11
ἑαυτοὺς τῇ λογικῇ παιδείᾳ. Ὅταν ἐκκαυθῇ ἐν τάχει ὁ θυμὸς αὐτοῦ· μακάριοι πάντες οἱ πεποιθότες ἐπ' αὐτῷ· Ὅτι δὲ μὴ πάθη Θεοῦ ὀργὴ καὶ θυμὸς, ὁ μακάριος ἐδήλωσε Παῦλος εἰπών· Κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν, θησαυρίζεις ἑαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς· δι' ὧν σημαίνει τὴν ἐφ' ἁμαρτίαις κόλασιν εἰρῆσθαι θυμὸν καὶ ὀργήν. Ἐπ' αὐτῷ δὲ, λέγει, πεποιθότες τῷ προφητευομένῳ Χριστῷ διὰ παντὸς τοῦ ψαλμοῦ, οἱ μικρὸν ὕστερον (βραχὺς γὰρ ἅπας ὁ παρὼν βίος) εὑρεθήσονται μακάριοι. Τὸ δὲ λεῖπον τοῖς ἐν τῷ πρώτῳ ψαλμῷ διὰ τούτων ἀπέδωκεν. Οὐ γὰρ ἀρκεῖ μόνον τὸ μὴ πορεύεσθαι ἐν βουλῇ ἀσεβῶν, οὐδὲ τὸ μὴ στῆναι ἐν ὁδῷ ἁμαρτωλῶν καὶ μελετᾷν ἐν τῷ νόμῳ· ἀλλὰ γὰρ δὴ καὶ μὴ διακενῆς μελετᾷν, ἀλλὰ γνῶναι Χριστὸν ἐξ αὐτῶν, καὶ τῆς αὐτοῦ γενέσθαι μερίδος τε καὶ κληρονομίας, καὶ διὰ πίστεως καὶ ἔργων ἐπ' αὐτῷ πεποιθέναι. Εἰκότως ἄρα, μιᾶς οὔσης τῆς διανοίας, συνημμένοι παρ' Ἑβραίοις εἰσὶν οἱ δύο ψαλμοί. ΕΞΗΓΗΣΙΣ ΤΟΥ ΨΑΛΜΟΥ Γʹ.
Ψαλμὸς τῷ ∆αυῒδ, ὁπότε ἀπεδίδρασκεν ἀπὸ προσώπου Ἀβεσσαλὼμ τοῦ υἱοῦ αὐτοῦ.
Ἀναγκαίως τὸν καιρὸν ἐπισημειοῦται, ὡς ἂν ἐφαρμόσοι μὲν τοῖς λεγομένοις τὴν ἀπὸ τῶν Βασιλειῶν ἱστορίαν, καὶ ὡς ἂν μάθοιμεν, ὅτι, μετὰ τὸ ἐξαμαρτῆσαι εἰς τὴν τοῦ Οὐρίου, τοσοῦτον εἰσηνέγκατο μετανοίας καρπὸν, ὡς πάλιν ἐν θείῳ Πνεύματι ψάλλειν. Ἕπεται γὰρ τῇ κατὰ τὸν Οὐρίαν ἱστορίᾳ ἡ τοῦ Ἀβεσσαλὼμ κατὰ τοῦ πατρὸς ἐπανάστασις. Γένοιτο δ' ἂν ἐκ τούτων καὶ ἑτέροις τροπὴ τῆς ἀπὸ προτέρων κακῶν ἐπὶ τὰ κρείττω μεταβολῆς, διδασκαλία τε γνησίας πρὸς τὸν Θεὸν ἐπιστροφῆς. Καὶ ἄλλως δὲ ἴδιον δικαίων ἐστὶ τὸ θλίβεσθαι· διὸ καὶ ὁ Σωτήρ φησιν· Ἐν τῷ κόσμῳ θλίψιν ἔχετε· καὶ στενὴ καὶ τεθλιμμένη ἐστὶν ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν. Κύριε, τί ἐπληθύνθησαν οἱ θλίβοντές με; Πολλοὶ ἐπανίστανται ἐπ' ἐμέ· πολλοὶ λέγουσι τῇ 23.93 ψυχῇ μου· Οὐκ ἔστι σωτηρία αὐτῷ ἐν τῷ Θεῷ αὐτοῦ. Σὺ δὲ, Κύριε, ἀντιλήπτωρ μου εἶ, δόξα μου, καὶ ὑψῶν τὴν κεφαλήν μου. Πάντας διωγμοὺς χρὴ προσδοκᾷν τοὺς κατὰ Θεὸν ζῇν προῃρημένους. Ἐπεὶ κατὰ τὸν Ἀπόστολον· Πάντες οἱ θέλοντες ζῇν εὐσεβῶς ἐν Χριστῷ Ἰησοῦ διωχθήσονται. Ἀλλ' ἐν πᾶσι προσήκει τὰ δεινὰ καρτερῶς ὑπομένειν· ἐπεὶ μηδὲ πρὸς ὀλίγον ἐστὶν ἡμῖν ὁ ἀγὼν, μηδὲ πρὸς μικροὺς, ἀλλὰ πρὸς πλείονας καὶ μεγάλους, οὐ μόνον τοὺς ἐν ἀνθρώποις, ἀλλὰ καὶ τοὺς ἀοράτους ἐχθρούς. Καὶ κατὰ τὸ ῥητὸν δὲ, ∆αυῒδ, ἐκ νέας ἡλικίας ὑπὸ τοῦ Σαοὺλ πολεμηθεὶς, καὶ μετὰ ταῦτα ὑπὸ μυρίων ἄλλων, καὶ τέλος ὑπὸ τοῦ υἱοῦ τῆς βασιλείας ἐλαυνόμενος καὶ φεύγων, ταῦτα κατὰ τὸν καιρὸν τῆς φυγῆς ἔλεγεν. Ἐχθρῶν δέ ἐστι τὸ ἐπεμβαίνειν καὶ ἐπανίστασθαι τοῖς κακοῖς τῶν δι' ἐναντίας· διόπερ καὶ τῷ ∆αυῒδ ἡμαρτηκότι ἐπὶ τῆς τοῦ Οὐρίου πολλοὶ ἐπανίσταντο ἐπιχαιρεσίκακοι ἐχθροί τινες. Πάλαι καὶ ἐκ μακροῦ διὰ φθόνου ὑψοῦται κεφαλὴ τοῦ κατὰ σῶμα μεγεθισμένου, παρὰ τὰς τῶν ὑποδεεστέρων κεφαλὰς κάτω κειμένας. Οὕτω διαναστάσης τῆς τοῦ μακαρίου ψυχῆς καὶ εἰς ἐπίδοσιν ἀναβεβηκυίας τοῦ ὡς ἐν ψυχαῖς μεγέθους, ἡ κεφαλὴ ὑψοῦται Θεοῦ συνεργοῦντος αὐτῇ καὶ πρὸς ἑαυτὸν εἰς οὐρανὸν ἀνάγοντος, τὸν ἐμπαρέχοντα αὐτὸν τῇ πρὸς τὸ ἀνωτάτω ἀκολουθίᾳ. Ἐπεὶ δὲ πολλῷ πλέον τῆς προαιρέσεως τῆς τἀνθρώπου χαρίζεται, νικῶν ἐν τῷ δωρεῖσθαι ὁ εὐεργέτης τὸν κατὰ δύναμιν ποιοῦντα τὸ καλόν· καὶ διὰ τοῦτο παντὸς καλοῦ τὴν αἰτίαν ὁ Παῦλος ἀνατιθεὶς τῷ Θεῷ φησιν· Οὐ τοῦ θέλοντος, οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος Θεοῦ. Ὁ Θεὸς μὲν οὖν καὶ ἡ ἀρετὴ μεγεθύνει, καὶ δι' ὅλων ἐπαινεῖ τὴν τοῦ ἁγίου ψυχήν· κακία δὲ καὶ ἡ συνεργὸς ταύτῃ ἐχθρὰ τοῖς ἀνθρώποις δύναμις, συστέλλει καὶ εἰς στενὸν