3
τοῦ τέλους τῶν ἐχθρῶν τοῦ Χριστοῦ. πγʹ. Χριστοῦ ἐνανθρώπησις καὶ περὶ τῶν Ἐκκλη σιῶν. πδʹ. Προφητεία εἰς τὸν Χριστὸν καὶ τοὺς δι' αὐτοῦ λελυτρωμένους. πεʹ. Προσευχὴ ∆αυῒδ καὶ προφητεία κλήσεως ἐθνῶν. πʹ. Χριστοῦ ἐνανθρώπησις. πζʹ. Χριστοῦ θάνατον προφητεύει. πηʹ. Χριστοῦ βασιλεία ἐκ σπέρματος ∆αυΐδ. πθʹ. Ἰουδαίων ἀποβολή. ʹ. Χριστοῦ νίκη καὶ παντὸς τοῦ κατ' αὐτὸν τε λειουμένου. αʹ. Περὶ τῆς κατὰ Θεὸν ἀναπαύσεως. βʹ. Ὕμνος βασιλείας Χριστοῦ ἐπὶ τῆς πρώτης αὐτοῦ παρουσίας. γʹ. Περὶ τῶν κατὰ τῆς Ἐκκλησίας δογμάτων. δʹ. Κλῆσις Ἰουδαίων καὶ ἀπόγνωσις αὐτῶν. εʹ. Κλῆσις ἐθνῶν καὶ Χριστοῦ παρουσία. ʹ. Ὕμνος βασιλείας Χριστοῦ ἐπὶ τῆς πρώτης αὐτοῦ παρουσίας. ζʹ. Κλῆσις ἐθνῶν καὶ Χριστοῦ παρουσία. ηʹ. Ὕμνος βασιλείας Χριστοῦ. θʹ. Κλῆσις ἐθνῶν. ρʹ. Ὕμνος τοῦ κατὰ Θεὸν τελείου. ραʹ. Ὀδυρμὸς ἐπὶ τῷ προτέρῳ, καὶ προφητεία τοῦ λαοῦ, καὶ κλῆσις ἐθνῶν. 23.72 ρβʹ. ∆ιδασκαλία εὐχαριστίας. ργʹ. ∆ιδασκαλία ἐξομολογήσεως. ρδʹ. ∆ιδασκαλία τοῖς ἔθνεσι τῶν εἰς τὸν πρότερον λαὸν τοῦ Θεοῦ εὐεργεσιῶν. ρεʹ. ∆ιδασκαλία δυσσεβείας τοῦ Ἰουδαίων ἔθνους. ρʹ. Προφητεία κλήσεως ἐθνῶν, καὶ τῆς εἰς ἀν θρώπους τοῦ Θεοῦ Λόγου ἐπιλάμψεως. ρζʹ. Κλῆσις ἐθνῶν. ρηʹ. Πάθη Χριστοῦ. ρθʹ. Νίκη Χριστοῦ. ριʹ. Εὐχαριστία Χριστοῦ. ριαʹ. ∆ιδασκαλία Χριστοῦ. ριβʹ. Νέου λαοῦ κλῆσις. ριγʹ. Νέου λαοῦ διδασκαλία. ριδʹ. Νέου λαοῦ προκοπή. ριεʹ. Νέου λαοῦ τελείωσις. ριʹ. Κλῆσις ἐθνῶν. ριζʹ. Νίκη τῶν ἐν Χριστῷ ἀγωνιζομένων καὶ προ φητεία περὶ Χριστοῦ. ριηʹ. Στοιχείωσις τῆς κατὰ Θεὸν ἀναγωγῆς. ριθʹ. Παροικίας. ρκʹ. Ἐπανόδου Βαβυλῶνος καὶ τῆς διασπορᾶς. ρκαʹ. Ἀγαθῶν εὐαγγέλια. ρκβʹ. Εὐχῆς. ρκγʹ. Εὐχαριστίας. ρκδʹ. Ἀποκαταστάσεως. ρκεʹ. Προσδοκία μελλόντων. ρκʹ. Οἰκοδομὴ Ἐκκλησίας. ρκζʹ. Κλῆσις