19
θλίψει· Μνήσθητί μου, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου, εἰσηκούσθη, καὶ ἀντὶ σταυροῦ τὸν παράδεισον ᾤκησε, καὶ πολίτης γέγονε τοῦ οὐρανοῦ. Αὐτὸς καὶ πρὸς τοὺς Ἰουδαίους βοήσεται· Υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι; θεάσασθε τὴν κτίσιν τῷ κτίστῃ συμπάσχουσαν. Εἰ, τὸν Λάζαρον τετραήμερον ἀπὸ τοῦ τάφου τρέχοντα ἰδόντες, οὐκ ἐπιστεύσατε, νῦν γοῦν προσκυνήσατε τοῦ Σταυρωθέντος τὴν δύναμιν· νεκροὺς ὁ σεισμὸς ἀνέστησεν, καὶ ὑμεῖς τῇ ἀπιστίᾳ καθεύδετε. ∆ιὰ τί βαρυκάρδιοι; Τοῦτο μὲν διὰ τὸ μὴ κατανυγῆναι τοῖς θαύμασιν, τοῦτο δὲ διὰ τὸ ἐξ ἀφροσύνης βαρέως κατὰ τοῦ Χριστοῦ ὀργίζεσθε. Μάρτυς ἡ Γραφὴ εἰποῦσα· Βαρὺ λίθος καὶ δυσβάστακτος ἄμμος· ὀργὴ δὲ ἄφρονος βαρυτέρα· ὅτι οὔτε νουθεσίᾳ θέλγεται, καὶ θαύματα βλέπων ὀργίζεται. Ἵνα τί ἀγαπᾶτε ματαιότητα, τὸν Βαραββὰν τοῦ Χριστοῦ προτιμήσαντες, τὸν φονέα ὑπὲρ τὸν ζωοποιὸν, τὴν βασιλείαν τοῦ Καίσαρος ὑπὲρ τὴν βασιλείαν τῶν οὐρανῶν, τὴν ἁμαρτίαν τὴν ἄμμου παραλίας βαρυτέραν ὑπὲρ τὴν δικαιοσύνην, τὰ πρόσκαιρα ὑπὲρ τὰ αἰώνια, τὴν φθορὰν ὑπὲρ τὴν ἀφθαρσίαν; Ἀλλὰ πρὸς τούτοις καὶ ζητεῖσθε ψεῦδος, ψευδομάρτυρας ἐξωνούμενοι κατὰ τῆς ἀληθείας λέγοντας· Τοῦτον εὕρομεν διαστρέφοντα τὸ ἔθνος, καὶ κωλύοντα τῷ Καίσαρι φόρον διδόναι. Ἀνασείει τὸν λαὸν διδάσκων. Εἰ μὴ ἦν οὗτος κακοποιὸς, οὐκ ἄν σοι παρεδώκαμεν αὐτόν. Καὶ τί ἐκακοποίησεν; ὅτι νοσοῦντας ἰάσατο, ὅτι δαίμονας ἐφυγάδευσεν, ὅτι νεκροὺς ἤγειρεν, ὅτι ἐκ πέντε ἄρτων ἰσαρίθμους χιλιάδας ἐν ἐρήμῳ διέθρεψε χωρὶς γυναικῶν καὶ παίδων; Ἔτι ἡ τροφὴ ἐν τῷ λάρυγγι καὶ τὸ ψεῦδος ἐν τῷ στόματι. Καὶ τοῖς τῷ Ἀβεσσαλὼμ συναποξενωθεῖσιν ἔλεγεν ὁ ∆αυΐδ· Τί τῷ ἀτάκτῳ παιδὶ συναπήχθητε; Τί τὸν Υἱὸν κατὰ πατρὸς ἀλείφετε; Τί τῇ ματαίᾳ βουλῇ τοῦ Ἀχιτόφελ ἠκολουθήσατε; Εἰ ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτου ἄξιος, ