2
διαλόγους διελοῦμεν τὸ σύγγραμμα. Καὶ ὁ μὲν πρῶτος περὶ τοῦ ἄτρεπτον εἶναι τοῦ μονο γενοῦς υἱοῦ τὴν θεότητα δέξεται τὸν ἀγῶνα· ὁ δὲ δεύτερος ἀσύγχυτον, σὺν θεῷ φάναι, δείξει γεγενημένην τὴν ἕνωσιν τῆς τοῦ δεσπότου Χριστοῦ θεότητός τε καὶ ἀνθρωπότητος· ὁ δέ γε τρίτος περὶ τῆς ἀπαθείας τῆς τοῦ σωτῆρος ἡμῶν ἀγωνιεῖται θεότητος. Μετὰ μέντοι τοὺς τρεῖς ἀγῶνας, οἷον ἐπαγωνίσματα, ἄλλ' ἄττα προσθήσομεν, ἑκάστῳ κεφαλαίῳ συλλογισμὸν προσαρμόζοντες, καὶ δεικνύντες ἄντι κρυς παρ' ἡμῖν φυλαττόμενον τῶν ἀποστόλων τὸ κήρυγμα.
ΑΤΡΕΠΤΟΣ ∆ΙΑΛΟΓΟΣ Αʹ {ΟΡΘΟ∆ΟΞΟΣ.}
Ἄμεινον μὲν ἦν συμφωνεῖν ἡμᾶς καὶ τὴν ἀπο στολικὴν διδασκαλίαν φυλάττειν ἀκήρατον. Ἐπειδὴ δὲ οὐκ οἶδ' ἀνθ' ὅτου τὴν ὁμόνοιαν διαλύσαντες, κενὰ νῦν ἡμῖν προβάλλεσθε δόγματα, δίχα τινὸς ἔριδος, εἰ δοκεῖ, κοινῇ ζητήσωμεν τὴν ἀλήθειαν. {ΕΡΑΝΙΣΤΗΣ.} Ἡμεῖς ζητήσεως οὐ δεόμεθα· ἀκριβῶς γὰρ τῆς ἀληθείας ἐχόμεθα. {ΟΡΘ.} Τοῦτο καὶ τῶν αἱρετικῶν ὑπείληφεν ἕκαστος· καὶ μέντοι καὶ Ἰουδαῖοι καὶ Ἕλληνες τῶν τῆς ἀληθείας δογμάτων προστατεύειν νομίζουσιν, καὶ οὐ μόνοι γε οἱ τὰ Πλάτωνος καὶ Πυθαγόρου θρησκεύοντες, ἀλλὰ καὶ οἱ τῆς Ἐπικούρου συμμορίας καὶ οἱ πάμπαν ἄθεοι καὶ ἀδόξαστοι. Προσήκει δὲ μὴ προλήψει δουλεύειν, ἀλλὰ τὴν ἀληθῆ γνῶσιν ἐπιζητεῖν. {ΕΡΑΝ.} Πείθομαι τῇ παραινέσει, καὶ δέχομαι τὴν εἰσήγησιν. {ΟΡΘ.} Ἐπειδὴ τοίνυν τὴν προτέραν εὐπειθῶς ἐδέξω παράκλησιν, ἀξιῶ σε πάλιν μὴ λογισμοῖς ἀνθρωπίνοις ἐπιτρέψαι τῆς ἀληθείας τὴν ἔρευναν, ἀλλὰ τῶν ἀποστόλων καὶ προφητῶν καὶ τῶν μετ' ἐκείνους ἁγίων ἐπιζητῆσαι τὰ ἴχνη. Τοῦτο γὰρ καὶ τοῖς ὁδοιπόροις φίλον ποιεῖν, ὅταν ἐκτραπῶσι τῆς λεωφόρου καὶ τὰς ἀτραποὺς διασκοπεῖν, εἴ τινων ἀπιόντων ἢ ἐρχομένων ἔχουσι τύπους ποδῶν, ἢ ἀνθρώπων ἢ ἵππων ἢ ὄνων ἢ ἡμιόνων· καὶ ὅταν εὕρωσι, κατὰ τοὺς κύνας ἰχνηλα τοῦσι, καὶ οὐ πρότερον ἀφιᾶσιν, ἕως ἂν τὴν εὐθεῖαν ὁδὸν ἀπολάβωσιν. {ΕΡΑΝ.