1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

10

οὐκ εἶπε· τοῦτό ἐστιν ἡ θεότης μου· ἀλλά, "Τοῦτό ἐστι τὸ σῶμά μου·" καὶ πάλιν· "Τοῦτό ἐστι τὸ αἷμά μου·" καὶ ἑτέρωθι· "Ὁ δὲ ἄρτος ὃν ἐγὼ δώσω, ἡ σάρξ μού ἐστιν, ἣν ἐγὼ δώσω ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς." {ΕΡΑΝ.} Ἀληθῆ ταῦτα, θεῖα γάρ ἐστι λόγια. {ΟΡΘ.} Εἰ τοίνυν ἀληθῆ, ὥσπερ οὖν ἀληθῆ, σῶμα δήπουθεν εἶχεν ὁ κύριος. {ΕΡΑΝ.} Ἐγὼ γὰρ αὐτὸν ἀσώματον λέγω; {ΟΡΘ.} Ἀλλ' ὁμολογεῖς αὐτὸν ἐσχηκέναι σῶμα. {ΕΡΑΝ.} Ἐγὼ λέγω ὅτι ὁ λόγος σὰρξ ἐγένετο· οὕτως γὰρ ἐδιδάχθην. {ΟΡΘ.} Κατὰ τὴν παροιμίαν, ὡς ἔοικεν, εἰς τετρημένον πίθον ἀντλοῦμεν· μετὰ γὰρ ἐκείνας ἁπάσας τὰς ἀποδείξεις καὶ τὰς τῶν ἀντιθέσεων λύσεις, τοὺς αὐτοὺς λόγους ἀνακυκλεῖς. {ΕΡΑΝ.} Οὐκ ἐμαυτοῦ σοι λόγους, ἀλλ' εὐαγγελικοὺς προσφέρω. {ΟΡΘ.} Ἐγὼ δὲ τῶν εὐαγγελικῶν τὴν ἑρμηνείαν οὐκ ἐκ προφητικῶν σοι καὶ ἀποστολικῶν προσενήνοχα λόγων; {ΕΡΑΝ.} Οὐκ ἀποχρῶσιν ἐκεῖναι τὸ ζητούμενον λῦσαι. {ΟΡΘ.} Καὶ μὴν ἐδείξαμεν ὡς ἀόρατος ὢν ἐφανερώθη διὰ σαρκός. Καὶ αὐτὴν δὲ τῆς σαρκὸς τὴν συγγένειαν παρὰ τῶν θείων ἀνδρῶν ἐδιδάχθημεν. Σπέρματος γὰρ Ἀβραὰμ ἐπελάβετο. Καὶ ὁ δεσπότης 80 θεὸς πρὸς τὸν πατριάρχην ἔφη· "Ἐν τῷ σπέρματί σου εὐλογηθήσεται πάντα τὰ ἔθνη τῆς γῆς." Καὶ ὁ ἀπόστολος· "Πρόδηλον γάρ, ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ κύριος." Καὶ ἑτέρας δὲ πολλὰς τοιαύτας παρηγάγομεν μαρτυρίας. Ἐπειδὴ δὲ καὶ ἑτέρων ἀκοῦσαι ποθεῖς, ἄκουσον τοῦ ἀποστόλου λέγοντος· "Πᾶς γὰρ ἀρχιερεύς, ἐξ ἀνθρώπων λαμβανόμενος, εἰς τὸ προσφέρειν δῶρα καὶ θυσίας καθίσταται." Ὅθεν ἀναγκαῖον ἔχειν τι καὶ τοῦτον ὃ προσενέγκῃ. {ΕΡΑΝ.} ∆εῖξον τοίνυν ὅτι σῶμα λαβὼν προσήνεγκεν. {ΟΡΘ.