13
ἐν οἷς εἰκὸς εἶναι καὶ τὴν τοῦ ∆αυῒδ ψυχήν. Θαρσῶν δὲ τῇ δυνάμει τῆς ἀναστάσεως τοῦ 23.97 Σωτῆρος, δι' ἧς ἤμελλε καὶ αὐτὸς κοιμηθεὶς ἐξεγερθήσεσθαι, φησίν· Οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ τῶν κύκλῳ συνεπιτιθεμένων μοι. Προεώρα γὰρ ὅτι μυριάδες ἀντικειμένων δυνάμεων βουλήσονται ἐπισχεῖν τὴν τῶν ἁγίων ἀναβίωσιν, διαφθονούμεναι τῇ αὐτῶν σωτηρίᾳ· ὧν ἐγὼ, φησὶν, λόγον οὐδένα ποιήσομαι, θαῤῥῶν τῷ ὑπερασπιστῇ μου, τῷ τοῦ θανάτου νικητῇ· ὃς δὴ θύρας χαλκὰς συντρίψας καὶ μοχλοὺς σιδηροῦς συνθλάσας, τὰς ἐξ αἰῶνος ἀποκεκλεισμένας τοῦ θανάτου πύλας ἀνέῳξεν· ὁδόν τε ἀναστάσεως παρέσχε τοῖς αὐτόθι γνωρίμοις αὐτοῦ, ὧν εἷς αὐτῶν ἦν ὁ ∆αυΐδ. ∆ιὸ ἐν ἑτέρῳ ψαλμῷ ἔλεγεν· Ἐγνώρισάς μοι ὁδοὺς ζωῆς· πληρώσεις με εὐφροσύνης μετὰ τοῦ προσώπου σου. Ἀνάστα, Κύριε, σῶσόν με, ὁ Θεός μου. Ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως· ὀδόντας ἁμαρτωλῶν συνέτριψας. Τοῦ Κυρίου ἡ σωτηρία, καὶ ἐπὶ τὸν λαόν σου ἡ εὐλογία σου. Πιστεύσας τῇ προγνώσει τῆς γενησομένης αὐτῷ μετὰ τὴν κοίμησιν τουτέστι τοῦ θανάτου διὰ τῆς σωτηρίου χάριτος καὶ εὐεργεσίας· ὅτι τε οὐκ ἄλλως ἔσται ἢ σὺν τῇ αὐτοῦ τοῦ Σωτῆρος ἀναστάσει, ἀκολούθως εὔχεται ἐπιταχῦναι τοῦ Κυρίου τὴν ἀνάστασιν, ὅπως δι' αὐτῆς τύχῃ καὶ αὐτὸς τῆς σωτηρίας· διό φησιν· Ἀνάστα, Κύριε, σῶσόν με, ὁ Θεός μου. Νικητὴν δὲ τὸν Σωτῆρα εἰδὼς πάντων τῶν ἐπιβουλῶν τοῦ τῶν ἀνθρώπων γένους, δαιμόνων πονηρῶν καὶ δυνάμεων ἀντικειμένων, φησίν· Ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως. Οὕτως τὸ Ἑβραϊκὸν οὐκ ἔχει, ματαίως, ἀλλὰ, σιαγόνα· οἱ δὲ Ἑβδομήκοντα, ματαίως, ἐξέδωκαν, ἢ κατὰ τὰ ἀρχαῖα ἀντίγραφα ἑτέρως ἐσχηκότα, καθά φασί τινες τῶν Ἑβραίων, ἢ τῆς λέξεως τὸ εὐτελὲς ἀποφεύγοντες. Οἱονεὶ δὲ κοιμώμενον δεικνὺς τὸν Θεὸν, ὅτε πείρας ἕνεκα παρέδωκεν ἡμᾶς ταῖς ἀντικειμέναις δυνάμεσι, διανίστησιν αὐτόν. Τάχα δὲ καὶ ὅτε τὸν Σωτῆρα ὑπὲρ ἡμῶν πάντων παρέδωκεν, ἐκάθευδεν αὐτῷ ὁ Πατήρ· Ἀνίσταται δὲ σώζων αὐτὸν πατάσσων αὐτοῦ τοὺς ἐχθροὺς, ἢ τοὺς Ἰουδαίους, ἢ τοὺς νοητοὺς ἀλόγως ἐχθραίνοντας. Μετὰ γὰρ τῶν μισούντων ὁ ἅγιός ἐστιν εἰρηνικὸς, ἀγαπῶν τοὺς ἐχθρούς· ἀνθρωπινότερον ὁ μὴ ματαίως ἐχθραίνων ἀμύνεσθαι θέλει· θεοσεβέστερον δὲ διὰ τὸ ἀληθεύειν Ἔφη γὰρ ὁ Παῦλος· Ἐχθρὸς ὑμῖν γέγονα ἀληθεύειν ὑμῖν· Ὁποῖον καὶ ἐν Ψαλμοῖς τὸ, Οὐχὶ τοὺς μισοῦντάς σε, Κύριε, ἐμίσησα; Ἀλλ' οὐκ ἐπιβουλευτικὴν ἔχθραν νοητέον, ἀλλὰ κωλυτικὴν, χεομένης κακίας εἰς πολλούς. ∆ι' ἑαυτοῦ γὰρ ἢ καὶ δι' ἄλλου χρὴ τὴν δυνατὴν προσάγοντα βοήθειαν θεραπεύειν· ἢ τὸ τελευταῖον εὔχεσθαι περὶ τοῦ κολασθῆναι τὴν μοχθηρὰν ἕξιν, ἤγουν ἐκριζωθῆναι ἀπὸ τοῦ ἔχοντος· οὗ διδακτικὸν καὶ τό, Προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων, καὶ τὸ, Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν. Ὁ δὲ μὴ ψιλῶς ἀγαπῶν, καὶ περὶ τὸ καλῶς γενέσθαι αὐτῷ 23.100 συνεργεῖ, καὶ τὸ ἐν ἑβδόμῳ δὲ ψαλμῷ λεγόμενον· Εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσί μοι κακὰ, ἀποπέσοιμι ἄρα ἀπὸ τῶν ἐχθρῶν μου κενὸς, σαφῶς διδάσκει μηδένα μισεῖν. Πῶς οὖν εἴρηται· Οὐχὶ τοὺς μισοῦντάς σε, Κύριε, ἐμίσησα; Μᾶλλον δὲ τίς ἐστιν οὕτως ἄθεος, ὡς μισεῖν ὃν ἡγεῖται Θεόν; ∆ῆλον οὖν, ὡς οἱ μισοῦντες καὶ καταθεματίζοντες Ἰησοῦν μισοῦσι τὸν Θεόν· Ὁ γὰρ ἐμὲ, φησὶ, δεχόμενος δέχεται τὸν ἀποστείλαντά με· καὶ, Ὁ ὁμολογῶν τὸν Υἱὸν, καὶ τὸν Πατέρα ἔχει· οὐκοῦν καὶ ὁ μισῶν τὸν Υἱὸν, καὶ τὸν Πατέρα μισεῖ. Καὶ πᾶς δὲ ἁμαρτάνων μισεῖ τὸν Θεόν· μισεῖ γὰρ σοφίαν καὶ δικαιοσύνην, ἅπερ ἐστὶ Χριστός. Καὶ τί θαυμαστὸν, ὅπου ἑαυτὸν ὁ ἁμαρτάνων μισεῖ; Κατὰ γὰρ Σολομῶντα· Ὁ ἀπωθούμενος παιδείαν μισεῖ ἑαυτόν. Οὐκοῦν ὁ μισῶν τοὺς μισοῦντας τὸν Θεὸν πλὴν λογίων τῶν εὐσεβεστάτων πάντας μισήσει καὶ ἑαυτὸν ἁμαρτάνοντα. Ὥστε οὐ ζῶα νομιστέον τὰ μισοῦντα τὸν Θεὸν, ἀλλὰ τοῖς λογικοῖς κακὰ συμβεβηκότα, οἷον ἡ ἀδικία· καὶ ὁ ἄδικος καθὸ ἄδικος μισεῖ τὸν Θεὸν, τῆς ἐν αὐτῷ