1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

3

μυρία ἕτερα. Οὕτω καὶ τῶν πτηνῶν καὶ τῶν ἄλλων εἴδη πολλά· ἀλλ' ὅμως τούτων ἁπάντων γένος ἐστὶ τὸ ζῷον, εἴδη δὲ τὰ προλελεγμένα. Οὕτω τὸ ἄνθρωπος ὄνομα κοινόν ἐστι ταυτησὶ τῆς φύσεως ὄνομα. Σημαίνει γὰρ καὶ τὸν Ῥωμαῖον καὶ τὸν Ἀθηναῖον καὶ τὸν Πέρσην καὶ τὸν Σαυρομάτην καὶ τὸν Αἰγύπτιον, καὶ συλλήβδην εἰπεῖν, ἅπαντας ὅσοι ταύτης κοινωνοῦσι τῆς φύσεως. Τὸ δέ γε Παῦλος ἢ Πέτρος ὄνομα οὐκέτι τὸ κοινὸν σημαίνει τῆς φύσεως, ἀλλὰ τόν τινα ἄνθρωπον. Οὐδεὶς γὰρ τὸν Παῦλον ἀκούσας, εἰς τὸν Ἀδὰμ καὶ τὸν Ἀβραὰμ καὶτὸν Ἰακὼβ ἀνέδραμε τῷ λογισμῷ, ἀλλὰ τοῦτον μόνον ἐνόησεν, οὗ καὶ τῆς προσηγορίας κατήκουσε. Τὸν μέντοι ἄνθρωπον ἁπλῶς ἀκούσας, οὐκ εἰς τὸ ἄτομον ἀπερείδει τὸν νοῦν, ἀλλὰ καὶ τὸν Ἰνδὸν καὶ τὸν Σκύθην καὶ τὸν Μασσαγέτην καὶ ἁπαξαπλῶς πᾶν γένος ἀνθρώπων λογίζεται. Καὶ τοῦτο ἡμᾶς οὐχ ἡ φύσις μόνον, ἀλλὰ καὶ ἡ θεία διδά 65 σκει γραφή. "Εἶπε, γάρ, ὁ θεός, φησίν, ἀπαλείψω τὸν ἄνθρωπον ὃν ἔπλασα ἀπὸ προσώπου τῆς γῆς." Τοῦτο δὲ περὶ παμπόλλων εἴρηκε μυριάδων. Πλειόνων γὰρ ἢ δισχιλίων καὶ διακοσίων μετὰ τὸν Ἀδὰμ διεληλυθότων ἐτῶν, τὴν διὰ τοῦ κατακλυσμοῦ πανωλεθρίαν τοῖς ἀνθρώποις ἐπήνεγκεν. Οὕτω καὶ ὁ μακάριος λέγει ∆αβίδ· "Ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκεν," οὐ τοῦ δεῖνος ἢ τοῦ δεῖνος, ἀλλὰ κοινῇ πάν των ἀνθρώπων κατηγορῶν. Καὶ μυρία τοιαῦτα ἔστιν εὑρεῖν, ἀλλ' οὐ χρὴ μηκύνειν. {ΕΡΑΝ.} ∆έδεικται σαφῶς ἡ διαφορὰ τοῦ κοινοῦ πρὸς τὸ ἴδιον· ἀλλ' εἰς τὸν περὶ τῆς οὐσίας καὶ τῆς ὑποστάσεως ἐπανέλθωμεν λόγον. {ΟΡΘ.} Ὥσπερ τοίνυν τὸ ἄνθρωπος ὄνομα κοινόν ἐστι ταύτης τῆς φύσεως ὄνομα, οὕτω τὴν θείαν οὐσίαν τὴν ἁγίαν τριάδα σημαίνειν φαμέν, τὴν δέ γε ὑπόστασιν προσώπου τινὸς εἶναι δηλωτικήν, οἷον, ἢ τοῦ πατρὸς ἢ τοῦ υἱοῦ ἢ τοῦ ἁγίου πνεύματος. Τὴν γὰρ ὑπόστασιν καὶ τὸ πρόσωπον καὶ τὴν ἰδιότητα ταὐτὸν σημαίνειν φαμὲν τοῖς τῶν ἁγίων πατέρων ὅροις ἀκολουθοῦντες. {ΕΡΑΝ.