12
συνάγει τὴν μὴ ἑπομένην Θεῷ, καὶ οὕτω βραχεῖα γίνεται καὶ κολοβὴ, ὥστε τῆς χύσεως τῆς κακίας ἐπιγινομένης εἰς τὸ μηδὲν, τὴν τοιαύτην ψυχὴν λογισθῆναι κατὰ τὸν Ἡσαΐαν· οἱ γὰρ ἁμαρτάνοντες εἰς οὐδὲν ἐλογίσθησαν. Καὶ ὥσπερ σωμάτων ἐλάχιστόν ἐστιν ὁ χοῦς, οὕτως αἱ πάντη μοχθηραὶ ψυχαὶ, ἐπὶ πολὺ σμικρυνθεῖσαι, εἰσὶν ὡς ὁ χοῦς ὃν ἐκρίπτει ὁ ἄνεμος. Κεφαλὴν δὲ τῆς ψυχῆς νοητέον τὴν διανοητικὴν δύναμιν· ταύτης γὰρ διαφέρουσαν οὐδὲ μέχρι τοῦ ἐπινοῆσαι δυνατόν· εἴ γε καὶ τοῦ σώματος ἡ κεφαλὴ τιμιωτέρα. Αὕτη τοίνυν ἡ νοητικὴ δύναμις, τροπικώτερον κεφαλὴ λεχθεῖσα τῆς ψυχῆς, οἷς μὲν ὕψωται ἄνω βλέπουσα, οὐ μόνον τὴν γῆν, ἀλλὰ καὶ πάντα τὰ σώματα ὑπερκύψασα, ὡς φθάνειν μέχρι Θεοῦ. Παρατηρητέον δὲ τριχῶς τῆς σχέσεως τοῦ Θεοῦ ὑμνουμένης ὑπὸ τοῦ λέγοντος τὴν τάξιν τοῦ πρώτου λεχθέντος, καὶ τοῦ ἑξῆς καὶ τοῦ λοιποῦ. Πρῶτον γάρ φησιν εἶναι τὸν Θεὸν ἀντιλήπτορα αὐτοῦ, ἔπειτα δόξαν, ἔπειτα ὑψοῦντα τὴν κεφαλήν. Καὶ ἡμῖν ἀντιλήπτωρ, καὶ τὸ ὄνομα δηλοῖ ἀντιλαμβανόμενον, ἵνα ῥύσῃ τε ἀπὸ πολλῶν θλιβόντων καὶ ἐπανισταμένων καὶ ἀπογινωσκόντων τὴν τοῦ λέγοντος ταῦτα σωτηρίαν. 23.96 Ἑξῆς δὲ τῷ ἀντιλήπτορι ἡ δόξα ἐστί· πρότερον γὰρ ἀντιλαμβάνεται ὁ Θεὸς, εἶτα δοξάζει καὶ ἑξῆς ὑψοῖ τοῦ δεδοξασμένου τὴν κεφαλήν. Εἰ γὰρ συνηγέρθη Χριστῷ, καὶ τὰ ἄνω φρονεῖ, οὐ τὰ ἐπὶ τῆς γῆς, ὑψωθήσεται αὐτοῦ ἡ κεφαλὴ ἀπὸ τοῦ Κυρίου, ὅς ἐστιν ὁ Λόγος, δόξα ὢν τοῦ χωρήσαντος αὐτὸν, ἣν ἀπὸ τοῦ μόνου ἐξῄτησεν ὁ μὴ λαμβάνων δόξαν παρὰ ἀνθρώπου. Ὅπως δὲ ὑψώθη τοῦ ∆αυῒδ ἡ κεφαλὴ, νοήσεις ἐπιστήσας, ὡς καθ' ὅλης τῆς τῶν ἀνθρώπων οἰκουμένης καὶ ἐν πᾶσι τοῖς ἔθνεσι τὸ τοῦ ∆αυῒδ βεβόηται ὄνομα, διὰ τὸν ἐκ σπέρματος αὐτοῦ κατὰ σάρκα γενόμενον Χριστὸν τὸν τοῦ Θεοῦ Υἱόν· οὐχ οὕτως γὰρ ἐν ἀνθρώποις ὢν, καὶ μόνου τοῦ Ἰσραὴλ βασιλεύων, δεδόξαστο καὶ ὕψωτο, καὶ μάλιστα μετὰ τὴν ἐπανάστασιν τοῦ Ἀβεσσαλὼμ τὴν κατ' αὐτοῦ γενομένην, ὡς διὰ τῆς σωτηρίου θεοφανείας ἐκ σπέρματος αὐτοῦ προελθούσης κατὰ σάρκα. Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, καὶ ἐπήκουσέ μου ἐξ ὄρους ἁγίου αὐτοῦ. Τοῦ ὄρους ἐμνημόνευσε τούτου καὶ ὁ πρὸ τούτου ψαλμὸς, ἐν οἷς ἔλεγεν· Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ' αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ. Ἦν δὲ καὶ ὁ λέγων ἐν ἐκείνοις ταῦτα ὁ Χριστός· καὶ νῦν τοιγαροῦν ἐπακούσεσθαι αὐτοῦ φησιν ὁ ∆αυῒδ ἐξ ὄρους ἁγίου αὐτοῦ. Τίνα δὲ ἐπακούσεσθαι αὐτοῦ, ἀλλ' ἢ τὸν Κύριον τὸν καταστάντα βασιλέα ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ; ∆ιὰ τούτου γὰρ μόνου ἀφέσεως τεύξεσθαι πεπίστευκεν, αὐτὸν δὲ εἶναι δόξαν αὐτοῦ, καὶ τὸν ὑψοῦντα τὴν κεφαλὴν αὐτοῦ. Σφόδρα τοίνυν προειπὼν δοξασθήσεσθαι καὶ ὑψωθήσεσθαι τὴν ἑαυτοῦ κεφαλὴν, ὁπόθεν ὑπῆρξεν αὐτῷ τοῦτο διδάσκει λέγων· Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, καὶ ἐπήκουσέ μου ἐξ ὄρους ἁγίου αὐτοῦ Ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα, ἐξηγέρθην ὅτι Κύριος ἀντιλήψεταί μου. Τὰ μέλλοντα ἐν τούτοις ὡς παρῳχηκότα θεσπίζει· ὡς γὰρ ἐν τῷ δευτέρῳ ἐλέγετο· Ἵνα τί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά; Παρέστησαν καὶ συνέστησαν κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ, ταῦτά τε ἐνοεῖτο μελλητικῶς· οὕτω καὶ νῦν τὸ, Ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα, προφητικῶς εἴρηται, ἀντὶ τοῦ, Κοιμηθήσομαι καὶ ὑπνώσω, καὶ ἐξεγερθήσομαι· ὅτι σὺ Κύριος ἀντιλήπτωρ μου εἶ, δόξα μου καὶ ὑψῶν τὴν κεφαλήν μου. Ἐν τούτῳ γὰρ τὸν καιρὸν ἐπισημαίνεται καθ' ὃν ὑπάρξει αὐτῷ ταῦτα. Μετὰ γὰρ τὸ κοιμηθῆναι αὐτὸν ἐξεγερθήσεται, φησὶν, ὅτι Κύριος ἀντιλήψεται αὐτοῦ. Κοίμησιν δὲ σημαίνει τὸν θάνατον, μεθ' ὃν ταῦτα ἔσεσθαι περὶ αὐτοῦ προφητεύει, ἀναπέμπων ἐπὶ τὸν χρόνον τῆς τοῦ Σωτῆρος παρουσίας, μεθ' ὃν τέλους ἔτυχεν ἡ προφητεία· ὅτε καὶ μέχρις ᾅδου καταβὰς ὁ Υἱὸς τοῦ ἀνθρώπου ὁ Χριστὸς, καὶ τῶν ἐκεῖ προσδοκώντων ἄφιξιν Σωτὴρ ἐπεδείχθη, ὡς ἅμα τῇ αὐτοῦ ἐκ νεκρῶν ἀναστάσει πολλὰ σώματα τῶν ἁγίων τῶν κεκοιμημένων συναναστῆναι αὐτῷ,