10
αὐτοὺς, καὶ τὸ οἴημα αὐτῶν κατεάξειν δίκην ἀγγείου ὀστρακίνου λέγεται. Ῥάβδον δὲ σιδηρᾶν τὴν Ῥωμαίων ἀρχὴν εἶναί φησιν, ἐπικρατεστέραν γενομένην μετὰ τὴν τοῦ Σωτῆρος ἡμῶν ἐπιφάνειαν. Ἐξ ἐκείνου γὰρ τῶν κατ' ἔθνη πολυαρχιῶν καὶ τῶν κατὰ χώρας ἐθναρχιῶν καταλυθεισῶν, ἡ Ῥωμαίων ἐμονάρχησε βασιλεία, ἣν καὶ ἡ τοῦ ∆ανιὴλ προφητεία σιδηρᾶν προσεῖπεν, ἐπὶ μὲν τῆς εἰκόνος φήσασα· αἱ κνῆμαι καὶ οἱ πόδες σιδηροῖ, καὶ τὴν ἑρμηνείαν ἐκθεμένη διὰ τοῦ φάναι· Βασιλεία τετάρτη ἔσται ἰσχυρὰ ὡς ὁ σίδηρος· ὃν τρόπον γὰρ ὁ σίδηρος, λεπτυνεῖ καὶ δαμάσει· ἐπὶ δὲ τῆς ὁράσεως τοῦ προφήτου· Καὶ ἰδοὺ, φησὶν, ζῶον τέταρτον φοβερὸν, καὶ οἱ ὀδόντες αὐτοῦ σιδηροῖ, ἐσθίον καὶ λεπτύνον, καὶ τὰ ἐπίλοιπα τοῖς ποσὶν αὐτοῦ συνεπάτει. Ταύτην τοίνυν καὶ ἐπὶ τοῦ παρόντος δηλοῦσθαι φάσκοντος λόγου· Ποιμανεῖς αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ, ὡς σκεύη κεραμέως συντρίψεις αὐτούς. ∆υνάμει γὰρ ἀφανεῖ καὶ ἀοράτῳ παρὰ τοῦ Πατρὸς κλῆρον παραλαβὼν τὰ καθ' ὅλης τῆς οἰκουμένης ἔθνη ὁ Χριστὸς, τοὺς μὲν ἐπεγνωκότας αὐτὸν, καὶ ὑπὸ τὴν αὐτοῦ μάνδραν γενομένους ποιμανεῖ εἰσάγων καὶ ἐξάγων εἰς ἀγαθὰς νομὰς, ὥστε λέγειν τὴν αὐτοῦ ποίμνην (λογικὴ γὰρ ἦν)· Κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει. Εἰς τόπον χλόης ἐκεῖ με κατεσκήνωσεν· ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέ με, τὴν ψυχήν μου ἐπέστρεψε· τοὺς δὲ ἀφηνιῶντας τῶν ἐθνῶν καὶ κατεπαιρομένους τῶν αὐτοῦ προβάτων τῇ ῥάβδῳ τῇ σιδηρᾷ καθυποτάττει δαμάζων καὶ συντρίβων διὰ τῆς Ῥωμαϊκῆς δυναστείας. Οὕτω γοῦν συμβαίνει τῶν ἀπλήστων ἐθνῶν τοὺς θυμοὺς καὶ τὰς ὁρμὰς τὰς κατὰ τῆς Ἐκκλησίας τοῦ Θεοῦ διὰ τῆς Ῥωμαϊκῆς ἀπειλῆς ἀνακρούεσθαι, οὐκ ἂν ἐπιτρεψάντων τῶν κατὰ πόλεις ἀρχόντων τε καὶ δήμων, ἐν μέσοις αὐτῶν συστῆναι τοῦ Χριστοῦ διδασκαλίαν, ἀνατρεπτικὴν τῆς πολυθέου πλάνης αὐτῶν τυγχάνουσαν, εἰ μὴ ὁ Ῥωμαϊκὸς αὐτοῖς ἦν ἐπηρτημένος φόβος, καὶ τὰ συντρίβοντα αὐτοὺς καὶ μὴ ἐῶντα κεφαλὴν