15
εὔλογον, κἂν μὴ τῷ ∆αυῒδ ὦσιν ἐπιγεγραμμένοι, ἀλλ' εἰς τὸ τέλος τυχὸν τῷ Ἀσὰφ, ἢ τοῖς υἱοῖς Κορὲ, τῷ τοὺς ἁγίους ἀναδεδέχθαι πάντας τὴν εἰκόνα Χριστοῦ. Τὸ δὲ ἐν ψαλμοῖς παρὰ τοῖς Ἑβδομήκοντα καὶ Ἀκύλας, σαφέστερον ὁ Σύμμαχος, διὰ ψαλτηρίων ἐξέδωκε διδασκο ......... τὴν ᾠδὴν εἰρῆσθαι ......... τὰ ψαλτήρια πλείω ......... ὄργανα δι' ὧν ᾄδεται τὸ εἰς τὸ τέλος, ἢ ὁ ἐπινίκιος, ἢ τῷ νικοποιῷ, ὃ δηλοῦν ἔοικε καὶ τὸ εἰς νῖκος ἐν ὕμνοις παρὰ τῷ Θεοδοτίωνι. Αὕτη τοίνυν ἡ ᾠδὴ, ἢ τὸ μελῴδημα, ἢ ψαλμὸς τὴν εἰρημένην ἔχων ὑπόθεσιν ἐπαγγέλλεται ταύτην κοινώτερον μὲν ἐν τῷ προφήτῃ ∆αυῒδ, μυστικώτερον δὲ τῷ Χριστῷ, τὸ πρόσωπον 23.104 τῶν ἁγίων ἀναλαμβάνοντι, τὰς δὲ θλίψεις αὐτῶν ἰδιοποιημένῳ καὶ τοὺς πλατυσμοὺς ἁγίων· ἁγίων γὰρ, φωνὴ τὸ, Ἐν παντὶ θλιβόμενοι, ἀλλ' οὐ στενοχωρούμενοι· ἐπιστρέφοντι δὲ καὶ τοὺς ὅσοι τυγχάνουσι βαρυκάρδιοι, τούς τε ἀγαπῶντας τὰ μάταια καὶ ζητοῦντας τὸ ψεῦδος. Τὸ δὲ μελῴδημα παρὰ τὴν ᾠδὴν ἔοικε δηλοῦν καὶ τὸ τοῦ μυστικοῦ ῥυθμοῦ τεχνικόν· κατὰ δὲ ἀναγωγὴν ὀρθὴν, πολιτεία πρὸς δόξαν Θεοῦ μετὰ δογμάτων ὑγιῶν καὶ λόγων καὶ ἑτέροις ὠφελίμων. Ἐν τῷ ἐπικαλεῖσθαί με, εἰσήκουσέ μου ὁ Θεὸς τῆς δικαιοσύνης μου, ἐν θλίψει ἐπλάτυνάς με. Ὁ μὲν πρὸ τούτου ψαλμὸς ἐλέγετο ἐν τῷ ἀποδιδράσκειν ∆αυῒδ ἀπὸ προσώπου Ἀβεσσαλὼμ τοῦ υἱοῦ αὐτοῦ· ὁ δὲ παρὼν ἔοικεν ἑξῆς ἐκείνῳ εἰρῆσθαι μετὰ τὴν κατὰ τοῦ Ἀβεσσαλὼμ νίκην· μεθ' ὃν ὕμνον ἐπινίκιον τῷ νικοποιῷ Θεῷ ἀνατίθησι τὸν παρόντα ψαλμὸν, δι' οὗ καὶ ἡμεῖς παιδευόμεθα μὴ ἀμνημονεῖν τῶν τοῦ Θεοῦ εἰς ἡμᾶς εὐεργεσιῶν. Εἰκότως οὖν ἐν μὲν τῷ πρὸ τούτου ἔλεγεν· Κύριε, τί ἐπληθύνθησαν οἱ θλίβοντές με; ἐν δὲ τούτῳ· Ἐν θλίψει ἐπλάτυνάς με. Λέγει δὲ ταῦτα περὶ τῆς κατὰ τὸν Ἀβεσσαλὼμ συμφορᾶς· καθ' ἣν τὸν Θεὸν ἐπικαλεσάμενος, ἔτυχεν αὐτοῦ ἐπηκόου· καὶ γενόμενος ἐν θλίψει διὰ τὸν λαὸν, καὶ τὴν κιβωτὸν τοῦ Θεοῦ, ἀνέσεως καὶ πλατυσμοῦ ἠξιώθη, παυσαμένου μὲν τοῦ πολέμου, εἰρήνης δὲ βαθυτάτης διαλαβούσης αὐτόν τε καὶ πάντα τὸν λαόν. Ἢ ἄλλως λέγει ταῦτα ἐπὶ τοῦ πταίσματος τῆς τοῦ Οὐρίου, καὶ ἡ τοῦ υἱοῦ ἐπανάστασις, καὶ τὰ λοιπὰ πάντα τὰ κατὰ τὸν οἶκον κακὰ ἃ συμβέβηκεν αὐτῷ. Ἐπὶ τούτοις γὰρ ἑαυτὸν κακώσας, μετανοίᾳ τε καὶ ἐξομολογήσει ἑαυτὸν παραδοὺς, καὶ τῷ πταίσματι ἐφαμίλλως ἑαυτὸν τιμωρησάμενος, ἔργοις τε δικαιοσύνης καὶ καρποῖς ἀγαθοῖς πάσης εὐποιίας τὸν Θεὸν ἱλασάμενος, καὶ τυχὼν ἐπαγγελίας ἀγαθῆς, δι' ἣν τῷ πρὸ τούτου ψαλμῷ προφητικῶς ἔλεγε· Σὺ δὲ, Κύριε, ἀντιλήπτωρ μου εἶ, δόξα μου καὶ ὑψῶν τὴν κεφαλήν μου, καὶ τὰ λοιπὰ ὅσα παρίστη ὁ πρὸ τούτου λόγος, ἀκολούθως διὰ τῶν προκειμένων φησίν· Ἐν τῷ ἐπικαλεῖσθαί με εἰσήκουσέ μου ὁ Θεὸς τῆς δικαιοσύνης μου, ἐν θλίψει ἐπλάτυνάς με. Οἰκτείρησόν με καὶ εἰσάκουσον τῆς προσευχῆς μου. Τὸ πρῶτον ἐπακουσθεὶς ἐν τῷ ἐπικαλεῖσθαι τὸν Κύριον, οὐκ ἐπαίρεται οὐδὲ ἀποῤῥᾳθυμεῖ· ἀλλ' εὐθὺς περὶ τοῦ μέλλοντος χρόνου πάλιν δέεται, πάντοτε τὸν Θεὸν ἐπήκοον ἔχειν παρακαλῶν· ἱκετεύει τε κατ' οἶκτον ἐπακουσθῆναι, οὐ κατ' ὀφειλήν. Εἰ γὰρ καὶ παρῆν τις αὐτῷ καρπὸς δικαιοσύνης, ἀλλ' οὐκ ἐπὶ τούτῳ θαρσεῖν ἔλεγεν· ἀλλ' ἐπὶ τῷ ἐλέῳ καὶ τοῖς οἰκτιρμοῖς τοῦ Θεοῦ. Υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι; ἵνα τί ἀγαπᾶτε ματαιότητα, καὶ ζητεῖτε ψεῦδος; Τοὺς τὴν διάνοιαν πεπαχυμμένους, καὶ περὶ τὴν ὑπακοὴν τοῦ θείου λόγου βραδεῖς, βαρυκαρδίους ὠνόμασεν, ἢ τοὺς βεβαρημένους τὸ συνειδὸς ὑπὸ μοχθηρῶν λογισμῶν· πλήττων δὲ τούτους τῷ λόγῳ φησίν· Ἕως ποτε ταῖς ἑαυτῶν ἁμαρτίαις παραμένετε, σπεύδειν 23.105 δέον ἐπὶ μετάνοιαν καὶ τὴν φίλην τῷ Θεῷ ἐξομολόγησιν; κατὰ δὲ τὴν ἱστορίαν, ἔοικεν ὁ ∆αυῒδ πρὸς τοὺς ἐπὶ τοῖς πειρασμοῖς καὶ ταῖς περιστάσεσι ταραττομένους, καὶ θορυβουμένους, καὶ πάντα μᾶλλον πράττοντας ἢ ἐπὶ τὸν Θεὸν καταφεύγοντας, ταῦτα λέγειν. Τί γὰρ χρὴ ταράττειν καὶ ταράττεσθαι, φησὶν, ἐν τοῖς περιστατικοῖς καιροῖς; Τί