} Συνομολογοῦμεν οὕτω ταῦτ' ἔχειν. {ΟΡΘ.} Ὅσα τοίνυν περὶ τῆς θείας λέγεται φύσεως, κοινὰ ταῦτά ἐστι τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, οἷον, τὸ θεός, τὸ κύριος, τὸ δημιουργός, τὸ παντοκράτωρ, καὶ ὅσα τούτοις ἐστὶ παραπλήσια. {ΕΡΑΝ.} Ἀναμφισβητήτως κοινὰ τῆς τριάδος ἐστίν. {ΟΡΘ.} Ὅσα δ' αὖ τῶν ὑποστάσεων ὑπάρχει δηλωτικά, οὐκέτι ταῦτα τῆς ἁγίας τριάδος κοινά, ἀλλ' ἐκείνης ἐστὶ τῆς ὑποστάσεως, ἧς ἐστιν ἴδια. Οἷον τὸ πατὴρ ὄνομα καὶ τὸ ἀγέννητος τοῦ πατρός ἐστιν ἴδια, καὶ αὖ πάλιν τὸ υἱὸς ὄνομα καὶ τὸ μονογενὴς καὶ τὸ θεὸς λόγος οὐ τὸν πατέρα δηλοῖ οὐδὲ τὸ πνεῦμα τὸ ἅγιον, ἀλλὰ τὸν υἱόν. Καὶ τὸ πνεῦμα δὲ τὸ ἅγιον καὶ ὁ παράκλητος τῆς τοῦ πνεύματος ὑπο στάσεως ὑπάρχει δηλωτικά. {ΕΡΑΝ.} Οὐ καλεῖ τοίνυν ἡ θεία γραφὴ πνεῦμα καὶ τὸν πατέρα καὶ τὸν υἱόν; {ΟΡΘ.} Πνεῦμα κέκληκε καὶ τὸν πατέρα καὶ τὸν υἱόν, τὸ ἀσώματον 66 καὶ ἀπερίγραφον τῆς θείας φύσεως διὰ τούτου σημαίνουσα· πνεῦμα δὲ ἅγιον μόνην τοῦ πνεύματος τὴν ὑπόστασιν ὀνομάζει. {ΕΡΑΝ.} Ἀναμφίλεκτόν ἐστι καὶ τοῦτο. {ΟΡΘ.} Ἐπειδὴ τοίνυν τινὰ μὲν ἔφαμεν τῆς ἁγίας τριάδος κοινά, τινὰ δὲ ἑκάστης ὑποστάσεως ἴδια, τὸ ἄτρεπτον ὄνομα κοινὸν εἶναι τῆς οὐσίας φαμὲν ἤ τινος ὑποστάσεως ἴδιον; {ΕΡΑΝ.} Κοινόν ἐστι τῆς τριάδος τὸ ἄτρεπτον. Οὐδὲ γὰρ οἷόν τε, τὸ μὲν εἶναι τῆς οὐσίας τρεπτόν, τὸ δὲ ἄτρεπτον. {ΟΡΘ.} Ἄριστα εἴρηκας. Ὣσπερ γὰρ τῶν ἀνθρώπων κοινόν ἐστι τὸ θνητόν, οὕτω τῆς ἁγίας τριάδος κοινὸν τὸ ἄτρεπτόν τε καὶ ἀναλλοίω τον. Ἄτρεπτος τοιγαροῦν καὶ ὁ μονογενὴς υἱός, καθὰ καὶ ὁ γεννήσας αὐτὸν πατὴρ καὶ τὸ ἅγιον πνεῦμα. {ΕΡΑΝ.} Ἄτρεπτος. {ΟΡΘ.} Πῶς τοίνυν τὸ εὐαγγελικὸν ἐκεῖνο ῥητὸν παράγοντες, τό, " ̔Ο λόγος σὰρξ ἐγένετο," τροπὴν τῇ ἀτρέπτῳ προσάπτετε φύσει; {ΕΡΑΝ.} Οὐ κατὰ τροπὴν αὐτὸν λέγομεν γεγενῆσθαι σάρκα, ἀλλ' ὡς οἶδεν αὐτός. {ΟΡΘ.} Εἰ μὴ σάρκα λαβὼν λέγεται γεγενῆσθαι σάρξ, δυοῖν θάτερον ἀνάγκη λέγειν, ἢ τὴν εἰς σάρκα τροπὴν αὐτὸν ὑπομεμενηκέναι, ἢ δοκήσει τοιοῦτον ὀφθῆναι,