ἐθνῶν. ρκηʹ. Νίκη Χριστοῦ στρατιᾶς. ρκθʹ. Εὐχὴ μαρτύρων ρλʹ. Περὶ ταπεινοφροσύνης. ρλαʹ. Προσευχὴ τοῦ ∆αυῒδ καὶ ἐπιφάνεια. ρλβʹ. Λαοῦ τελείου. ρλγʹ. Λαοῦ ἐρχομένου. ρλδʹ. ∆ιδασκαλία εἰσακτική. ρλεʹ. Εὐχαριστία λελυτρωμένου. ρλʹ. Ἁγίων φωναὶ τῶν ἐν αἰχμαλωσίᾳ. ρλζʹ. Εὐχαριστία μετὰ προφητείας. ρληʹ. Ἔντευξις δικαίου σὺν θεολογίᾳ. ρλθʹ. Φωναὶ τοῦ κατὰ Θεὸν ἀγωνιζομένου. ρμʹ. Προσευχὴ τοῦ κατὰ Θεὸν τελείου. ρμαʹ. Φωναὶ τοῦ κατὰ Θεὸν πολεμουμένου. ρμβʹ. Προσευχὴ ἐξομολογουμένου. ρμγʹ. Εὐχαριστία νενικηκότος. ρμδʹ. Ὕμνος σὺν θεολογίᾳ. ρμεʹ. Ὕμνος σὺν θεολογίᾳ. ρμʹ. Ὕμνος σὺν θεολογίᾳ. ρμζʹ. Ὕμνος σὺν θεολογίᾳ. ρμηʹ. Ὕμνος σὺν θεολογίᾳ. ρμθʹ. Ὕμνος σὺν θεολογίᾳ. ρνʹ. Παρακέλευσις ὕμνου καθολική.
ΕΥΣΕΒΙΟΥ ΕΙΣ ΤΟΥΣ ΨΑΛΜΟΥΣ.
Ὁ μὲν ψαλμὸς ἔοικεν ἀπὸ τοῦ ψαλτηρίου παρωνύμως ἐπικεκλῆσθαι· λέγεται δὲ
ψαλτήριον ὄργανόν τι μουσικὸν παρὰ τὴν κιθάραν διαλλάττον τῷ σχήματι, ἐν ᾧ τὴν ἀνακρουομένην ᾠδὴν ψαλμὸν προσαγορεύεσθαι. Ὠδὴν δὲ εἶναι τὴν διὰ μέλους ἀναφωνουμένην ἄνευ ὀργάνου ῥῆσιν μουσικήν. Ψαλμὸν δὲ ᾠδῆς λέγεσθαι, ἐπειδὰν προηγησαμένης τὸ αὐτὸ τῆς ᾠδῆς μέλος διὰ τοῦ ψαλτηρίου κρουσθῇ· ᾠδὴν δὲ ψαλμοῦ τὸ ἀνάπαλιν. Ὡς ἐν ταῖς ἱστορίαις τῶν Βασιλειῶν καὶ τῶν Παραλειπομένων ∆αυῒδ ὁ βασιλεὺς μετὰ τὴν τοῦ Σαοὺλ τελευτὴν, ἀναγαγὼν τὴν κιβωτὸν τῆς ∆ιαθήκης Κυρίου, οὖσαν ἐν οἴκῳ Ἀβδοδὼμ ἔτεσιν εἴκοσιν ἐξότου ἐκ τῶν Ἀζωτίων μετενήνεκτο, καὶ κατα 23.73 στήσας αὐτὴν εἰς Ἰερουσαλὴμ, ἐπιλέγεται ἐκ τῆς φυλῆς Λευῒ κλήρῳ ψαλτῳδοὺς ἄρχοντας ᾠδῶν τέσσαρας, τοῦ ψάλλειν καὶ ᾄδειν ἐνώπιον τῆς κιβωτοῦ τῷ Κυρίῳ, καὶ ἀναφέρειν φωνὴν εὐφροσύνης εἰς ἐξομολόγησιν καὶ αἴνεσιν ἐν ὀργάνοις ἡρμοσμένοις, καὶ ᾠδαῖς, καὶ κινύραις, καὶ νάβλαις, καὶ τυμπάνοις, καὶ κυμβάλοις, καὶ ψαλτηρίῳ, καὶ