1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

12

ἐδέξατο. Ὁ δὲ δεσπότης θεός, οὐ μόνον τὸ σπέρμα τοῦ ∆αβὶδ εἰς τὸν αἰῶνα τηρήσειν, ἀλλὰ καὶ τὴν βασιλείαν ἀκατάλυ τον φυλάξειν ὑπέσχετο. "Οἰκοδομήσω, γὰρ ἔφη, εἰς γενεὰν καὶ γενεὰν τὸν θρόνον σου." Ὁρῶμεν δὲ αὐτοῦ καὶ τὸ γένος φροῦδον, καὶ τὴν βασιλείαν δεξαμένην τὸ πέρας. Καὶ ταῦτα δὲ ὁρῶντες ἴσμεν τοῦ θεοῦ τῶν ὅλων τὸ ἀψευδές. {ΕΡΑΝ.} ∆ῆλον ὡς ἀψευδὴς ὁ θεός. {ΟΡΘ.} Εἰ τοίνυν ἀληθὴς ὁ θεός, ὥσπερ οὖν ἀληθής, ὑπέσχετο δὲ τῷ ∆αβὶδ καὶ τὸ γένος εἰς τὸν αἰῶνα φυλάξειν καὶ τὴν βασιλείαν ἀδιά δοχον τηρήσειν, οὔτε δὲ τὸ γένος ὁρῶμεν οὔτε τὴν βασιλείαν (ἀμφό τερα γὰρ ἐπαύσατο), πῶς πείσομεν τοὺς ἀντιλέγοντας ὡς ἀψευδὴς ὁ θεός; {ΕΡΑΝ.} Ἀραρότως ἡ προφητεία τὸν δεσπότην κηρύττει Χριστόν. {ΟΡΘ.} Ἐπεὶ τοίνυν συνωμολόγησας, δεῦρο δὴ καὶ τὰ μέσα τοῦ ψαλμοῦ κοινῇ διασκοπήσωμεν· εἰσόμεθα γὰρ σαφέστερον τῆς προφη τείας τὸν νοῦν. {ΕΡΑΝ.} Ἡγοῦ τῆς ἐρεύνης· ἕψομαι γὰρ ἰχνηλατήσων κἀγώ. 84 {ΟΡΘ.} Πολλὰ περὶ τοῦδε τοῦ σπέρματος ὑποσχόμενος ὁ θεός, ὡς καὶ κατὰ θάλατταν καὶ κατὰ γῆν κρατήσει, καὶ τῶν ἐπὶ γῆς βασιλευόν των ὑπέρτερος ἔσται, καὶ πρωτότοκος τοῦ θεοῦ κληθήσεται, καὶ τὸν θεὸν σὺν παρρησίᾳ καλέσει πατέρα, καὶ ταῦτα προστέθεικεν· "Εἰς τὸν αἰῶνα φυλάξω αὐτῷ τὸ ἔλεός μου καὶ ἡ διαθήκη μου πιστὴ αὐτῷ· καὶ θήσομαι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τὸ σπέρμα αὐτοῦ καὶ τὸν θρόνον αὐτοῦ ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ." {ΕΡΑΝ.} Ὑπὲρ φύσιν ἀνθρωπείαν ἡ ἐπαγγελία. Τὸ ἀνώλεθρον γὰρ καὶ αἰώνιον ἔχει καὶ ἡ ζωὴ καὶ ἡ τιμή, οἱ δὲ ἄνθρωποι πρόσκαιροι. Ἥ τε γὰρ φύσις ὀλιγόβιος, καὶ ἡ βασιλεία κἂν τῇ ζωῇ πολλὰς ἔχει καὶ ἀντιστρόφους μεταβολάς. Τοιγάρτοι μόνῳ προσήκει τῷ σωτῆρι Χριστῷ τῆς ἐπαγγελίας τὸ μέγεθος. {ΟΡΘ.