16
δὲ χρὴ ματαιότητι ἑαυτοὺς ἐκδιδόναι, ὦ βαρυκάρδιοι ἄνδρες; Τί δὲ τὸ ψεῦδος μετιέναι, τὸ ἀληθὲς καταλιπόντας; Ἀλλὰ γὰρ ἐντεῦθεν μαθόντες, ὅτι Θεὸς καὶ Κύριός ἐστιν ὁ τῶν ὅλων ἔφορος καὶ προνοητὴς, ὁ μηδέποτε καταλείπων πάντα ὅσιον αὐτοῦ, ἀλλ' ἀεὶ θαυμαστὰ ἐπ' αὐτῷ δεικνὺς, σπουδάζετε καὶ αὐτοὶ ὅσιοι γενέσθαι, εὖ καὶ ἀκριβῶς εἰδότες, ὅτι καὶ ὑμῶν ὥσπερ οὖν καὶ ἐμοῦ αὐτοῦ Κύριος εἰσακούσεται, ἐν τῷ κεκραγέναι πρὸς αὐτόν. Ἐπακούσαντος δὲ ὑμῶν τοῦ Κυρίου, οὐδὲν δεῖ λοιπὸν μεριμνᾷν, ἔχοντας τὸ ἀσφαλὲς ἀπὸ τῆς παρ' αὐτοῦ βοηθείας. ∆όξα τε τοῦ θείου λόγου εἶεν ἂν οἱ υἱοὶ τῶν ἀνθρώπων κατὰ τὸν Ἀκύλαν καὶ Σύμμαχον· ὁ μὲν γὰρ Ἀκύλας· Ἕωςπότε, οἱ ἔνδοξοί μου; ὁ δὲ Σύμμαχος· Ἕως πότε, ἡ δόξα μου; διὰ τὴν ἐν αὐτοῖς νοερὰν ψυχὴν καὶ λογικὴν τὴν κατ' εἰκόνα τοῦ Θεοῦ πεποιημένην. Οὓς ἐπὶ τὸ χεῖρον ἑαυτοὺς διαστρέφοντας ὁ λόγος ἐπονειδίζει, βαρυκαρδίους καλῶν, καὶ ἀνθρώπων υἱούς· δέον εἶναι υἱοὺς Θεοῦ, κατὰ τό· Ἐγὼ εἶπον· Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες. Καὶ γνῶτε, ὅτι ἐθαυμάστωσε Κύριος τὸν ὅσιον αὐτοῦ. Ὁ προφήτης περὶ Χριστοῦ διδάσκει ἡμᾶς, ὅς ἐστιν ἀληθὴς ὅσιος, κατὰ τὸ εἰρημένον ἐν τῷ ιεʹ ψαλμῷ· καὶ οἱ ἀπόστολοι δὲ ἐμαρτύρησαν, ὡς περὶ Χριστοῦ προφητευομένου λέγοντες εἰρῆσθαι τὸ, Οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν. ∆υνατὸν δὲ καὶ περὶ παντὸς ὁσίου διδάσκεσθαι ἡμᾶς. Οὐ ταυτὸν δέ ἐστι πιστεῦσαι, ὅτι ἐθαυμάστωσε Κύριος τὸν ὅσιον αὐτοῦ, καὶ γνῶναι, ὡς οὐδὲ ταυτόν ἐστι τῇ ἀληθείᾳ πιστεῦσαι, καὶ γνῶναι τὴν ἀλήθειαν, καὶ πιστεῦσαι τῷ Θεῷ καὶ γνῶναι τὸν Θεόν. Οἱ ἀπόστολοι οὖν τῇ ἀληθείᾳ ἐπίστευον· ἀλλ' οὐ πάντως ὅτε ἐπίστευον ἐγνώκεισαν αὐτήν. Ἀπόδειξις δὲ τῶν εἰρημένων τὸ Εὐαγγέλιον, ἔνθα εἴρηται· Ἐὰν μείνητε ἐν τῷ ἐμῷ λόγῳ, ἀληθῶς μαθηταί μού ἐστε, καὶ γνώσεσθε τὴν ἀλήθειαν, καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς. Πιστεύουσι γὰρ τῇ ἀληθείᾳ, φησὶ, τὸ γνώσεσθαι τὴν