18
προσώπου σου, Κύριε, ἔδωκας εὐφροσύνην καρδίας· ἀλλ' οὐδὲ σαρκῶν οὐδὲ σωμάτων, καὶ οὐ τὴν ἐξ οἴνου καὶ σίτου καὶ ἐλαίου σώμασι χορηγουμένην, ἀλλ' εὐφροσύνην τὴν κατὰ διάνοιαν. Μαθὼν γὰρ παρὰ τοῦ Σωτῆρος καὶ τῶν σῶν ἐπαγγελιῶν, ὅτι, εἰ καὶ τὰ μάλιστα κατὰ τὸν ἐνεστῶτα βίον λύπαι μοι καὶ θλίψεις καὶ πειρασμοὶ καὶ περιστάσεις οὐ διαλείπουσιν, ἀλλ' ἔσται μοι και 23.112 ρὸς ὁ τῆς ἀπαλλαγῆς τοῦ σώματος, καθ' ὃν ἐν εἰρήνῃ ποιήσομαι τὴν κοίμησιν καὶ τὴν ἀπαλλαγὴν τοῦ σώματος· εὖ δὲ ἀκριβῶς πέπεισμαι, ὅτι τότε μοι παρέσται τὰ τέλη τῆς εὐφροσύνης, ἐπειδὰν ἡ κοίμησίς με καταλάβῃ καὶ ὁ κατὰ τὸν θάνατον ὕπνος. Τότε γὰρ σὺ αὐτὸς ὁ, Κύριε, μετὰ τῆς ἀγαθῆς ταύτης ἐλπίδος ἀναλαβών με κατοικιεῖς ἐν ταῖς ἐπουρανίοις μοναῖς. Σημείωσαι δὲ κἀνταῦθα τὰς ἐπὶ τοῖς διαψάλμασι διαστολὰς, ἤτοι τῆς διανοίας ἐναλλαγὴν παριστώσας, ἢ τάχα μεταβολὴν τοῦ μέλους ἐναλλάττοντος, ἢ τὸν ῥυθμόν. Ἀστέριος δὲ ὁ ἀρειανὸς οὕτως τὸν ψαλμὸν ἐξηγήσατο· ∆ιὰ τί, εἰς τὸ τέλος ἐν ὕμνοις, ἐπιγέγραπται ὁ ψαλμός; Ἐπειδὴ καλῶς μὲν ἤρξατο, καλῶς δὲ τὸν βίον ἐτέλεσε· ἢ ἐπειδὴ κακῶς μὲν ἤρξατο, θεωρήσας τὴν τοῦ Οὐρίου γυναῖκα λουομένην καὶ ἐμοίχευσε· καλῶς δὲ, μετανοήσας, τὸν βίον ἐτέλεσε· διὰ τοῦτο εἰς τὴν ἀρχὴν ἐν ψόγοις, εἰς τὸ τέλος ἐν ὕμνοις. Ψαλμὸς τῷ ∆αυῒδ ἡ πρᾶξις τῆς μετανοίας· καὶ ἐπειδὴ ὅπου ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ δικαιοσύνη, διὰ τοῦτο ἔλεγεν· Ἐν τῷ ἐπικαλεῖσθαί με εἰσήκουσέ μου ὁ Θεὸς τῆς δικαιοσύνης μου. ∆ικαιοσύνην γὰρ αὐτοῦ νῦν λέγει ὁ ∆αυῒδ τὴν μετάνοιαν. Εἶδεν ὁ Θεὸς καθαρθεῖσαν τὴν ψυχὴν, καὶ ἐδέξατο τὴν προσευχήν. Ἢ ἐπειδὴ ἐν τῷ πρὸ τούτου ψαλμῷ τὸν διωγμὸν τὸν ὑπὸ τοῦ Ἀβεσσαλὼμ ὠδύρετο· προσευχὴ δὲ μεσιτεύσασα τὸν τύραννον ἀνεῖλεν· ὡς, ἐρωτηθεὶς πῶς τοῦ Ἀβεσσαλὼμ ἐνίκησεν, ἀπεκρίνατο τὴν ἀρχὴν τοῦ ψαλμοῦ. Ὥσπερ γὰρ, φησὶν, ἁμαρτήσαντί μοι ὁ Θεὸς αὐτὸν κατ' ἐμοῦ ἤγειρεν, οὕτως