} Ἴθι τοιγαροῦν καὶ πρὸς τὰ λοιπά. Βεβαιοτέρα γάρ σοι πάντως ἡ περὶ τούτου δόξα γενήσεται. Λέγει γὰρ πάλιν ὁ τῶν ὅλων θεός· "Ἅπαξ ὤμοσα ἐν τῷ ἁγίῳ μου, εἰ τῷ ∆αβὶδ ψεύσομαι. Τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μενεῖ, καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου, καὶ ὡς ἡ σελήνη κατηρτισμένη εἰς τὸν αἰῶνα." Καὶ τὸ ἀληθὲς τῆς ἐπαγγελίας δεικνὺς ἐπήγαγε· "Καὶ ὁ μάρτυς ἐν οὐρανῷ πιστός." {ΕΡΑΝ.} Χρὴ τοῖς παρὰ τοῦ πιστοῦ μάρτυρος ἐπηγγελμένοις ἀνεν δοιάστως πιστεύειν. Εἰ γὰρ ἀνθρώποις ἀληθεύειν ὑπειλημμένοις, κἂν μὴ βεβαιώσωσιν ὅρκῳ τοὺς λόγους, πιστεύειν εἰώθαμεν, τίς οὕτως ἐμβρόντητος ὡς ἀπιστῆσαι τῷ ποιητῇ τοῦ παντὸς ὅρκον ἐπιτιθέντι τοῖς λόγοις; Ὁ γὰρ τοῖς ἄλλοις ἀπαγορεύων ὀμνύναι, τὸ ἀμετάθετον τῆς βουλῆς αὑτοῦ, καθά φησι καὶ ὁ ἀπόστολος, ἐμεσίτευσεν ὅρκῳ, "Ινα διὰ δύο πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύνατον ψεύσασθαι θεόν, ἰσχυρὰν παράκλησιν ἔχωμεν οἱ καταφυγόντες κρατῆσαι τῆς προκειμένης ἐλπίδος." {ΟΡΘ.} Εἰ τοίνυν ἀναμφιλέκτως ἀληθὴς ἡ ὑπόσχεσις, οὐχ ὁρῶμεν δὲ παρὰ Ἰουδαίοις οὔτε τὸ γένος οὔτε τὴν βασιλείαν τοῦ προφήτου ∆αβίδ, πιστεύσωμεν ἀριδήλως τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν σπέρμα τοῦ ∆αβὶδ κατὰ τὸ ἀνθρώπινον ὀνομάζεσθαι. Αὐτὸς γὰρ ἔχει καὶ τὴν ζωὴν καὶ τὴν βασιλείαν αἰώνιον. 85 {ΕΡΑΝ.} Οὐκ ἐνδοιάζομεν, ἀλλ' οὕτω ταῦτ' ἔχειν ὁμολογοῦμεν. {ΟΡΘ.} Ἀπόχρη μὲν οὖν καὶ ταῦτα δεῖξαι σαφῶς τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν ἣν ἀνείληφεν ἐκ σπέρματος ∆αβὶδ ἀνθρωπότητα. Ἵνα δὲ τῇ τῶν πλειόνων μαρτυρίᾳ πᾶσαν διχόνοιαν ἐξελάσωμεν, ἀκούσω μεν τοῦ θεοῦ διὰ τῆς τοῦ Ἡσαΐου τοῦ προφήτου φωνῆς τῶν πρὸς τὸν ∆αβὶδ ὑποσχέσεων μνημονεύοντος. "∆ιαθήσομαι, γάρ φησιν, ὑμῖν διαθήκην αἰώνιον." Καὶ δεικνὺς τὸν νομοθέτην ἐπήγαγε· "Τὰ ὅσια ∆αβὶδ τὰ πιστά." Ἐπειδὴ γὰρ ταῦτα τῷ ∆αβὶδ ὑπισχνούμενος ἔφη, "Καὶ ὁ μάρτυς ἐν οὐρανῷ πιστός," ἀναμιμνήσκων αὐτοὺς ταυτησὶ τῆς φωνῆς εἴρηκε, "Τὰ ὅσια ∆αβὶδ τὰ πιστά," διδάσκων ὡς αὐτὸς καὶ τῷ ∆αβὶδ ὑπέσχετο, καὶ διὰ τοῦ Ἡσαΐου ἐφθέγξατο, καὶ περανεῖ τὴν ὑπόσχεσιν. Καὶ τὰ ἑξῆς δὲ τῆς προφητείας τούτοις ἐστὶ συνῳδά. Λέγει γάρ· "Ἰδοὺ μαρτύριον ἐν ἔθνεσι δέδωκα αὐτόν,