1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

17

τοῦ ψεύδους αὐτὰς παραθήξαντες θηγάνῃ, τὴν ἐσχάτην αὐτοῖς ἀπενείμαμεν χώραν, ἵνα τῶν ἄλλων ἐπακούσαντες πρῶτον, εἶτα τοῖς ἐκείνων παραθέντες τὰ τούτων, θαυμάσητε μὲν τὴν συμφωνίαν, παύσησθε δὲ τῆς γλωσσαλγίας. Ἀκούσατε τοίνυν Φλαβιανοῦ, ὃς τῆς Ἀντιοχέων ἐκκλησίας ἐπὶ πλεῖστον σοφῶς ἐκίνησε τὰ πηδάλια, καὶ τοῦ ἀρειανικοῦ κλύδωνος κρείττους ἀπέφηνεν ἃς ἐκυβέρνησεν ἐκκλη σίας, τὸ εὐαγγελικὸν ῥητὸν ἑρμηνεύοντος. "Ὁ λόγος, φησί, σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν." Οὐκ εἰς σάρκα μεταβέβληται, οὐδὲ ἀπέστη τοῦ εἶναι θεός, ἀλλ' ἐκεῖνο μὲν ἦν ἀϊδίως, τοῦτο δὲ γέγονεν οἰκονομικῶς, αὐτὸς οἰκοδομήσας τὸν ἑαυτοῦ ναόν, καὶ ἐνοικήσας τῷ παθητῷ γεννήματι. {ΟΡΘ.} Εἰ δὲ καὶ τῶν παλαιῶν Παλαιστινῶν ἀκοῦσαι ποθεῖς, ὑπόσχες Γελασίῳ τῷ θαυμασίῳ τὰς ἀκοάς, ὃς τὴν Καισαρέων ἐπι μελῶς ἐγεώργησε, Λέγει δὲ καὶ ταῦτα εἰς τὴν τῆς δεσποτικῆς ἐπι φανείας πανήγυριν· Μάθε τὴν ἀλήθειαν παρὰ Ἰωάννου τοῦ ἁλιέως λέγοντος, "Καὶ ὁ λόγος σὰρξ ἐγένετο," οὐκ αὐτὸς μεταβληθείς, ἀλλ' ἐν ἡμῖν σκηνώσας. Ἕτερον σκηνή, καὶ ἕτερον ὁ λόγος· ἕτερον ὁ ναός, καὶ ἕτερον ὁ ἐνοικῶν ἐν αὐτῷ θεός. {ΕΡΑΝ.} Θαυμάζω λίαν τὴν συμφωνίαν. {ΟΡΘ.} Ἰωάννην δὲ τὸν μέγαν τῆς οἰκουμένης λαμπτῆρα, ὃς πρῶ τον μὲν τὴν Ἀντιοχέων φιλοτίμως ἤρδευσεν ἐκκλησίαν, εἶτα τὴν βασιλεύουσαν σοφῶς ἐγεώργησεν, οὐχ ἡγῇ τὸν ἀποστολικὸν τῆς πίστεως τετηρηκέναι κανόνα; 94 {ΕΡΑΝ.} Πάνυγε ἀξιάγαστον τοῦτον ὑπείληφα τὸν διδάσκαλον. {ΟΡΘ.} Οὗτος ὁ πάντα ἄριστος τόδε τὸ εὐαγγελικὸν ἑρμηνεύων χωρίον ὧδέ φησιν· Ὥστε ὅταν ἀκούσῃς, "Ὁ λόγος σὰρξ ἐγένετο," μὴ θορυβηθῇς, μηδὲ καταπέσῃς. Οὐ γὰρ ἡ οὐσία μετέπεσεν εἰς σάρκα· τοῦτο γὰρ τῆς ἐσχάτης ἀσεβείας ἐστίν· ἀλλὰ μένουσα ὅπερ ἐστίν, οὕτω τοῦ δούλου τὴν μορφὴν ἔλαβεν. Ὥσπερ γὰρ ὅταν λέγῃ, "Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα," οὐ τοῦτό φησιν, ὅτι ἡ οὐσία αὐτοῦ τῆς οἰκείας ἀποστᾶσα δόξης εἰς κατάραν οὐσιώθη (τοῦτο γὰρ οὐδ' ἂν δαίμονες ἐννοήσαιεν, οὐδ' οἱ σφόδρα ἀνόητοι καὶ τῶν κατὰ φύσιν ἀπεστερημένοι φρενῶν· τοσαύτην ἔχει μετὰ τῆς ἀσεβείας καὶ τὴν παράνοιαν)· οὐ τοῦτο οὖν λέγει, ἀλλ' ὅτι τὴν καθ' ἡμῶν κατάραν δεξάμενος οὐκ ἀφίησιν ἡμᾶς ἐπαράτους εἶναι λοιπόν· οὕτω δὲ καὶ ἐνταῦθα σάρκα φησὶν αὐτὸν γεγενῆσθαι, οὐ μεταβαλόντα εἰς σάρκα τὴν οὐσίαν, ἀλλ' ἀναλαβόντα αὐτήν, ἀνεπάφου μενούσης ἐκείνης. {ΟΡΘ.} Εἰ δέ σοι φίλον καὶ Σευηριανοῦ τοῦ Γαβάλων ἐπακοῦσαι ποιμένος, ἐγὼ καὶ τούτου σοι προσοίσω τὴν ἑρμηνείαν, αὐτὸς δὲ παράσχες τὴν ἀκοήν. Τὸ γάρ, "Ὁ λόγος σὰρξ ἐγένετο," οὐ μετάπτωσιν τῆς φύσεως σημαίνει, ἀλλὰ τὴν ἀνάληψιν τῆς ἡμετέρας φύσεως. Εἰ γὰρ τὸ ἐγένετο μεταβολὴν νομίζεις, ἐὰν ἀκούσῃς Παύλου λέγοντος, "Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενό μενος ὑπὲρ ἡμῶν κατάρα," εἰς φύσιν καὶ μετατροπὴν κατάρας ἐκλαμβάνεις τὴν λέξιν; Ὥσπερ οὖν τὸ γενόμενος κατάρα οὐδὲν ἕτερον σημαίνει ἢ ὅτι κατάραν τὴν καθ' ἡμῶν εἰς ἑαυτὸν ἔλαβεν, οὕτω καὶ τό, "Ὁ λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν," οὐδὲν ἄλλο παρίστησιν ἢ τῆς σαρκὸς τὴν ἀνάληψιν. {ΕΡΑΝ.} Ἄγαμαι τῆς συμφωνίας τοὺς ἄνδρας. Ἅπαντες γὰρ τὴν αὐ 95 τὴν ἑρμηνείαν τῶν εὐαγγελικῶν ῥητῶν ἐποιήσαντο, ὥσπερ εἰς ταὐτὸν συνελθόντες καὶ τὸ κοινῇ δόξαν συγγράψαντες. {ΟΡΘ.} Μέγιστα μὲν αὐτοὺς ἀπ' ἀλλήλων καὶ ὄρη καὶ πελάγη διίστη, ἀλλὰ τὴν συμφωνίαν οὐκ ἐπήμανεν ἡ διάστασις· ὑπὸ μιᾶς γὰρ ἅπαντες πνευματικῆς ἐνηχήθησαν χάριτος. Προσήνεγκα ἄν σοι καὶ τῶν νικηφόρων τῆς εὐσεβείας ἀγωνιστῶν ∆ιοδώρου καὶ Θεοδώρου τὰς ἑρμηνείας, εἰ μὴ δυσμενῶς ὑμᾶς ἑώρων περὶ τοὺς ἄνδρας διακει μένους καὶ τῆς Ἀπολιναρίου περὶ αὐτοὺς ἀπεχθείας κληρονόμους γεγενημένους. Ἐθεάσω δ' ἂν καὶ τούτους συνῳδὰ γεγραφότας καὶ ἐκ τῆς θείας πηγῆς ἀρυσαμένους τὰ νάματα, καὶ κρουνοὺς καὶ αὐτοὺς γεγενημένους τοῦ πνεύματος. Ἀλλὰ τούτους μὲν