4
κατὰ δὲ τὸν ἀληθῆ λόγον ἄσαρκον εἶναι θεόν. {ΕΡΑΝ.} Βαλεντινιανῶν αὕτη καὶ Μαρκιωνιστῶν καὶ Μανιχαίων ἡ δόξα. Ἡμεῖς δὲ ὁμολογουμένως ἐδιδάχθημεν σαρκωθῆναι τὸν θεὸν λόγον. {ΟΡΘ.} Τὸ σαρκωθῆναι τί νοοῦντες; τὸ σάρκα λαβεῖν ἢ τὸ εἰς σάρκα τραπῆναι; {ΕΡΑΝ.} Ἃ ἡμεῖς ἀκηκόαμεν τοῦ εὐαγγελιστοῦ λέγοντος· "Ὁ λόγος σὰρξ ἐγένετο." {ΟΡΘ.} Τοῦτο δὲ τὸ ἐγένετο πῶς νοεῖτε, ὅτι τὴν εἰς σάρκα τροπὴν ὑπομείνας ἐγένετο σάρξ; 67 {ΕΡΑΝ.} Καὶ ἤδη ἔφην, ὡς οἶδεν αὐτός· ἡμεῖς δὲ ἴσμεν ὅτι ἅπαντα αὐτῷ δυνατά. Καὶ γὰρ τὸ Νειλῷον ὕδωρ εἰς αἷμα μετέβαλε, καὶ τὴν ἡμέραν εἰς νύκτα, καὶ τὴν θάλατταν ἤπειρον ἔδειξε, καὶ τὴν ἄνυδρον ἔρημον ὑδάτων ἐπλήρωσεν. Ἀκούομεν δὲ καὶ τοῦ προφήτου λέγοντος· "Πάντα ὅσα ἠθέλησεν ὁ κύριος ἐποίησεν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ." {ΟΡΘ.} Τὴν κτίσιν ὁ ποιητὴς ὡς ἂν ἐθέλῃ μετασκευάζει· τρεπτὴ γάρ ἐστι, καὶ τοῖς τοῦ δημιουργήσαντος ἀκολουθεῖ νεύμασιν. Αὐτὸς δὲ ἄτρεπτον ἔχει τὴν φύσιν καὶ ἀναλλοίωτον. Τούτου δὴ χάριν περὶ μὲν τῆς κτίσεως ὁ προφήτης φησίν· "Ὁ ποιῶν πάντα καὶ μετα σκευάζων αὐτά·" περὶ δὲ τοῦ θεοῦ λόγου ὁ μέγας λέγει ∆αβίδ· "Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι." Καὶ πάλιν αὐτὸς ὁ θεὸς περὶ ἑαυτοῦ· "Ἐγώ εἰμι, καὶ οὐκ ἠλλοίωμαι." {ΕΡΑΝ.} Τὰ κεκρυμμένα οὐ δεῖ ζητεῖν. {ΟΡΘ.} Οὐδὲ τὰ δεδηλωμένα παντελῶς ἀγνοεῖν. {ΕΡΑΝ.} Ἐμὲ λανθάνει ὁ τῆς σαρκώσεως τρόπος· ἤκουσα δὲ ὅτι "̔Ο λόγος σὰρξ ἐγένετο." {ΟΡΘ.} Εἰ τραπεὶς ἐγένετο σάρξ, οὐ μεμένηκεν ὅπερ πρότερον ἦν· καὶ τοῦτο ἐκ πολλῶν εἰκόνων καταμαθεῖν εὐπετές. Καὶ γὰρ ἡ τοιάδε ψάμμος προσομιλοῦσα πυρί, πρῶτον μὲν ῥοώδης γίνεται, εἶτα εἰς ὕαλον μεταπήγνυται, καὶ ἅμα τῇ τροπῇ τὴν προσηγορίαν ἀμείβει. Οὐκ ἔτι γὰρ ψάμμος ἀλλ' ὕαλος ὀνομάζεται. {ΕΡΑΝ.} Οὕτως ἔχει. {ΟΡΘ.} Καὶ τῆς ἀμπέλου τὸν καρπὸν σταφυλὴν ὀνομάζοντες, ὅταν αὐτὸν ἀποθλίψωμεν, οὐ σταφυλὴν ἀλλ' οἶνον προσαγορεύομεν. {ΕΡΑΝ.} Πάνυγε. {ΟΡΘ.