9
κατοικοῦντος ἐν οὐρανοῖς Κυρίου, τοῦ πρὸς αὐτῶν πολεμουμένου. Τότε λαλήσει πρὸς αὐτοὺς ἐν ὀργῇ αὐτοῦ, καὶ ἐν τῷ θυμῷ αὐτοῦ ταράξει αὐτούς. Ἀλλὰ καὶ ἐν τῷ τῆς κρίσεως καιρῷ ὀργῆς Θεοῦ πειραθήσονται, καὶ τῷ θυμῷ αὐτοῦ ταραχθήσονται πάντες οἱ τοῦ σωτηρίου λόγου πολέμιοι. Ἐπείπερ αὐτὸς ὁ ὑπ' αὐτῶν προσηλωθεὶς καὶ θανάτῳ παραδοθεὶς, κατοικῶν ἐν οὐρανοῖς καὶ τὰ πάντα περιέχων, ἐκγελάσεται αὐτοὺς, καὶ ὁ τούτου δὲ Πατὴρ ὁ σὺν τῷ Χριστῷ πολεμούμενος ἐκμυκτηριεῖ αὐτοὺς, καὶ τὴν ἀξίαν αὐτοὺς εἰσπράξεται δίκην· εἰ οἱ λόγοι τῶν ἀπειλῶν λόγοι εἰσὶν ἐν ὀργῇ ἀπαγγελλόμενοι. Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ' αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ, διαγγέλλων τὸ πρόσταγμα Κυρίου. Οἵδε μὲν, φησὶ, τάδε πείσονται οἱ κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ συνελθόντες, καὶ τοιοῦτον μὲν ἐκείνων τὸ τέλος· ἐμὲ δὲ τότε μετὰ τὴν τοσαύτην ἐπιβουλὴν καὶ τοσαῦτα πάθη βασιλέα πρὸς αὐτοῦ τοῦ Πατρὸς καθεστάσθαι, καὶ τὸ πατρικὸν ὑμῖν πρόσταγμα διαγγέλλειν· τοῦτο δ' ἂν εἴη τὸ εὐαγγελικὸν κήρυγμα. Εἰ δέ ἐστιν ὄρος ἅγιον Θεοῦ τὸ ἐπουράνιον περὶ οὗ φησιν ὁ Παῦλος· Προσεληλύθατε Σιὼν ὄρει· καὶ πάλιν· Ἡ δὲ ἄνω 23.88 Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἐνταῦθά φησι τὰ βασίλεια αὐτῷ συνεστάναι· μέρος δ' ἂν τῆς ἄνω Ἐκκλησίας καὶ ἡ ἐπὶ γῆς εἰς ἐκεῖνο τέλους καὶ αὐτῇ σπεύδουσα. Ὅπως δὲ ὑπὸ τοῦ Πατρὸς ἐν τῇ ἐπουρανίῳ Σιὼν κατεστάθη βασιλεὺς ὁ Χριστὸς αὐτοῦ, πάρεστι γνῶναι καὶ ἀπὸ τοῦ λέγεσθαι αὐτῷ· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Ποίους δὲ ἐχθροὺς ἢ τοὺς προλεχθέντας, τοὺς δὴ συναχθέντας κατ' αὐτοῦ καὶ παραστάντας ἄρχοντας καὶ βασιλεῖς, καὶ λαοὺς, καὶ ἔθνη; τούτους γὰρ ὑποτάξειν τοῖς αὐτοῦ ποσὶν ὁ Πατὴρ ἐπηγγείλατο. Κύριος εἶπε πρὸς μέ· Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε. Τὸ σήμερον ὄνομα χρόνου ἐστίν· ἰσοδυναμεῖ δὲ τῇ ἐνεστώσῃ ἡμέρᾳ· ἡμέρα δὲ διάστημά τι χρονικόν ἐστι. Τί οὖν φησι πρὸς αὐτὸν ὁ Κύριος· Ἐγὼ σήμερον γεγέννηκά σε; δηλονότι περὶ τῆς χρονικῆς ἔφη γενήσεως τῆς κατ' οἰκονομίαν· περὶ γὰρ τῆς ἀνάρχου φησὶν αὐτὸς ὁ ∆αυΐδ· Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε. Γεννᾶται δὲ σήμερον οὐχὶ ἀρχὴν συστάσεως ἐν τῷ γεννᾶσθαι λαμβάνων, κατὰ δὲ τὴν σαρκικὴν οἰκονομίαν εἰς υἱοθεσίαν ἐλθών. Καὶ ὁ παρ' αὐτοῦ δὲ λαβὼν ἐξουσίαν τέκνον Θεοῦ γενέσθαι, ὅτε γίνεται τέκνον διὰ τοῦ βαπτίσματος ἀναγεννώμενος, ἕτερόν τι πρὸ τοῦ εἶναι τέκνον ὑπάρχων, ἐξευγενίζεται. Ὁ μέντοι γε Ἑβραῖος ἐλέγετο κύριον εἶναι τῆς λέξεως, ἔτεκον, ὅπερ καὶ Ἀκύλας πεποίηκεν. Ὁ δὲ Ἀπόστολος, νομομαθὴς ὑπάρχων, ἐν τῇ πρὸς Ἑβραίους τῇ τῶν Ἑβδομήκοντα ἐχρήσατο. Καὶ ὅτι γε εἰς τὸν ἡμέτερον Σωτῆρα Ἰησοῦν τὸν Χριστὸν, καὶ οὐκ εἰς ἄλλον, πεπλήρωται ταῦτα, παρίστησι· τὸ γάρ· Αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς, οὐδεὶς ἂν ἔχοι φάναι ἐφ' ἑτέρου τῶν πάλαι τοῦ Θεοῦ προφητῶν πεφανερῶσθαι καὶ πεπληρῶσθαι. Οὔτε γὰρ Μωϋσῆς τῶν ἐθνῶν ἁπάντων ἐκράτησεν, οὔτε ∆αυῒδ, οὔτε Σολομὼν, οὔτε τις ἕτερος προφητῶν ἢ βασιλέων τῶν ἐξ αἰῶνος γενομένων· μόνῳ δὲ τῷ ἡμετέρῳ Σωτῆρι ἡ τῶν πραγμάτων ἐνάργεια μαρτυρεῖ· ἐπειδήπερ εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος τῶν ἀποστόλων αὐτοῦ, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν διῆλθεν. Ποιμανεῖς αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ, ὡς σκεύη κεραμέως συντρίψεις αὐτούς. Λαβὼν τὴν κατὰ πάντων ἐξουσίαν, τοὺς προτέρους ἐκείνους τοὺς κατὰ σοῦ φρυάξαντας καὶ κενὰ μελετήσαντας, ἀλλὰ καὶ τοὺς παραστάντας καὶ συναχθέντας κατὰ σοῦ βασιλεῖς τε γῆς καὶ ἄρχοντας ποιμανεῖς, οὐ τῇ τῶν ἡμέρων προβάτων ποιμαντικῇ ῥάβδῳ, τῇ διὰ λόγων καὶ σωτηρίων μαθημάτων· τοιαύτῃ γὰρ λογικῇ ῥάβδῳ τὰ Χριστοῦ πρόβατα ἐν ταῖς μάνδραις αὐτοῦ, ἐν ταῖς Ἐκκλησίαις καὶ ταῖς τῶν ἱερῶν Γραφῶν πνευματικαῖς νομαῖς ποιμαίνεται· ἀλλ' ἐν ῥάβδῳ σιδηρᾷ, 23.89 δι' ἧς συντρίψειν