4
κερατίνῃ, τὸν Ἀσὰφ, Αἰμὰν, Αἰθὰν, Ἰδιθούμ· οἷς ἀριθμὸς ᾠδῶν ἐπετέτακτο, ᾀδόντων διακοσίων ὀγδοήκοντα ὀκτὼ, ἑκάστῳ ἑβδομήκοντα δύο, ἐκ τοῦ Χὰμ λβʹ, τοῦ Σὴμ κεʹ, τοῦ Ἰάφεθ ιεʹ. Οἵτινες, ἑστῶτες ἔμπροσθεν τῆς κιβωτοῦ ∆ιαθήκης Κυρίου, ἔψαλλον καὶ ᾖδον τῷ Κυρίῳ· ὃς μὲν ἐν κινύρᾳ, ὃς δὲ ἐν κυμβάλοις, ὃς δὲ ἐν κιθάρᾳ. ὃς δὲ ἐν ψαλτηρίῳ· ὧν μέσος ἵστατο ὁ μακάριος ∆αυῒδ, αὐτὸς ἄρχων ἀρχόντων ᾠδῶν, κρατῶν ἐπὶ χεῖρας τὸ ψαλτήριον. Ἕκαστος δὲ ᾖδεν καὶ ἔψαλλεν ὑμνῶν τὸν Θεὸν ἁγίῳ Πνεύματι τεταγμένως. Ἡνίκα τοίνυν ἐσκίρτα τὸ Πνεῦμα ἐπί τινα τῶν ἀρχόντων τῶν ψαλτῳδῶν, οἱ λοιποὶ ἡσυχίαν ἦγον παρεστῶτες καὶ ὑπακούοντες συμφώνως τῷ ψάλλοντι, Ἀλληλούϊα. Ἐν τῇ Ἑβραϊκῇ βίβλῳ τῶν ψαλμῶν ἄνευ τῆς τοῦ ἀριθμοῦ προσθήκης ἀνεγράφησαν οἱ πάντες καὶ διαφόρως. Οἱ μέν εἰσι συνημμένοι, οἱ δὲ διῃρημένοι. Ἀμέλει ὁ μὲν πρῶτος καὶ δεύτερος συνημμένοι εἰσὶ κατὰ τὸ Ἑβραϊκόν· καὶ πάλιν ὁ ἔνατος, συνημμένος παρ' ἡμῖν, ἐν τῷ Ἑβραϊκῷ διῄρηται εἰς δύο. Παρατηρητέον δὲ, ὅτι μὴ κατὰ ἀκολουθίαν τῶν τῆς ἱστορίας χρόνων ἡ τῶν ψαλμῶν σύγκειται τάξις· ἐνήλλακται δὲ παρὰ πολὺ, καθὼς ἡ βίβλος τῶν Βασιλειῶν, καὶ αὕτη ἡ τάξις δηλοῖ. Πολλῆς τοίνυν κατακρατησάσης εἰδωλολατρείας τοῦ Ἰουδαίων ἔθνους, λήθην αὐτούς φασι πεποιῆσθαι τῶν πατρίων γραφῶν, ὡς μηδὲ τοῦ Μωϋσέως νόμου βίβλον ἐπιφέρεσθαι, μηδὲ μνήμην τῆς τῶν πατέρων εὐσεβείας ἀποσώζειν. Οὕτω γοῦν τοὺς προφήτας ἀνῄρουν διελέγχοντας αὐτῶν τὰς δυσσεβείας. Οὐδὲ νῦν θαυμαστὸν ἐν τοιαύτῃ καταστάσει καιρῶν καὶ τῶν ἐμφερομένων τινὰς τῇ βίβλῳ τῶν ψαλμῶν διαπεπτωκέναι, λήθῃ τε μακροῖς παραδεδόσθαι χρόνοις. Ὕστερον δὲ μετὰ ταῦτα, εἴτε Ἔσδραν, εἴτε τινὰς ἑτέρους προφήτας, περὶ τὴν συναγωγὴν αὐτῶν ἐσπουδακέναι, μεθ' ὧν καὶ τὴν βίβλον τῶν ψαλμῶν ἡγιοχέναι, οὐκ ἀθρόως εὑρόντα τοὺς πάντας, ἀλλὰ κατὰ διαφόρους χρόνους. Καὶ τάττειν δὲ ἐν πρώτοις τοὺς πρώτους εὑρισκομένους· μηδὲ τοὺς τοῦ ∆αυῒδ ἐφεξῆς κεῖσθαι πάντας· ἔν τε τῷ μεταξὺ καὶ τῶν υἱῶν Κορὲ, καὶ τοῦ Ἀσὰφ, καὶ Σολομῶντος, καὶ Μωϋσέως, Αἰμάν τε, καὶ Αἰθὰν, καὶ Ἰδιθοὺμ, καὶ πάλιν τοῦ ∆αυῒδ εὑρίσκεσθαι ἀναμὶξ ἐν τῇ βίβλῳ κατατεταγμένους, οὐ καθ' οὓς ἐλέχθησαν χρόνους, ἀλλὰ καθ' οὓς εὕρηνται. Ἔνθεν τε συμβῆναι τοὺς τοῖς χρόνοις ὑστέρους πρώτους εὑρεθέντας, ἀναληφθῆναι προτέρους· τοὺς δὲ προτέρους μετὰ ταῦτα εὑρεθέντας ἐν δευτέρᾳ ταγῆναι χώρᾳ· τὸ δ' αὐτὸ εὕροις γεγενημένον ἐν τοῖς προφήταις. Πάντα ὥσπερ ἐν μεγάλῳ τινὶ καὶ κοινῷ ταμείῳ τῇ βίβλῳ τῶν ψαλμῶν τεθησαύρισται. Κἀκεῖνο δὲ τηρή 23.76 σεις, ὡς ἡ βίβλος τῶν ψαλμῶν καινὴν διδασκαλίαν περιέχει μετὰ τὴν Μωϋσέως νομοθεσίαν, καὶ ὅτι δευτέρα μετὰ τὴν Μωϋσέως νομοθεσίαν γραφὴν διδασκαλικὴ βίβλος αὕτη τυγχάνει. Μετὰ γοῦν τὴν Μωϋσέως καὶ Ἰησοῦ τελευτὴν καὶ μετὰ τοὺς κριτὰς ∆αυῒδ γενόμενος, ὡσανεὶ τοῦ Σωτῆρος αὐτὸς χρηματίσαι πατὴρ καταξιωθεὶς, καινὸν τρόπον τὸν τῆς ψαλμῳδίας πρῶτος Ἑβραίοις παρέδωκε· δι' ἧς ἀναιρεῖ μὲν τὰ παρὰ Μωϋσῇ περὶ θυσιῶν νενομοθετημένα, καινὸν δὲ τὸν δι' ὕμνων καὶ ἀλαλαγμῶν τρόπον τῆς τοῦ Θεοῦ λατρείας εἰσάγει· καὶ ἄλλα δὲ πλεῖστα τὸν Μωϋσέως νόμον ἐπαναβεβηκότα δι' ὅλης αὐτοῦ τῆς πραγματείας διδάσκει. Εὐσεβίου Καισαρείας περὶ τοῦ διαψάλματος. Ἔγραψαν τὸ διάψαλμα οἱ ἑρμηνεύσαντες πέντε ἄρχοντες, οἳ ἐξελέγοντο ὑπὸ ∆αυῒδ τοῦ βασιλέως ἐκ τῆς φυλῆς Λευΐ· ὧν τὰ ὀνόματά εἰσι ταῦτα, Ἀσὰφ, οἱ υἱοὶ Κορὲ, Αἰμὰν, Αἰθὰμ, Ἰδιθούμ· τούτοις ἀριθμὸς ᾠδῶν παρηκολούθει, ἑκάστῳ ἑβδομήκοντα δύο. Οὗτοι ἵσταντο ἐνώπιον τοῦ ἁγιάσματος Κυρίου, αἰνοῦντες τὸν πάντων δεσπότην, ὃς μὲν κύμβαλα, ὃς δὲ ψαλτήριον, ὃς δὲ κινύραν, ὃς δὲ κερατίνην, ὃς δὲ κιθάραν ἔχων, ὧν μέσος ἵστατο ὁ ∆αυΐδ. Καὶ οὕτως ἤρχοντο τῶν ᾠδῶν κρατοῦντες ἐπὶ χεῖρα τὰ τοιαῦτα ὄργανα· καὶ ἕκαστος Πνεύματι ἁγίῳ κινούμενος ὕμνει