1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

14

χορὸς ἐκ σπέρματος ∆αβὶδ βεβλαστηκέναι κατὰ σάρκα ἔφη τὸν δεσπότην Χριστόν. {ΟΡΘ.} Οὐδὲν ἐπήγγειλας δυσχερές, ἀλλὰ καὶ λίαν εὐπετές τε καὶ ῥᾴδιον. Ἄκουσον τοίνυν τοῦ πρώτου τῶν ἀποστόλων βοῶντος, ὅτι "Προφήτης ὢν ὁ ∆αβὶδ καὶ εἰδώς, ὅτι ὅρκῳ ὤμοσεν αὐτῷ ὁ θεὸς ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ ἀναστήσειν τὸ κατὰ σάρκα τὸν Χριστὸν καθίσαι ἐπὶ τοῦ θρόνου αὐτοῦ, προϊδὼν ἐλάλησε περὶ τῆς ἀναστάσεως αὐτοῦ, ὅτι οὔτε ἐγκατελείφθη εἰς ᾅδου ἡ ψυχὴ αὐτοῦ οὔτε ἡ σὰρξ αὐτοῦ εἶδε διαφθοράν." Ἐκ τούτων διαγνῶναί σοι δυνατόν, ὅτι καὶ ἐκ σπέρματος ∆αβὶδ κατὰ σάρκα βεβλάστηκεν ὁ δεσπότης Χριστός, καὶ οὐ σάρκα μόνην, ἀλλὰ καὶ ψυχὴν εἶχεν. {ΕΡΑΝ.} Τίς ἕτερος ταῦτα τῶν ἀποστόλων ἐκήρυξεν; {ΟΡΘ.} Ἤρκει μὲν καὶ μόνος ὁ μέγας Πέτρος τῇ ἀληθείᾳ συμμαρτυ ρῶν· καὶ γὰρ ὁ δεσπότης παρὰ τούτου μόνου τὴν τῆς εὐσεβείας ὁμολογίαν δεξάμενος, ἐβεβαίωσε ταύτην τῷ ἀοιδίμῳ μακαρισμῷ Ἐπειδὴ δὲ καὶ ἑτέρων τοῦτο κηρυττόντων ἀκοῦσαι ποθεῖς, ἄκουσον ἐν Ἀντιοχείᾳ τῆς Πισιδίας Παύλου καὶ Βαρνάβα δημηγορούντων. Οὗτοι γὰρ τοῦ ∆αβὶδ μνημονεύσαντες ταῦτα ἐπήγαγον· "Τούτου ὁ θεὸς ἀπὸ τοῦ σπέρματος κατ' ἐπαγγελίαν ἤγειρε τῷ Ἰσραὴλ σωτῆρα Ἰησοῦν," καὶ τὰ ἑξῆς. Καὶ Τιμοθέῳ δὲ ἐπιστέλλων ὁ θεσπέσιος Παῦλος καὶ ταῦτα τέθεικε· "Μνημόνευε Ἰησοῦν Χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν ἐκ σπέρματος ∆αβίδ, κατὰ τὸ εὐαγγέλιόν μου." Καὶ 88 Ῥωμαίοις γράφων εὐθὺς ἐν τῷ προοιμίῳ τῆς ∆αυϊτικῆς ἐμνημόνευσε συγγενείας. Ἔφη δὲ οὕτως· "Παῦλος δοῦλος Ἰησοῦ Χριστοῦ, κλητὸς ἀπόστολος, ἀφωρισμένος εἰς εὐαγγέλιον θεοῦ, ὃ προεπηγγείλατο διὰ τῶν προφητῶν αὑτοῦ ἐν γραφαῖς ἁγίαις, περὶ τοῦ υἱοῦ αὑτοῦ τοῦ γενομένου ἐκ σπέρματος ∆αβὶδ κατὰ σάρκα." {ΕΡΑΝ.} Συχναὶ μὲν αἱ ἀποδείξεις καὶ ἀληθεῖς. Εἰπὲ δέ μοι, τί δήποτε τὰ ἑξῆς τῆς μαρτυρίας παρέλιπες; {ΟΡΘ.