} Αὐτὸς ὁ θεῖος ἀπόστολος ἐν αὐτῷ γε τῷ χωρίῳ τοῦτο διδάσκει σαφῶς. Μετ' ὀλίγα γὰρ οὕτω φησί· "∆ιὸ εἰσερχόμενος εἰς τὸν κόσμον λέγει· θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, σῶμα δὲ κατηρτίσω μοι." Οὐκ εἶπεν, εἰς σῶμά με μεταβέβληκας, ἀλλά, "σῶμα κατηρτίσω μοι." ∆ηλοῖ δὲ τὴν ὑπὸ τοῦ πνεύματος τοῦ σώματος γεγενημένην διάπλασιν, κατὰ τὴν τοῦ ἀγγέλου φωνήν· "Μὴ φοβηθῇς, γάρ φησι, παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου· τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ πνεύματός ἐστιν ἁγίου." {ΕΡΑΝ.} Σῶμα τοίνυν ἡ παρθένος μόνον ἐγέννησεν. {ΟΡΘ.} Οὐδὲ αὐτήν, ὡς ἔοικε, κατενόησας τῶν συλλαβῶν τὴν συνθήκην ἤπου γε τὴν διάνοιαν. Τὸν γὰρ τῆς συλλήψεως οὐ τὸν τῆς γεννήσεως τρόπον διδάσκει τὸν Ἰωσήφ. Οὐ γὰρ εἶπε, τὸ ἐξ αὐτῆς γεννηθέν, τοῦτ' ἔστι ποιηθὲν ἢ διαπλασθέν, ἐκ πνεύματός ἐστιν ἁγίου. Ἐπειδὴ γὰρ ὁ Ἰωσὴφ ἀγνοῶν τὸ μυστήριον μοιχείαν ὑπώπτευσεν, ἐδιδάχθη σαφῶς τοῦ πνεύματος τὴν διάπλασιν. Ταῦτα διὰ τοῦ προφήτου μηνύων εἴρηκε· "Σῶμα δὲ κατηρτίσω μοι." Πνευματικὸς δέ γε ὢν ὁ θεῖος ἀπόστολος ἡρμήνευσε τὴν πρόρρησιν. Εἰ τοίνυν ἴδιον ἱερέων τὸ δῶρα προσφέρειν, ἱερεὺς δὲ ὁ δεσπότης Χριστὸς κατὰ τὸ ἀνθρώπινον ἐχρημάτισε, προσενήνοχε δὲ οὐκ ἄλλην τινὰ θυσίαν ἀλλὰ τὸ σῶμα τὸ ἑαυτοῦ, σῶμα ἄρα εἶχεν ὁ δεσπότης Χριστός. {ΕΡΑΝ.} Πολλάκις εἶπον, ὡς οὐδὲ ἐγὼ ἀσώματον φανῆναι τὸν θεὸν λόγον φημί· οὐ μὴν δὲ αὐτὸν σῶμα ἀνειληφέναι, ἀλλὰ σάρκα γενέσθαι λέγω. 81 {ΟΡΘ.} Ὡς ὁρῶ, πρὸς τοὺς Βαλεντίνου καὶ Μαρκίωνος καὶ Μάνητος στασιώτας ἔχομεν τὸν ἀγῶνα. Μᾶλλον δὲ οὐδὲ ἐκεῖνοι τραπῆναι εἰς σάρκα τὴν ἄτρεπτον φύσιν εἰπεῖν ἐτόλμησαν πώποτε. {ΕΡΑΝ.} Τὸ λοιδορεῖν Χριστιανῶν ἀλλότριον. {ΟΡΘ.} Οὐ λοιδοροῦμεν, ἀλλ' ἀληθείας ὑπερμαχοῦμεν, καὶ λίαν ἀσχάλλομεν, ὅτι τοῖς ἀναμφιλέκτοις ὡς ἀμφιβόλοις ζυγομαχεῖτε. Ἐγὼ μέντοι τὸ ἀγεννές σου καὶ φιλόνεικον διαλῦσαι πειράσομαι. Ἀπόκριναι τοίνυν, τῶν πρὸς τὸν ∆αβὶδ παρὰ θεοῦ γεγενημένων ὑποσχέσεων εἰ μέμνησαι; {ΕΡΑΝ.} Ποίων; {ΟΡΘ.} Ἃς ἐν τῷ ὀγδοηκοστῷ ὀγδόῳ ψαλμῷ συνήρμοσεν ὁ προφή της. {ΕΡΑΝ.} Πολλὰς οἶδα πρὸς τὸν ∆αβὶδ ἐπαγγελίας γεγενημένας· ποίας οὖν ἐπὶ τοῦ παρόντος ἐπιζητεῖς; {ΟΡΘ.} Τὰς περὶ τοῦ δεσπότου Χριστοῦ. {ΕΡΑΝ.} Αὐτὸς ἀνάμνησον τῶν ῥητῶν· αὐτὸς γὰρ ὑπέσχου προ