούτοις ὁ προφήτης οὔτε περὶ σάρκος οὔτε περὶ ἀνθρωπότητος οὔτε περὶ ἀνθρώπου, ἀλλὰ περὶ μόνου θεοῦ προηγόρευσεν. Ποῦ τοίνυν χρεία συλλογισμῶν; {ΟΡΘ.} Τὴν θείαν φύσιν ἀόρατον εἶναί φαμεν, ἢ οὐ πειθόμεθα τῷ ἀποστόλῳ λέγοντι, "Ἀφθάρτῳ ἀοράτῳ μόνῳ θεῷ;" {ΕΡΑΝ.} Ἀναμφιλέκτως ἡ θεία φύσις ἀόρατος. {ΟΡΘ.} Πῶς τοίνυν οἷόν τε ἦν ὀφθῆναι δίχα σώματος τὴν ἀόρατον φύσιν; Ἢ οὐ μέμνησαι τῶν ἀποστολικῶν ἐκείνων ῥητῶν, ἃ