6
πνευματικῶν ναμάτων, καρπόν τε ἀγαθὸν προφέρων. Καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀποῤῥυήσεται, καὶ πάντα ὅσα ἂν ποιῇ κατευοδωθήσεται. Καὶ τὰ φύλλα δὲ αὐτοῦ, ὡς ἄλλος φησὶν, ἕτερα ὄντα παρὰ τὸν τέλειον καρπὸν, τὰ κατὰ τὸν θνητὸν δηλαδὴ βίον πράγματα, τά τε κατὰ τὴν ἀνθρωπίνην ζωὴν, καθ' ἢν καὶ ὁ τέλειος καρπὸς σκέπτεταί τε καὶ φυλάττεται καὶ οὐκ ἀποῤῥεῖ, μέχρι καὶ τούτων ἀκριβῶς βιοῦν παραφυλαττομένου· διὸ καὶ ἐν πᾶσιν οἷς ἂν ποιῇ ὑπὸ τοῦ Θεοῦ κατευοδωθήσεται. Καὶ ἄλλως ὁ μακάριος διὰ παντὸς ἀρδόμενος ὕδασι λογικοῖς τῆς ἐνθέου διδασκαλίας, καὶ τῆς προσηκούσης γεωργίας κατὰ τὸν παρόντα βίον τυγχάνων ἐν καιρῷ τῷ ἑαυτοῦ δώσει τὸν ἑαυτοῦ καρπόν. Καιρὸς δὲ αὐτοῦ ὁ μέλλων ἐστὶν 23.80 αἰών· ἐπειδὴ τοῦ παρόντος οὐκ ἔστιν οἰκεῖος, ἀλλ' ἀλλότριος· διὸ ἐν ἐκείνῳ τῷ ἑαυτοῦ καιρῷ τῆς ἐνταῦθα γεωργίας ἀποδώσει τῷ Θεῷ τοὺς καρπούς. Καὶ καθ' ἕτερον δὲ τρόπον, ὁ μακαριζόμενος, μεταφυτευθεὶς ἐκ τοῦ θνητοῦ βίου, ἐπαγγελίαν ἕξει ἐν τῷ παραδείσῳ τοῦ Θεοῦ ἔσεσθαι, ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων. Οὐχ οὕτως οἱ ἀσεβεῖς, οὐχ οὕτως, ἀλλ' ἢ ὡσεὶ χοῦς, ὃν ἐκρίπτει ὁ ἄνεμος ἀπὸ προσώπου τῆς γῆς. Ὁ μὲν μακάριος τοιοῦτος οἷον ὁ λόγος διέγραψεν· σπάνιος δὲ οὗτος καὶ ἐν ὀλίγοις εὑρισκόμενος. Πολλοὶ δὲ οἱ ἀσεβεῖς, οἵτινες ὡς μηδὲν ἔχοντες τῷ μακαρίῳ διαβέβληνται. Καρπὸν γὰρ πρόσκαιρον καὶ σκεδαστὸν, καὶ ἀπολλύμενον κτησάμενοι, γεγόνασιν ὡς ὁ χοῦς ὃν ἐκρίπτει ὁ ἄνεμος ἀπὸ προσώπου τῆς γῆς. ∆ιὰ τοῦτο οὐκ ἀναστήσονται ἀσεβεῖς ἐν κρίσει, οὐδὲ ἁμαρτωλοὶ ἐν βουλῇ δικαίων. Κατὰ κοινοῦ τὸ, ἐν βουλῇ δικαίων, ἀκούσεις· ὡς εἶναι τὴν διάνοιαν τοιαύτην· Ἐπεὶ μηδὲν γόνιμον μηδὲ ζωτικὸν, ἀλλ' οὐδὲ καρπὸν Θεοῦ ἄξιον τοῖς δικαίοις παραπλησίως οἱ ἀσεβεῖς προηνέγκαντο, διὰ τοῦτο ἐν τῷ τῆς κρίσεως καιρῷ, οὔτε οἱ ἁμαρτωλοὶ ἐν βουλῇ δικαίων ἀναστήσονται. Ἀντὶ δὲ βουλῆς ὁ μὲν Ἀκύλας καὶ ὁ Θεοδοτίων συναγωγὴν ἡρμηνεύκασι, συνέλευσιν δὲ ὁ Σύμμαχος. Βουλὴν τοίνυν ἡγητέον ἐνταῦθα εἰρῆσθαι τὴν σύνοδον τῶν ἁγίων, ὡς καὶ ἐν ἀρχῇ εἴρηται. Κατὰ δευτέραν διάνοιαν τὴν σύνοδον τῶν ἀσεβῶν δηλοῦσθαι ἐκ τοῦ ἐν βουλῇ ἀσεβῶν. Πλὴν ἀναστήσονται ἐπὶ κολάσει καὶ τιμωρίᾳ· Πᾶν γὰρ τὸ ποίημα ἄξει ὁ Θεὸς εἰς κρίσιν ἐν παντὶ παρεωραμένῳ, ἐάν τε ἀγαθὸν ᾖ, ἐάν τε πονηρόν. Σημείωσαι δὲ, ὅτι πρῶτος ∆αυῒδ καὶ ἀνάστασιν καὶ κρίσιν μετὰ τὴν ἀνάστασιν ἐσομένην, καὶ ἐπαγγελίαν ζωῆς μελλούσης σαφῶς ἐδίδαξε, Μωϋσέως μηδὲν τοιοῦτον παραδεδωκότος. Ὅτι γινώσκει Κύριος ὁδὸν δικαίων, καὶ ὁδὸς ἀσεβῶν ἀπολεῖται. Σημείωσαι καθολικῶς, ὅτι καλὸν μὲν γινώσκεται ὑπὸ Κυρίου, φαῦλον δὲ οὐδὲν οὐδέποτε. Καλὸν γὰρ ὁδὸς δικαίων, καὶ οὐκ εἶπε· Γινώσκει Κύριος ὁδὸν ἀσεβῶν, ἤτοι τῶν ἀπολλυμένων· ἀλλά· Καὶ ἔγνω Κύριος τοὺς ὄντας αὐτοῦ. Ὁδὸς δὲ δικαίων, ὁ εἰπών· Ἐγώ εἰμι ἡ ὁδός· καὶ τό· Ἴδετε ποία ἐστὶν ἡ ὁδὸς ἡ ἀγαθή. Ἐπὶ τούτων ἀναφέρεται.
ΨΑΛΜΟΣ ΤΩ ∆ΑΥΪ∆ Βʹ. Ἐξήγησις ψαλμοῦ βʹ. Ἵνα τί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά; Προφητείαν ἐντίθησι Χριστοῦ παρουσίας προσαγορευτικήν· καὶ ὡς ὑπὸ Ἰουδαίων μὲν ἐπιβουλευθήσεται, κρατήσει δὲ τῶν ἐθνῶν ἁπάντων, καὶ ὡς δι' αὐτοῦ πάντες μακάριοι ἔσονται οἱ πεποιθότες ἐπ' αὐτῷ. Ὁ μὲν οὖν πρῶτος ψαλμὸς ἕνα τινὰ σπανίως σωζόμενον ἐμακάριζεν· ὁ δὲ παρὼν ὁμοῦ πλήθη καλεῖ ἐπὶ τὸν μακαρισμόν· ἐπεὶ καὶ κλῆσιν τῶν ἐθνῶν ἁπάντων περιέχει, καὶ τὰς