16
μέντοι εὐαγγελιστὴς τὸ ἐν ὁμοιώματι ἀνθρώπου γενέσθαι σάρκα ἔφη γενέσθαι. Ἵνα δὲ γνῷς ὅτι τοῦ ἐναντίου πνεύ ματός εἰσι μαθηταὶ οἱ τὴν σάρκα τοῦ σωτῆρος ἡμῶν ἀρνούμενοι, ἄκουσον τοῦ μεγάλου Ἰωάννου ἐν τῇ καθολικῇ λέγοντος· "Πᾶν πνεῦμα ὃ ὁμολογεῖ Ἰησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυθέναι ἐκ τοῦ θεοῦ ἐστι· καὶ πᾶν πνεῦμα ὃ μὴ ὁμολογεῖ τὸν Ἰησοῦν ἐν σαρκὶ ἐληλυθέναι ἐκ τοῦ θεοῦ οὐκ ἔστι, καὶ τοῦτό ἐστι τὸ τοῦ Ἀντιχρίστου." {ΕΡΑΝ.} Πιθανῶς μὲν ἡρμήνευσας. Ἐγὼ δὲ μαθεῖν ἐβουλόμην, ὅπως οἱ παλαιοὶ τῆς ἐκκλησίας διδάσκαλοι τό, "Ὁ λόγος σὰρξ ἐγένετο," νενοήκασιν. {ΟΡΘ.} Ἔδει μέν σε πεισθῆναι ταῖς ἀποστολικαῖς καὶ προφητικαῖς ἀποδείξεσιν. Ἐπειδὴ δὲ καὶ τὰς τῶν ἁγίων πατέρων ἑρμηνείας ἐπιζη τεῖς, ἐγώ σοι καὶ ταύτην, σὺν θεῷ φάναι, προσοίσω τὴν θεραπείαν. {ΕΡΑΝ.} Μή μοι παραγάγῃς ἄνδρας ἀσήμους ἢ ἀμφιβόλους· τῶν γὰρ τοιούτων τὴν ἑρμηνείαν οὐ δέξομαι. {ΟΡΘ.} Ἀξιόχρεως εἶναί σοι δοκεῖ Ἀθανάσιος ἐκεῖνος ὁ πολυθρύλλητος, ὁ φανότατος τῆς Ἀλεξανδρέων ἐκκλησίας φωστήρ; {ΕΡΑΝ.} Πάνυγε· τοῖς γὰρ ὑπὲρ τῆς ἀληθείας παθήμασι τὴν διδα σκαλίαν ἐκύρωσεν. {ΟΡΘ.} Ἄκουσον τοίνυν αὐτοῦ πρὸς Ἐπίκτητον γεγραφότος· λέγει δὲ οὕτως· Τὸ γὰρ παρὰ τῷ Ἰωάννῃ λεγόμενον, "Ὁ λόγος σὰρξ ἐγένετο," ταύτην ἔχει τὴν διάνοιαν, καθὼς καὶ ἐκ τοῦ ὁμοίου τοῦτο δυνατὸν εὑρεῖν. Γέγραπται γὰρ παρὰ τῷ Παύλῳ· "Χριστὸς ὑπὲρ ἡμῶν γέγονε κατάρα." Ὥσπερ οὐχ ὅτι αὐτὸς γέγονε κατάρα, ἀλλ' ὅτι τὴν ὑπὲρ ἡμῶν ἐδέξατο κατάραν, εἴρηται γεγονέναι, οὕτως οὐχ ὅτι τραπεὶς εἰς σάρκα, ἀλλ' ὅτι σάρκα ὑπὲρ ἡμῶν ἀνέλαβε, λέγε ται σὰρξ γεγονέναι. {ΟΡΘ.} Ταῦτα μὲν ὁ θειότατος Ἀθανάσιος. Γρηγόριος δέ, ᾧ κλέος παρὰ πᾶσι πολύ, ὁ πάλαι μὲν τὴν βασιλεύουσαν πόλιν τὴν ἐπὶ τῷ στόματι τοῦ Βοσπόρου κειμένην ἰθύνας, ὕστερον δὲ τὴν Ναζιανζὸν 92 οἰκήσας, κατὰ τῆς Ἀπολιναρίου τερθρείας ὧδε πρὸς Κληδόνιον ἔγραψεν. {ΕΡΑΝ.