17
ἱστορίαν πολλὰ παραινοῦντα αὐτὸν φείσασθαι τοῦ παιδός. Θύσατε θυσίαν δικαιοσύνης, καὶ ἐλπίσατε ἐπὶ Κύριον. Εἰ καὶ ὡς ἄνθρωποι θνητοὶ πολλὰ διανοεῖσθε μεθ' ἡμέραν ὀργιζόμενοι· ἀλλ' ἐπὶ ταῖς κοίταις ὑμῶν ἐφ' ἡσυχίας, παρ' ἑαυτοῖς γενόμενοι, κατανύγητε, τὰ δι' ἡμέρας ὑμῖν πεπραγμένα διαλογιζόμενοι. Μὴ γοῦν, φησὶν, ὀργίζεσθε κατὰ τῶν εἰς ὑμᾶς πλημμελούντων, μηδὲ κατὰ τοῦ ἐπαναστάντος τῷ πατρί· μήτε αὐτοὶ ἁμαρτάνοντες, κἂν ἕτεροι ἀσεβοῦντες προκαλοῦνται ὑμᾶς εἰς ὀργῆς ἔργα καὶ εἰς ἁμαρτίας, ἀλλ' ἀντὶ τούτων μᾶλλον, εἴπερ βούλεσθε τὸ ἀσφαλὲς ἔχειν, θύσατε θυσίαν δικαιοσύνης, καὶ ἐλπίσατε ἐπὶ Κύριον, καὶ μηκέτι ταράττεσθε, οἰκειωθέντες τῷ Κυρίῳ διὰ τῆς δικαιοσύνης. Ἐπείπερ ἀντὶ πάσης θυσίας χαίρει δικαιοπραγίαις καὶ ταῖς κατ' ἀρετὴν πράξεσι. Καὶ τοῦτο πολὺ βέλτιον πράττειν ἢ ὀργίζεσθαι καὶ ἑαυτοὺς ἐκδικεῖν σπουδάζειν. ∆ιὸ δὴ καὶ αὐτὸς, ἐπαναστάντος τοῦ υἱοῦ, περὶ τοῦτο μόνον ἐσπούδασα διὰ δικαιοσύνης τὸν Θεὸν ἱλασκόμενος· ὅθεν, Ἐν τῷ ἐπικαλεῖσθαί με εἰσήκουσέ μου ὁ Θεὸς τῆς δικαιοσύνης μου, καὶ, ἐν θλίψει ἐπλάτυνάς μοι· ἐπειδὴ, θύσας θυσίαν δικαιοσύνης, ἐπ' αὐτὸν ἤλπισα. Πολλοὶ λέγουσιν· Τίς δείξει ἡμῖν ἀγαθά; Ἄλλοι μὲν, φησὶν, ἄλλως διανοούμενοι, καὶ μάλιστα οἱ βαρυκάρδιοι υἱοὶ τῶν ἀνθρώπων, οἱ τὴν τοῦ βίου ματαιότητα ἀγαπῶντες. οὐκ εἰδότες τ' ἀληθῶς ἀγαθὰ, οὐδὲ ἐλπίζοντες, οὐδὲ πιστεύοντες ταῦτα ὄψεσθαι, φασί· Τίς δείξει ἡμῖν τὰ ἀγαθά; Οὐ γὰρ συνορῶσιν 23.109 αὐτὰ, τῷ μὴ καταυγάζεσθαι τῷ φωτὶ τοῦ προσώπου σου· διὸ δὴ μόνα τὰ γεώδη καὶ φθαρτὰ ὑπολαμβάνοντες εἶναι ἀγαθὰ, περὶ ταῦτα ἀσχολοῦνται καὶ ταῦτα μεταδιώκουσιν. Εἰ δέ τις αὐτοῖς περὶ τῶν θειοτέρων καὶ ἐπουρανίων λέγοι, ἐρωτᾷν εἰώθασιν· Καὶ τίς ἆρά ἐστιν ὁ δείξων ἡμῖν ταῦτα; Ἀλλ' ἐκεῖνοι μὲν τοιοῦτοί τινες. Ἡμεῖς δὲ παρ' οἷς ἐσημειώθη τὸ φῶς τοῦ προσώπου σου, ὦ Κύριε, καὶ τὸν δείξοντα καὶ τὸν δώσοντα ἡμῖν αὐτὰ ἐπιστάμεθα ὑπὸ τοῦ σου φωτὸς εἰς τὴν