5
τὸν Θεὸν, καὶ πάντες ἐπεφώνουν τῷ ψάλλοντι τὸ Ἀλληλούϊα. Ὁπηνίκα δὲ ἡ τοῦ Πνεύματος τοῦ ἁγίου ἀπέστη χάρις πρὸς βραχὺ, τῶν ὀργάνων λοιπὸν μὴ κινουμένων, τὸ τηνικαῦτα εἰκὸς καὶ τὸ διάψαλμα ἔγραφον.
ΨΑΛΜΟΣ Αʹ. Μακάριος ὁ ἀνὴρ ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν. Ἐπεὶ φυσικῶς ὀρεγόμεθα
πάντες τοῦ μακάριοι εἶναι, τέλος ἀγαθοῦ τὸ μακάριον ὁριζόμενοι, πεπλανημένως γε μὴν πολλοὶ τοῦτο μεταδιώκειν ἐν σωμάτων ἡδοναῖς ἡγοῦνται, πλούτους θαυμάζοντες καὶ ἀξιώματα, καὶ τὰς ἐν τῷ παρόντι βίῳ τρυφάς· εἰκότως ὁ λόγος ἐν τούτοις ὅθεν ἐχρῆν τὴν καταρχὴν ἐποιήσατο τῆς κατὰ Θεὸν ὑμνῳδίας, τὸν ἀληθῶς μακάριον καὶ τέλους ἀγαθοῦ τοῦ παρὰ Θεῷ ἠξιωμένον ὑπογράφων. Καὶ ἐνθάδε μὲν διὰ τὸ σπάνιον τῶν πάλαι πρότερον κατορθούντων ἕνα τινὰ μακαρίζει· ὁ δὲ Σωτὴρ ἡμῶν πλείονας ποιῶν μακαρίους, πληθυντικῶς τοὺς μακαρισμοὺς προσφέρεται. Πάντων δὲ πρῶτος αὐτὸς ἂν εἴη ὁ μακαριζόμενος· διὸ καὶ ἐπ' αὐτὸν ἀνοίσει τις τὸν παρόντα ψαλμὸν, ἅτε γενόμενον ἄνδρα τῆς νύμφης αὐτοῦ Ἐκκλησίας· τοῦτο δὲ ἔοικεν ἡ Ἑβραϊκὴ φωνὴ παριστᾷν, καθ' ἣν μακάριος ὁ ἀνὴρ μετὰ τῆς τοῦ ἄρθρου προσθήκης εἴρηται. Καὶ ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ ἔστη, καὶ ἐπὶ καθέδραν λοιμῶν οὐκ ἐκάθισεν. Πρῶτοί εἰσιν οἱ τὴν ψευδώνυμον ἔχοντες γνῶσιν, μηδὲν ἔχοντες ἑστηκὸς, ἀλλ' ἀνεξετάστοις κινούμενοι λογισμοῖς ἐν οἷς ἂν βουληθῶσιν, οἱ ἀσεβεῖς. ∆εύτεροι πάντες οἱ μετὰ γνῶσιν ἀληθείας ἐξαμαρτάνοντες. Οἱ δὲ λοιμοὶ τρίτοι, μὴ μόνον νοσοῦντες, ἀλλὰ καὶ φθοροποιοῦ δι 23.77 δασκαλίας μεταδιδόντες τοῖς ἄλλοις, ἢ κατὰ γνῶσιν ἢ κατὰ πρᾶξιν, ἢ κατ' ἀμφότερα· οἳ καὶ ἐνίδρυνται τῷ κακῷ, τῶν δευτέρων ἑστηκότων ἐν ἁμαρτίαις, τῶν δὲ πρώτων ὁδευόντων ἐν πλάνῃ. Ὁ δὲ πάντων τούτων ἀπηλλαγμένος μακάριος. Ἀλλ' ἢ ἐν τῷ νόμῳ Κυρίου τὸ θέλημα αὐτοῦ, καὶ ἐν τῷ νόμῳ αὐτοῦ μελετήσει ἡμέρας καὶ νυκτός. Ἐπειδὴ πολλή τίς ἐστι διαφορὰ τῶν φόβῳ τιμωριῶν εὖ πράττειν κατηναγκασμένων καὶ τῶν προαιρέσει αὐτὸ τὸ καλὸν αἱρουμένων, διὰ τοῦτό φησι· Ἐν τῷ νόμῳ Κυρίου θέλημα αὐτοῦ. Νόμον δέ φησιν οὐ πάντως τὸν σκιώδη καὶ τυπικὸν νόμον, πολὺ δὲ πρότερον τὸν ἐν αὐτῷ λεληθότα πνευματικὸν λόγον. Εἴη δ' ἂν νόμος Κυρίου καὶ ὁ κατὰ φύσιν πᾶσιν ἀνθρώποις ἐνεσπαρμένος, δι' οὗ κατορθῶσαι λέγονται οἱ πρὸ τοῦ διὰ Μωϋσέως νόμου ἅγιοι· περὶ ὧν φησιν ὁ Ἀπόστολος· Ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα, τὸν γραπτὸν δηλονότι, φύσει τὰ τοῦ νόμου ποιῇ, οὗτοι, νόμον μὴ ἔχοντες, ἑαυτοῖς εἰσι νόμος. Ἢ νόμος Κυρίου εἴη ἂν ὁ πρὸς αὐτοῦ τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν πᾶσι τοῖς ἔθνεσι κατηγγελμένος εὐαγγελικὸς λόγος. Καὶ ἔσται ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων, ὃ τὸν καρπὸν αὐτοῦ δώσει ἐν καιρῷ αὐτοῦ. Ὁ διὰ πάσης τῆς ἑαυτοῦ ζωῆς καὶ ἐν παντὶ καιρῷ νυκτός τε καὶ ἡμέρας τῷ θείῳ σχολάζων νόμῳ, καὶ τοῖς ἐξ αὐτοῦ λογικοῖς νάμασιν ἀρδόμενος, σφόδρα οἰκείως φυτῷ παρ' ὕδασιν ἐῤῥιζωμένῳ παραβέβληται· διὸ καὶ μακάριος ὡς ἀληθῶς οὗτος, ἅτε μάλιστα ποτιζόμενος τοῖς θείοις μαθήμασιν, ὥριμον ἑαυτοῦ τὸν καρπὸν ἀποδίδωσιν. Εἶτ' ἐπειδὴ ξύλον ἐστὶ ζωῆς ὁ τοῦ Θεοῦ Υἱὸς κατὰ τὸν Σολομῶντα φήσαντα περὶ τῆς Σοφίας· Ξύλον ἐστὶ ζωῆς πᾶσι τοῖς ἀντεχομένοις αὐτῆς καὶ τοῖς ἐπερειδομένοις ἐπ' αὐτὴν ὡς ἐπὶ Κύριον ἀσφαλῆ· εἰκότως ὁ μακαριζόμενος τῷ τοῦ Θεοῦ Υἱῷ ἀφωμοίωται τῷ παρὰ τὰς διεξόδους ὄντι τῶν ὑδάτων μαρτυρούμενος καὶ κηρυττόμενος ὑπὸ τῶν τῆς θείας Γραφῆς διδασκάλων καὶ προφητῶν· οἵτινες καὶ ἀφέσεις ὑδάτων παρὰ τῇ θεοπνεύστῳ λέγονται Γραφῇ. Τούτῳ οὖν ἀφωμοίωται ὁ μακαριζόμενος, ἀρδόμενος διεξόδοις τῶν ἀπὸ τῆς θείας Γραφῆς