} Περιφανὴς ὁ ἀνήρ, καὶ πρόμαχος τῆς εὐσεβείας γεγένηται. {ΟΡΘ.} Ἄκουσον τοίνυν αὐτοῦ λέγοντος· Τὸ οὖν, "Ὁ λόγος σὰρξ ἐγένετο," ἴσον δοκεῖ μοι δύνασθαι τῷ καὶ ἁμαρτίαν αὐτὸν γεγονέναι λέγεσθαι καὶ κατάραν, οὐκ εἰς ταῦτα τοῦ κυρίου μεταποιηθέντος (πῶς γάρ;), ἀλλ' ὡς διὰ τοῦ ταῦτα δέξασθαι τὰς ἀνομίας ἡμῶν ἀναλαβόντος καὶ τὰς νόσους βαστάσαντος. {ΕΡΑΝ.} Σύμφωνος ἀμφοτέρων ἡ ἑρμηνεία. {ΟΡΘ.} Ἐπειδή σοι τοὺς τὰ νότια καὶ βόρεια ποιμάναντας συμφω νοῦντας ἐδείξαμεν, δεῦρο δή σε καὶ πρὸς τοὺς ἀοιδίμους τῆς ἑσπερίας ξεναγήσωμεν διδασκάλους, οἳ γλώττῃ μὲν ἑτέρᾳ, διανοίᾳ δὲ οὐχ ἑτέρᾳ τὴν ἑρμηνείαν συνέγραψαν. {ΕΡΑΝ.} Ἀμβρόσιον ἀκούω τὸν τῆς Μεδιολάνων τὸν ἀρχιερατικὸν διακοσμήσαντα θρόνον ἠριστευκέναι μὲν κατὰ πάσης αἱρέσεως, συγγεγραφέναι δὲ κάλλιστα καὶ τῇ τῶν ἀποστόλων διδασκαλίᾳ συμβαίνοντα. {ΟΡΘ.} Αὐτοῦ σοι τὴν ἑρμηνείαν προσοίσω. Λέγει δὲ ταῦτα ἐν τῷ περὶ πίστεως λόγῳ· Ἀλλά, φασί, γέγραπται ὅτι "Ὁ λόγος σὰρξ ἐγένετο." Τὸ γραφὲν οὐκ ἀρνοῦμαι. Ἀλλὰ θεάσασθε τὸ λεγόμενον. Ἕπεται γάρ· "Καὶ ἐσκήνωσεν ἐν ἡμῖν," τοῦτ' ἔστιν, ἐκεῖνος ὁ λόγος ὁ τὴν σάρκα λαβὼν οὗτος ἐσκήνωσεν ἐν ἡμῖν, τοῦτ' ἔστιν, ἐν σαρκὶ ἐσκήνωσεν ἀνθρωπείᾳ. Θαυμάζεις οὖν ἐφ' οἷς γέγραπται, "Ὁ λόγος σὰρξ ἐγένετο," τῆς σαρκὸς ἀναληφθείσης παρὰ τοῦ θεοῦ λόγου, ὁπότε καὶ περὶ ἁμαρτίας, ἣν μὴ ἔσχεν, εἴρηται ὅτι γενόμενος ἁμαρτία. Τοῦτ' ἔστιν, οὐ φύσις καὶ ἐνέργεια ἁμαρτίας ἐγένετο, ἀλλ' ἵνα τὴν ἡμετέραν ἁμαρτίαν ἐν τῇ ἰδίᾳ σταυρώσῃ σαρκί. Ἀπόσχωνται 93 οὖν λέγειν τὴν τοῦ λόγου φύσιν μετημεῖφθαι. Ἄλλος γάρ ἐστιν ὁ ἀναλαβών, καὶ ἄλλο τὸ ἀναληφθέν. {ΕΡΑΝ.} Μετὰ τούτους προσήκει τῶν πρὸς ἥλιον ἀνίσχοντα διδα σκάλων ἀκοῦσαι· τοῦτο γὰρ ἡμῖν μόνον τῆς οἰκουμένης ὑπολέλειπται τμῆμα. {ΟΡΘ.} Ἔδει μὲν τούτους πρώτους μαρτυρῆσαι τῇ ἀληθείᾳ· πρῶτοι γὰρ τῶν ἀποστολικῶν ἐπήκουσαν κηρυγμάτων. Ἐπειδὴ δὲ κατὰ τῶν πρωτοτόκων τῆς εὐσεβείας παίδων τὰς ὑμετέρας ἠκονήσατε γλώσσας, τῇ