γνῶσιν αὐτῶν ἐληλυθότες· Ἔδωκας εὐφροσύνην εἰς τὴν καρδίαν μου. Ἀπὸ καρποῦ τοῦ σίτου καὶ οἴνου καὶ ἐλαίου αὐτῶν ἐπληθύνθησαν. Ἐπεὶ δὲ πολλαχοῦ τῶν Γραφῶν ἐν εὐλογίαις σῖτος καὶ οἶνος τοῖς ἁγίοις κεῖνται ἐν ἐπαγγελίᾳ, ὡς τοῦ ἐναντίου τοῖς ἁμαρτωλοῖς ἡ τούτων στέρησις· ἄξιον ἀποστῆσαι τῆς κατὰ τὸ ῥητὸν ψιλὸν ὑπολήψεως, τούς τε ἀκεραιοτέρους τῶν πεπιστευκότων, καὶ τοὺς διὰ τὴν μικρότητα τῆς ἐπαγγελίας ἑτέρῳ Θεῷ ἀναπλαττομένῳ ὑπ' αὐτῶν βουλομένους προσκυνεῖν· καὶ φιλοτιμητέον τὸ ποικίλον τῶν σωματικῶν βρωμάτων ἀναγαγεῖν ἐπὶ ταῦτα, ὧν μεταλαμβάνουσα κατ' ἀξίαν ἑκάστη ψυχὴ ἁγιάζεταί τε καὶ εὐεκτεῖ καὶ ἰσχυροποιεῖται πρὸς τὸ δύνασθαι τὰ ἐπιβάλλοντα αὐτῇ ἔργα ἐπιτελεῖν· Ἐγὼ δὲ οἶμαι αὐτὰ καὶ εἰς τὸν μέλλοντα αἰῶνα ἀνάγεσθαι. Καὶ ἵνα μὴ περὶ τῶν τηλικούτων ἀμαρτύρως δόξωμεν ἀποφαίνεσθαι, ἀρκέσει ἡμῖν Παῦλος σαφέστατα τοῦτο διδάσκων ἐν τῇ πρὸς Φιλιππησίους Ἐπιστολῇ οὕτως· Μὴ οὖν τις ὑμᾶς κρινέτω ἐν βρώσει ἢ ἐν πόσει, ἢ ἐν μέρει ἑορτῆς ἢ νουμηνίας σαββάτων· ἅ ἐστι σκιὰ τῶν μελλόντων. Ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθήσομαι καὶ ὑπνώσω, ὅτι σὺ, Κύριε, κατὰ μόνας ἐπ' ἐλπίδι κατῴκισάς με. Ἔοικε δηλοῦν τὴν ἀβλαβῆ ἄνεσιν καὶ ἀνάπαυσιν τῆς ψυχῆς, συμφώνως τῷ θείῳ λόγῳ ἐσομένην μετὰ τὰς πρὸς τὰ κάλλιστα θεωρίας. Τάχα γὰρ ὃν τρόπον κατὰ τὸ σῶμα φαγόντες καὶ πιόντες ἀνέσεως δεόμεθα τῆς κατὰ τὸν ὕπνον· οὕτως οὐ πάντοτε δυναμένη διαρκεῖν ἡ ψυχὴ πρὸς τὸ θεωρεῖν, ἐν καιρῷ ἐνατενίζει τοῖς κατὰ τὴν ἑαυτῆς δύναμιν τῷ αὐτάρκει· εἶτα διανάπαυσιν ἡγούμεθα δηλοῦσθαι διὰ τοῦ· Ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθήσομαι καὶ ὑπνώσω. Ἐκεῖνοι μὲν, φησὶν, οἱ πολλοὶ ἅτε δὴ πλατεῖαν καὶ εὐρύχωρον ὁδεύοντες, δι' ἧς οἱ πολλοὶ βαδίζουσι, οὐκ ἐλπίζοντες, τίς δείξει αὐτοῖς τὰ κατὰ ἀλήθειαν ἀγαθὰ, ἐν οἴνῳ καὶ ἐλαίῳ καὶ σίτῳ πληθύνοντες, ὡς ἀγαθῶν τούτων ἀπολαύειν ἡγοῦνται· ἐμοὶ δὲ τῷ καταξιωμένῳ τοῦ φωτὸς τοῦ