} Οὕτω ποιῶμεν. Ἡγοῦ τοίνυν αὐτός, ἅτε δὴ ἄρξας τοῦ λόγου. {ΟΡΘ.} Οὐκοῦν περὶ τῶν θείων ὀνομάτων, οὐσίας φημὶ καὶ ὑπο στάσεων καὶ προσώπων καὶ ἰδιοτήτων, διευκρινησώμεθα πρότερον, καὶ γνῶμεν καὶ ὁρισώμεθα τίνα ἔχει πρὸς ἄλληλα διαφοράν· εἶθ' οὕτω λοιπὸν ἁψώμεθα τῶν ἑξῆς. {ΕΡΑΝ.} Κάλλιστον καὶ ἀναγκαιότατον ἔδωκας τῷ διαλόγῳ προοί μιον. Τούτων γὰρ εὐκρινῶν γενομένων, ῥᾷον προβήσεται ἡ διάλεξις. {ΟΡΘ.} Ἐπειδὴ τοίνυν ἄραρε καὶ συνεψηφισάμεθα ταῦθ' οὕτω χρῆ 64 ναι γενέσθαι, ἀπόκριναι, ὦ φιλότης. Τοῦ θεοῦ, καὶ πατρὸς καὶ τοῦ μονογενοῦς υἱοῦ καὶ τοῦ παναγίου πνεύματος, μίαν οὐσίαν φαμέν, ὡς παρὰ τῆς θείας γραφῆς ἐδιδάχθημεν παλαιᾶς τε καὶ νέας καὶ τῶν ἐν Νικαίᾳ συνεληλυθότων πατέρων, ἢ ταῖς Ἀρείου βλασφημίαις ἀκολουθοῦμεν; {ΕΡΑΝ.} Μίαν ὁμολογοῦμεν τῆς ἁγίας τριάδος οὐσίαν. {ΟΡΘ.} Τὴν δὲ ὑπόστασιν ἄλλο τι παρὰ τὴν οὐσίαν σημαίνειν νομί ζομεν, ἢ τῆς οὐσίας ἕτερον ὑπειλήφαμεν ὄνομα; {ΕΡΑΝ.} Ἔχει τινὰ διαφορὰν ἡ οὐσία πρὸς τὴν ὑπόστασιν; {ΟΡΘ.} Κατὰ μὲν τὴν θύραθεν σοφίαν οὐκ ἔχει. Ἥ τε γὰρ οὐσία τὸ ὂν σημαίνει, καὶ τὸ ὑφεστὸς ἡ ὑπόστασις. Κατὰ δέ γε τὴν τῶν πατέ ρων διδασκαλίαν, ἣν ἔχει διαφορὰν τὸ κοινὸν πρὸς τὸ ἴδιον, ἢ τὸ γένος πρὸς τὸ εἶδος ἢ τὸ ἄτομον, ταύτην ἡ οὐσία πρὸς τὴν ὑπόστασιν ἔχει. {ΕΡΑΝ.} Σαφέστερον τὰ περὶ τοῦ γένους καὶ τοῦ εἴδους καὶ τοῦ ἀτόμου εἰπέ. {ΟΡΘ.} Γένος καλοῦμεν τὸ ζῷον, πολλὰ γὰρ σημαίνει κατὰ ταὐτόν. ∆ηλοῖ γὰρ καὶ τὸ λογικὸν καὶ τὸ ἄλογον· καὶ αὖ πάλιν τῶν ἀλόγων εἴδη πολλά, τὰ μὲν πτηνά, τὰ δὲ ἀμφίβια, τὰ δὲ πεζά, τὰ δὲ νηκτά. Καὶ τούτων δὲ ἕκαστον εἰς πολλὰ διαιρεῖται. Τῶν γὰρ πεζῶν ἄλλο μέν ἐστι λέων, ἄλλο δὲ πάρδαλις, ἄλλο δὲ ταῦρος, καὶ