} Καὶ αὐτὸν δὲ τὸν οἶνον, τροπίαν γενόμενον, οὐκέτι οἶνον ἀλλ' ὄξος ὀνομάζειν εἰώθαμεν. {ΕΡΑΝ.} Ἀληθές. {ΟΡΘ.} Οὕτω τὸν λίθον ἕψοντές τε καὶ διαλύοντες, οὐκέτι λίθον, ἀλλ' ἄσβεστον ἢ τίτανον καλοῦμεν· καὶ μυρία δὲ τοιαῦτα ἔστιν εὑρεῖν, ἃ σὺν τῇ τροπῇ μεταβάλλει τὴν κλῆσιν. 68 {ΕΡΑΝ.} Συνωμολόγηται. {ΟΡΘ.} Εἰ τοίνυν τὴν εἰς σάρκα τροπὴν τὸν θεὸν λόγον ὑπομεμενη κέναι φατέ, τί δήποτε θεὸν αὐτὸν ἀλλὰ μὴ σάρκα προσαγορεύετε; Ἁρμόττει γὰρ τῇ ἀλλοιώσει τῆς φύσεως ἡ τῆς προσηγορίας ἐναλλαγή. Εἰ γὰρ ἔνθα τὰ μεταβαλλόμενα ἔχει τινὰ πρὸς ἃ πρότερον ἦν συγγέ νειαν (πελάζει γάρ πως καὶ τὸ ὄξος τῷ οἴνῳ, καὶ ὁ οἶνος τῷ τῆς ἀμπέλου καρπῷ, καὶ τῇ ψάμμῳ ἡ ὕαλος), ἑτέρας ταῦτα μετὰ τὴν ἀλλοίωσιν μεταλαγχάνει προσηγορίας· ὅπου τὸ διάφορον ἄπειρον, καὶ τοσοῦτον ὅσον ἐμπίδος πρὸς τὴν κτίσιν ἅπασαν τὴν ὁρατὴν καὶ ἀόρατον (τοσοῦτον γάρ, μᾶλλον δὲ καὶ πολλῷ πλέον, τὸ μέσον φύσεως σαρκὸς καὶ θεότητος), πῶς οἷόν τε μετὰ τὴν τροπὴν τὴν προ τέραν μεῖναι προσηγορίαν; {ΕΡΑΝ.} Πολλάκις ἔφην ὅτι οὐ κατὰ τροπὴν ἐγένετο σάρξ, ἀλλὰ μένων ὃ ἦν, γέγονεν ὃ οὐκ ἦν. {ΟΡΘ.} Ἀλλὰ τοῦτο τὸ γέγονεν, εἰ μὴ σαφὲς γένοιτο, τροπὴν αἰνίττεται καὶ ἀλλοίωσιν. Εἰ μὴ γὰρ σάρκα λαβὼν ἐγένετο σάρξ, τραπεὶς ἐγένετο σάρξ. {ΕΡΑΝ.} Τοῦτο τὸ ἔλαβεν ὑμέτερόν ἐστιν εὕρεμα. Ὁ γὰρ εὐαγγελι στής, "Ὁ λόγος σὰρξ ἐγένετο," λέγει. {ΟΡΘ.} Ἔοικας ἢ τὴν θείαν γραφὴν ἀγνοεῖν ἢ ἐπιστάμενος κακουρ γεῖν. Ἐγὼ δέ σε ἢ ἀγνοοῦντα διδάξω ἢ κακουργοῦντα ἐλέγξω. Ἀπόκριναι τοίνυν, τοῦ θείου Παύλου πνευματικὴν τὴν διδασκαλίαν ὁμολογεῖς; {ΕΡΑΝ.} Πάνυγε. {ΟΡΘ.} Καὶ τὸ αὐτὸ πνεῦμα διά τε τῶν εὐαγγελιστῶν διά τε τῶν ἀποστόλων ἐνεργῆσαι λέγεις; {ΕΡΑΝ.} Οὕτω φημί· οὕτω γὰρ παρὰ τῆς ἀποστολικῆς ἐδιδάχθην φωνῆς· "∆ιαιρέσεις, γάρ φησι, χαρισμάτων εἰσί, τὸ δὲ αὐτὸ πνεῦμα." Καὶ πάλιν· "Ταῦτα δὲ πάντα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται." Καὶ αὖθις· "Ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς