14
ἀδικίας τοῦτο ποιούσης. Καὶ δεῖ ταῦτα μισεῖν ἐχθρὰ τυγχάνοντα προηγουμένως ἡμῶν. Καὶ ὥσπερ ἀπὸ τελειότητος ἔρχεται δικαιοσύνη καὶ σωφροσύνη, οὕτω καὶ τὸ τοιόνδε μῖσος. Οὐκοῦν πᾶς ἐχθραίνων τινὶ ματαίως ἐχθραίνει· ὃ δὴ προὔκειτο δεῖξαι. Τοιοῦτόν ἐστι καὶ τὸ, Ἐμίσησάν με δωρεάν. Ἀλλὰ καὶ διὰ τοὺς ἀνωτέρω εἰρηκότας τῇ ψυχῇ αὐτοῦ, Οὐκ ἔστι σωτηρία αὐτῷ ἐν τῷ Θεῷ αὐτοῦ, νῦν φησιν· Ὀδόντας ἁμαρτωλῶν συνέτριψας, τουτέστι τοὺς λόγους καὶ τὰς κατ' ἐμοῦ βλασφημίας περιεῖλας· ἀλλὰ καὶ αὐτοὺς τοὺς κατ' ἐμοῦ τὰ τοιαῦτα φθεγξαμένους, ἀσεβεῖς ὄντας καὶ ἐπιχαιρεσικάκους, συνέτριψας, καὶ τὰς φωνὰς αὐτῶν κατῄσχυνας. Καὶ οὐ μόνον γε ἐμοὶ μετὰ τὸ κοιμηθῆναι καὶ ἀναστῆναι παρέσχου, ἀλλὰ καὶ παντὶ τῷ μέλλοντι χρηματίζειν σου λαῷ. Τηρητέον δὲ, ὡς, ἀντὶ τοῦ Σωτηρία, ἡ Ἑβραϊκὴ φωνὴ τὸ τοῦ Ἰησοῦ ὄνομα παρείληπται· καὶ δὴ τὸ συμπέρασμα τοῦ παντὸς δύο περιέχει διδασκαλίας· ὅτι τε ἡ τοῦ Κυρίου δύναμις σωτήριός ἐστι, καὶ ὅτι αὐτὸς τῷ αὐτοῦ λαῷ, τῷ δι' αὐτοῦ σεσωσμένῳ, τὴν εὐλογίαν παρέξει, Εὐλογία δὲ πάντως πνευματικὴ κατὰ τὸν Ἀπόστολον εἰπόντα· Εὐλογητὸς ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ὁ εὐλογήσας ἡμᾶς ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ. Ἔνθεν ἐπὶ τῆς τοῦ Σωτῆρος γενέσεως λέλεκται τῷ Ἰωσὴφ ὑπὸ τοῦ ἀγγέλου· Καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ, οὓς καὶ μακαρίους ὁ λόγος ἔφασκε. Ταῦτα μὲν οὖν τις κατὰ θεωρίαν τῶν προκειμένων. Εἴποι δ' ἄν τις καὶ πρὸς λέξιν πεπληρῶσθαι αὐτά· προλεχθέντα μὲν ὑπὸ τοῦ ∆αυῒδ προφητικῶς ἐν καιρῷ τῆς περι 23.101 στάσεως, ὁπηνίκα ὁ υἱὸς ἐδίωκεν αὐτὸν, ἐπὶ πέρας δὲ ἠγμένα μετ' οὐ πολὺ, ὅτε ἐν τῇ τοῦ πολέμου συμβολῇ πίπτει μὲν ὁ Ἀβεσσαλὼμ, πίπτουσι δὲ καὶ οἱ τὰ φίλα αὐτῷ φρονοῦντες· κρατεῖ δὲ ἡ τοῦ ∆αυῒδ πρόῤῥησις ἡ φήσασα· Ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως· ὀδόντας ἁμαρτωλῶν συνέτριψας. Τοῦ Κυρίου ἡ σωτηρία, καὶ ἐπὶ τὸν λαόν σου ἡ εὐλογία σου. Ἐλέγετο γοῦν ταῦτα προφητικῶς, ὡς ἂν ἤδη τοῦ λαοῦ σεσωσμένου, καὶ ὑπὸ τοῦ ∆αυῒδ γενημένου.
ΕΞΗΓΗΣΙΣ ΨΑΛΜΟΥ ∆ʹ. Εἰς τὸ τέλος ἐν ψαλμοῖς ᾠδὴ τῷ ∆αυΐδ.
Εἰς τὸ τέλος ἐν ὕμνοις ψαλμὸς τῷ ∆αυΐδ. Ὥσπερ πάσης τέχνης καὶ ἐπιστήμης τέλος ἐστὶν ......... καταντῆσαι τὸν μετερχόμενον· οὕτω πάσης λογικῆς φύσεως, τὸ ἐν Χριστῷ ζωοποιηθῆναι τέλος ἐστὶν, ὡς ἐν τῇ πρώτῃ πρὸς Κορινθίους ὁ Παῦλός φησι λέγων τῷ ἰδίῳ τάγματι· ∆οκεῖ μη ......... εν ὑπογράφειν ἁπάντων, ὡς αἱ ἑκάστου ζωοποιουμένου πρὸς τὴν ἀξίαν μετὰ βασάνους. Ἢ καὶ τούτων χωρὶς ζωοποιήσας δὲ πάντας Χριστὸς ἐν ἑαυτῷ τοὺς τῷ Ἀδὰμ ἀποθνήσκοντας βασιλεύει τῶν ζωοποιηθέντων· ἐφ' ὃ παρεκάλει τοὺς συνιέντας ἡ εἰς τὸ τέλος ἐπιγραφή. Παντὶ δὲ ἀγωνιζομένῳ τέλος ἡ νίκη. Πολλαὶ μὲν οὖν αἱ κατὰ μέρος νίκαι, καὶ τέλος ἢ ποτὲ μὲν λέγοντος Παύλου· Ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς· ποτὲ δέ· Τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι ὁ Κύριος. Οἱ οὖν ἐπιγεγραμμένοι εἰς τὸ τέλος τῷ ∆αυῒδ, τέλος καὶ νίκην ἀπαγγέλλουσι τοῦ Χριστοῦ λεγομένου ∆αυΐδ· καὶ ἀντὶ τοῦ, εἰς τέλος, κατὰ τὸν Ἀκύλαν, νικοποιοῦ. Παντὶ γὰρ νενικημένῳ περιποιήσεται νίκην. Ὑπὸ Χριστοῦ γάρ τις νικώμενος, τὴν κακίαν νενίκηκε, ταύτην ἐξαφανίζων τῷ ὑποτετάχθαι Χριστῷ. Νικᾷ γὰρ οὐκ ἄκοντας, ἀλλὰ πείθων ὡς λόγος Θεοῦ. Τοὺς δὲ τοιούτους ὕμνους ἢ ψαλμοὺς, εἰς τὸ νῖκος, Θεοδοτίων ἐπέγραψε· Σύμμαχος δὲ, ἐπινικίους. Οὕτω δὲ νοεῖν