ἐπᾶραι διατάγματα τοὺς θυμοὺς αὐτῶν ἐχαλίνου καὶ συνέτριβε. Καὶ ἄλλῃ δὲ θεϊκῇ καὶ ἀποῤῥήτῳ δυνάμει ὁ Χριστὸς τὰ μὲν αὑτοῦ πρόβατα ἡμέρως ποιμαίνει, μηδέποτε ἀναχωρῶν ἀπ' αὐτῶν, καθ' ἣν πεποίηται ἐπαγγελίαν φήσας· Ὅπου ἂν εἶεν δύο ἢ τρεῖς συνηγμένοι ἐν τῷ ὀνόματί μου, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν· καὶ πάλιν· Ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος· τοὺς δ' ἐπανισταμένους αὐτοῦ τῇ ποίμνῃ ἐν τοῖς κατὰ χρόνους διωγμοῖς πάλιν αὐτὸς μετέρχεται ἀφανεῖ καὶ ἀοράτῳ δυνάμει κολάζων ἐν ῥάβδῳ σιδηρᾷ, ἀλλὰ καὶ τὴν ὑπερηφανίαν αὐτῶν καὶ τὸ ἔπαρμα τῆς ἀλαζονείας ὡς σκεύη κεράμια συντρίβει· ὡς ἤδη μυρίους αὐτῶν ὑπὸ τῶν θεηλάτων αὐτοῦ μαστίγων ἐλαυνομένους δοῦναι δόξαν τῷ Θεῷ, καὶ ἐξομολογήσασθαι τὰς δυσσεβείας αὐτῶν. Ὡς σκεύη κεραμέως συντρίψεις αὐτούς· οὐχ ὥστε ἀπολέσαι καὶ ἀναλῶσαι συντρίβει, ἀλλ' ὥστε ἀναπλάσαι· πρὸς τοῦτο γὰρ σκοπὸς τῷ κεραμεῖ συντρίβειν τὰ οἰκεῖα σκεύη, ὅταν ἔτι 23.92 ὑγιῆ καὶ ἀκέραιον σώζῃ τοῦ κεραμέως τὴν διάπλασιν οὐδέπω πυρὶ προσωμιληκότα. Τούτοις δὲ μαρτυρεῖ καὶ ὁ μακάριος Ἱερεμίας ὁ προφήτης, λέγων ὡς ἐκ τοῦ Θεοῦ· Ἢ καθὼς ὁ κεραμεὺς, οὕτως οὐ δυνήσομαι τοῦ ποιῆσαι ὑμῖν, οἶκος Ἰσραὴλ, λέγει Κύριος; τουτέστιν, οὕτω καὶ διαπεσόντας ἀναπλάσαι, καὶ πάλιν εἰς τὸ ἀρχαῖον ἀποκαταστῆσαι. Καὶ νῦν, βασιλεῖς, σύνετε, παιδεύθητε πάντες οἱ κρίνοντες τὴν γῆν. ∆ουλεύσατε τῷ Κυρίῳ ἐν φόβῳ, καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ. ∆ράξασθε παιδείας, μήποτε ὀργισθῇ Κύριος. Τῆς εὐαγγελικῆς δηλονότι νομοθεσίας. Ἐντεῦθεν μεταβατικῶς ὁ λόγος διδασκαλίαν ἐκτίθεται τοῖς ἄρχουσι καὶ τοῖς βασιλεῦσι, τοῖς ὑπὸ τῇ σιδηρᾷ ῥάβδῳ ποιμανθησομένοις, καί φησιν· ὅτι Γνῶντες, ὦ οὗτοι, καὶ συνόντες ὁπόση τις ἡ δύναμις τοῦ παρὰ τοῦ Πατρὸς εἰληφότος τὰ ἔθνη κληρονομίαν, καὶ ὁποία τις τυγχάνει ἡ σιδηρᾶ ῥάβδος ἡ καθ' ὑμῶν ἐπεγειρομένη, παύσασθε πολεμοῦντες αὐτῷ· ἀπολαβόντες δὲ μᾶλλον σύνεσιν ἐπίδοτε