μετανοήσαντι τὴν κατ' αὐτοῦ ἐδωρήσατο νίκην. ∆ιὰ τί δ' ἐν αὐτῷ τῷ ἐπικαλεῖσθαι εἰσηκούσθη ὁ ∆αυΐδ; Ἐπειδὴ, ἐλεγχόμενος ὑπὸ τοῦ Νάθαν, εὐθὺς εἰς μετάνοιαν ἐκάμφθη, διὰ τοῦτο εὐθὺς προσευχόμενος εἰσηκούσθη. Ὁ γὰρ πάντα ποιῶν ὅσα βούλεται, ὁ Θεὸς, ὑπακούεται παραχρῆμα, καὶ ἔτι λαλοῦντος ἐρεῖ ὁ Θεός· Ἰδοὺ πάρειμι. Εἶτα εἰρηκὼς τοῖς πλησίον ὅπως τάχιον εἰσηκούσθη, τρέπει τὸν λόγον πρὸς τὸν Θεὸν, καὶ τῷ εἰσακούσαντι εὐχαριστεῖ· Ἐν θλίψει ἐπλάτυνάς μοι. Τὰ κύματα τῶν θλίψεων, φησὶν, ἡ ταχεῖα γαλήνη διέλυσε, καὶ λιμῷ με τηκόμενον ἀπὸ καρποῦ σίτου καὶ οἴνου καὶ ἐλαίου ἐπλούτισας, ὡς μὴ μόνον ἐμὲ, ἀλλὰ καὶ πάντας τοὺς ὑπ' ἐμὲ ἀπολαῦσαι. ∆ιὸ ὑπωκαταβὰς ἔλεγεν· Ἀπὸ καρποῦ σίτου καὶ οἴνου καὶ ἐλαίου αὐτῶν ἐπληθύνθησαν. Ἡ ἐκείνων συνουσία εὐφροσύνη καρδίας μοι γέγονεν. Τοῦτο δὲ μανθάνομεν ἀπ' αὐτῆς τῆς ἱστορίας. Ὅτε γὰρ πολεμούμενος ὑπὸ τοῦ Ἀβεσσαλὼμ ἔφυγεν ἐν ταῖς ἐρήμοις καὶ ἐν τοῖς ὄρεσιν, λιμῷ καὶ ἀνάγκῃ ὡς ἐν διωγμῷ ἐκρατήθη· ἀλλ' ὁ Θεὸς αὐτοῦ τὴν ἀνάγκην παρεμυθήσατο. Πρῶτος γὰρ ὁ Σίβα ὁ ἐκ τοῦ οἴκου τοῦ Σαοὺλ ἤνεγκεν αὐτῷ ἄρτους διακοσίους, καὶ οἶνον καὶ παλάθας καὶ σταφίδας· εἶτα μετὰ τοῦτον Βερζελλὶ ὁ Γαλααδίτης, καὶ 23.113 αὐτὸς αὐτῷ προσήνεγκε δέκα κοίτας, ἵνα μὴ χαμευνῇ, καὶ ἀμφιτάπητας, τοὺς καλουμένους νῦν τυλοτάπητας, καὶ οἴνου κεράμια καὶ πυροὺς καὶ κριθὰς καὶ ἄλευρον καὶ κύαμον καὶ φακὸν, καὶ μέλι καὶ βούτυρον, καὶ πρόβατα, καὶ γαλαθηνὰ μοσχάρια· Εὐχαριστῶν οὖν ἐπὶ τούτοις φησίν· Ἐν θλίψει ἐπλάτυνάς μοι. Τί δὲ, λέγων εἰσηκούσθην, μὴ μακρὸν κατέτονας λόγον; Μὴ πλατὺν ὀνομάτων καὶ ῥημάτων κατέγραψας πίνακα; Οὐδαμῶς, φησὶν ὁ ∆αυΐδ· οὐ γὰρ χρῄζει πολυλογίας ὁ Θεὸς, ὁ καὶ μόνῳ στεναγμῷ ἀρχούμενος. Τοῦτο μόνον ἔλεγον προσευχόμενος· Οἰκτείρησον, καὶ εἰσάκουσον τῆς προσευχῆς μου. Εἴποι δὲ ταῦτα καὶ ὁ λῃστὴς ἐν τῷ σταυρῷ πρὸς τὸν Κύριον· εἰπὼν γὰρ καὶ ἐπικαλεσάμενος ἐν τῇ αὐτοῦ