1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

15

τε καὶ συνεκάθισε τῷ Χριστῷ, τοὺς μηδὲν αὐτῷ κατὰ φύσιν προσήκοντας; Ἀλλὰ δυσσεβὲς τὸ ταῦτα λέγειν. Ὁ γὰρ θεῖος ἀπόστολος, μηδέπω μηδὲ τῆς κοινῆς ἀναστάσεως γενομένης, μήτε τῆς τῶν οὐρανῶν βασιλείας τοῖς πεπιστευκόσι παρασχεθείσης, βοᾷ· "Συνήγειρε καὶ συνεκάθισεν ἡμᾶς ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ Ἰησοῦ," διδάσκων ὡς τῆς ἀπαρχῆς ἡμῶν ἀναστάσης καὶ τὴν ἐκ δεξιῶν δεξαμένης καθέδραν, τευξόμεθα καὶ ἡμεῖς πάντως τῆς ἀνα στάσεως, καὶ τῇ ἀπαρχῇ κοινωνοῦσι τῆς δόξης οἱ κοινωνοῦντες τῆς φύσεως καὶ μετειληφότες τῆς πίστεως. {ΕΡΑΝ.} Καὶ πολλοὺς καὶ ἀληθεῖς διεξελήλυθας λόγους· ἀλλ' ἐβουλόμην γνῶναι τοῦ εὐαγγελικοῦ ῥητοῦ τὴν διάνοιαν. {ΟΡΘ.} Οὐ δεῖ σοι ξένης ἑρμηνείας· αὐτὸς γὰρ ὁ εὐαγγελιστὴς ἑαυτὸν ἑρμηνεύει. Εἰπὼν γάρ, "Ὁ λόγος σὰρξ ἐγένετο," ἐπήγαγε, "Καὶ ἐσκήνωσεν ἐν ἡμῖν," τοῦτ' ἔστιν, ἐν ἡμῖν σκηνώσας καὶ οἷόν τινι ναῷ χρησάμενος τῇ ἐξ ἡμῶν ληφθείσῃ σαρκὶ λέγεται γεγενῆσθαι σάρξ. Καὶ διδάσκων ὡς ἀναλλοίωτος ἔμεινεν ἐπήγαγε· "Καὶ ἐθεασά μεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας." Καὶ σάρκα γὰρ περιβεβλημένος ἐδείκνυ τὴν πατρῴαν εὐγένειαν, καὶ τῆς θεότητος τὰς ἀκτῖνας ἐξέπεμπε, καὶ τῆς δεσποτικῆς ἐξουσίας ἠφίει τὴν αἴγλην, ταῖς θαυματουργίαις ἀπο καλύπτων τὴν λανθάνουσαν φύσιν. Τούτοις ἔοικεν ἃ Φιλιππησίοις ἔγραψεν ὁ θεῖος ἀπόστολος· "Τοῦτο φρονείσθω ἐν ὑμῖν, ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών, ἐν ὁμοιώ ματι ἀνθρώπων γενόμενος καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος ἐτα πείνωσεν ἑαυτὸν γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ." Βλέπε τὴν τῶν κηρυγμάτων συγγένειαν. Ὁ εὐαγγελιστὴς 90 εἶπεν, "Ὁ λόγος σὰρξ ἐγένετο," ὁ ἀπόστολος ἔφη, "Ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος·" ὁ εὐαγγελιστὴς εἴρηκε, "Καὶ ἐσκήνωσεν ἐν ἡμῖν," ὁ ἀπόστολος, "Μορφὴν δούλου λαβών." Ὁ εὐαγγελιστὴς πάλιν ἔφη, "Ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός," ὁ ἀπόστολος, "Ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ." Καί, συλλήβδην εἰπεῖν, ἀμφότεροι διδάσκουσιν ὅτι θεὸς ὢν καὶ θεοῦ υἱός, καὶ τὴν τοῦ πατρὸς περικείμενος δόξαν, καὶ τὴν αὐτὴν ἔχων καὶ φύσιν καὶ δύναμιν τῷ γεννήσαντι, ὁ ἐν ἀρχῇ ὢν καὶ πρὸς τὸν θεὸν ὢν καὶ θεὸς ὤν, καὶ τὴν κτίσιν δημιουργήσας, μορφὴν ἔλαβε δούλου. Καὶ ἐδόκει μὲν τοῦτο μόνον εἶναι ὃ ἑωρᾶτο· ἦν δὲ θεὸς ἀνθρωπείαν περικείμενος φύσιν καὶ τὴν τῶν ἀνθρώπων πραγματευόμενος σωτηρίαν. Τοῦτο δηλοῖ τό, "̔Ο λόγος σὰρξ ἐγένετο," καὶ τό, "Ἐν ὁμοιώματι ἀνθρώπων γενό μενος καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος." Τοῦτο γὰρ μόνον ἔβλεπον οἱ Ἰουδαῖοι, διὸ καὶ πρὸς αὐτὸν ἔλεγον· "Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, ὅτι ἄνθρωπος ὢν ποιεῖς σεαυ τὸν θεόν·" καὶ πάλιν· "Οὗτος ὁ ἄνθρωπος οὐκ ἔστιν ἀπὸ θεοῦ, ὅτι τὸ σάββατον οὐ τηρεῖ." {ΕΡΑΝ.} Ἰουδαῖοι διὰ τὴν σφετέραν ἐτύφλωττον ἀπιστίαν, καὶ τούτου χάριν τούτοις ἐχρῶντο τοῖς λόγοις. {ΟΡΘ.} Εἰ δὲ καὶ τοὺς ἀποστόλους εὕροις πρὸ τῆς ἀναστάσεως ταῦτα λέγοντας, δέχῃ τὴν ἑρμηνείαν; {ΕΡΑΝ.} Ἴσως δέξομαι. {ΟΡΘ.} Ἄκουσον τοίνυν αὐτῶν ἐν τῷ πλοίῳ μετὰ τὴν μεγίστην τῆς γαλήνης θαυματουργίαν λεγόντων· "Ποταπός ἐστιν ὁ ἄνθρωπος οὗτος, ὅτι καὶ ἡ θάλασσα καὶ οἱ ἄνεμοι ὑπακούουσιν αὐτῷ;" {ΕΡΑΝ.} Τοῦτο μὲν ἀποδέδεικται· ἐκεῖνο δέ μοι εἰπέ· τί δήποτε ὁ θεῖος ἀπόστολος ἐν ὁμοιώματι αὐτὸν ἀνθρώπου γεγενῆσθαι λέγει; {ΟΡΘ.} Τὸ ληφθὲν οὐχ ὁμοίωμα ἀνθρώπου, ἀλλὰ φύσις ἀνθρώπου· μορφὴ γὰρ δούλου. Καθάπερ δὲ ἡ μορφὴ τοῦ θεοῦ φύσις νοεῖται θεοῦ, οὕτως ἡ μορφὴ τοῦ δούλου φύσις νοεῖται δούλου. Αὐτὸς μέντοι ὁ 91 ταύτην λαβὼν ἐν ὁμοιώματι ἀνθρώπου ἐγένετο, καὶ ἐν σχήματι εὑρέθη ὡς ἄνθρωπος. Θεὸς γὰρ ὢν ἐδόκει ἄνθρωπος εἶναι δι' ἣν ἀνείληφε φύσιν. Ὁ