} Ὅτι περὶ τῆς ἀνθρωπότητος, ἀλλ' οὐ περὶ τῆς θεότητος ἀμφιβάλλεις. Εἰ δέ γε περὶ τῆς θεότητος ἠμφισβήτεις, περὶ ταύτης ἄν σοι τὰς ἀποδείξεις προσήνεγκα. Πλὴν ἀρκεῖ τὸ φάναι "κατὰ σάρκα" παραδηλῶσαι τὴν σεσιγημένην θεότητα. Κοινοῦ γὰρ ἀνθρώ που διδάσκων συγγένειαν, οὐ λέγω, τοῦ δεῖνος ὁ δεῖνα κατὰ σάρκα υἱός, ἀλλ' ἁπλῶς υἱός. Οὕτω καὶ ὁ θεῖος εὐαγγελιστὴς τὴν γενεαλογίαν συνέγραψεν· "Ἀβραάμ, γάρ φησιν, ἐγέννησε τὸν Ἰσαάκ," καὶ οὐ προστέθεικε κατὰ σάρκα, μόνον γὰρ ἄνθρωπος ὑπῆρχεν ὁ Ἰσαάκ. Παραπλησίως δὲ καὶ τῶν ἄλλων ἐμνημόνευσεν· ἄνθρωποι γὰρ ἦσαν οὐδὲν ἔξω τῆς φύσεως ἔχοντες. Περὶ μέντοι τοῦ δεσπότου Χριστοῦ διαλεγόμενοι τῆς ἀληθείας οἱ κήρυκες, καὶ τοῖς ἀγνοοῦσιν ἐπιδεικνύν τες τὴν κάτω συγγένειαν, τὸ κατὰ σάρκα συνάπτουσι, ταύτῃ σημαί νοντες τὴν θεότητα καὶ διδάσκοντες ὡς οὐκ ἄνθρωπος μόνον, ἀλλὰ καὶ θεὸς προαιώνιος ὁ δεσπότης Χριστός. {ΕΡΑΝ.} Πολλὰς μὲν καὶ ἀποστολικὰς καὶ προφητικὰς παρήγαγες μαρτυρίας· ἐγὼ δὲ τῷ εὐαγγελιστῇ πείθομαι λέγοντι, "Ὁ λόγος σὰρξ ἐγένετο." {ΟΡΘ.} Κἀγὼ πείθομαι τῇ θείᾳ ταύτῃ διδασκαλίᾳ, νοῶ δὲ αὐτὴν εὐσεβῶς, ὅτι σάρκα λαβὼν καὶ ψυχὴν λογικὴν λέγεται γεγενῆσθαι σάρξ. Εἰ δὲ μηδὲν ἐκ τῆς ἡμετέρας φύσεως ἔλαβεν ὁ θεὸς λόγος, οὐκ ἀληθεῖς μὲν αἱ πρὸς τοὺς πατριάρχας παρὰ τοῦ θεοῦ τῶν ὅλων μεθ' ὅρκων γεγενημέναι συνθῆκαι, ἀνόνητος δὲ τοῦ Ἰούδα ἡ εὐλογία, ψευδὴς δὲ ἡ πρὸς τὸν ∆αβὶδ ἐπαγγελία, περιττὴ δὲ καὶ ἡ παρθένος, οὐδὲν τῆς ἡμετέρας φύσεως τῷ σαρκωθέντι προσενεγκοῦσα θεῷ. Αἱ δὲ τῶν προφητῶν προρρήσεις τὸ πέρας οὐκ ἔχουσι. "Κενόν, οὖν, ἄρα τὸ κήρυγμα ἡμῶν, κενὴ δὲ καὶ ἡ πίστις ἡμῶν," ματαία δὲ καὶ τῆς ἀναστάσεως ἡ ἐλπίς. Ψεύδεται γάρ, ὡς ἔοικεν, ὁ ἀπόστολος λέγων· 89 "Συνήγειρε καὶ συνεκάθισεν ἡμᾶς ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ Ἰησοῦ." Εἰ γὰρ μηδὲν τῆς ἡμετέρας φύσεως εἶχεν ὁ δεσπότης Χρισ τός, ψευδῶς μὲν ἡμῶν ἀπαρχὴ προσηγόρευται· σώματος δὲ φύσις ἐκ νεκρῶν οὐκ ἐγήγερται, οὔτε μὴν ἐν οὐρανῷ τῆς ἐκ δεξιῶν καθέδρας τετύχηκεν. Εἰ δὲ μηδὲν τούτων γεγένηται, πῶς ἡμᾶς ὁ θεὸς συνή γειρέ