ἀλήθειαν· κατὰ γὰρ τοὺς προφήτας πιστεῦσαι δεῖ πρὶν συνιέναι καὶ λαλῆσαι· τοῦ μὲν Ἡσαΐου λέγοντος· Ἐὰν μὴ πιστεύσητε, οὐδ' οὐ μὴ συνῆτε· τοῦ δὲ ∆αυίδ· Ἐπίστευσα, διὸ ἐλάλησα. Ὅτι δὲ τὸ γινώσκειν τὸν Θεὸν τοῦ πιστεύειν αὐτῷ διαφέρει, ἐν τοῖς Ψαλμοῖς ἀναγέγραπται διὰ τοῦ, Σχολάσατε καὶ γνῶτε, ὅτι ἐγώ εἰμι ὁ Θεός· οὐ γὰρ τοῖς ἀπιστοῦσί φησι· Σχολάσατε καὶ γνῶτε, ὅτι ἐγώ εἰμι ὁ Θεός. Ἐπὶ γνῶσιν οὖν ἡμᾶς ὁ λόγος προκαλούμενος ὑποβάλλει καὶ τὴν τίνος γνῶσιν ἀνα 23.108 λαβεῖν ἡμᾶς χρὴ, ὥς εἰσιν ὑπὸ Θεοῦ τεθαυμαστωμένοι οἱ ὅσιοι, θαύμασι προσαχθέντες τῶν ἀποῤῥήτων μυστηρίων καὶ τῶν ἁγίων θεωρημάτων, καὶ αὐτοὶ δι' αὐτὴν τοῦ Θεοῦ χάριν καὶ θείαν ἐπισκοπὴν θαυμαστοὶ γενόμενοι. Ὀργίζεσθε καὶ μὴ ἁμαρτάνετε· ἃ λέγετε ἐν ταῖς καρδίαις ὑμῶν, ἐπὶ ταῖς κοίταις ὑμῶν κατανύγητε. Συμβουλεύει κωλύειν τὸ τῆς ὀργῆς πάθος, εἴ ποτε ἀγανακτικῶς ἀνακινεῖται, μηδὲ εἰς ἔργον τὸν θυμὸν κινεῖσθαι παραινῶν. Οὐκ ἀκαίρως δὲ ταῦτά φησιν· ἀλλ' ἐπειδὴ κατὰ τοῦ Ἀβεσσαλὼμ ὁρμῶντες εἰς πόλεμον, μετ' ὀργῆς ἐξῄεσαν, ὡς εἰκὸς, οἱ μετὰ τοῦ ∆αυῒδ, ἀγανακτοῦντες ἐπὶ τῇ τοῦ υἱοῦ κατὰ τοῦ πατρὸς ἐπαναστάσει· τούτου χάριν ἔοικε τοιαῦτά τινα πρὸς αὐτοὺς λέγειν· Ὑμεῖς μὲν, ὦ ἄνδρες σύμμαχοι, οἳ δὴ καὶ ἔνδοξοί μου, ὡς υἱοὶ ἀνθρώπων βαρυκάρδιοί τινες ὄντες, καὶ τῇ τοῦ θνητοῦ βίου ματαιότητι προσέχοντες, οὐκ εἰδότες τὴν τοῦ Θεοῦ κατὰ τῶν ἀσεβῶν δικαιοκρισίαν, θυμοῦσθε κατὰ τοῦ ἀσεβοῦς υἱοῦ· καὶ δικαίως κινούμενοι, καὶ ἀγανακτικῶς ὀργιζόμενοι, ἐπὶ τὸν πόλεμον ὁρμᾶτε· ἐγὼ δὲ τοῖς πᾶσι παραινῶ, εἰ καὶ εὔλογος ἡ ὀργὴ, ἀλλ' ὑμᾶς οὐ χρὴ τῆς οἰκείας ἐπιλανθάνεσθαι ἀνεξικακίας, οὐδ' ἐπὶ πλέον ἐξάπτεσθαι, ὡς καὶ ἐπὶ ἁμαρτίας ἐκπίπτειν. ∆ιό φημι· Ὀργίζεσθε, ἀλλὰ μὴ ἁμαρτάνετε. Εἰ δὲ καὶ κλονεῖσθε, κατὰ τὸν Ἀκύλαν, τὰς ψυχὰς διὰ τὰ τῷ Ἀβεσσαλὼμ προτετολμημένα, ἀλλ' ὁρᾶτε μὴ καὶ ἑτέραν ἐπὶ ταῖς προτέραις προσθείητε ἁμαρτίαν, τῇ ὀργῇ ἐπιμένοντες. Εὕροις δ' ἂν καὶ κατὰ τὴν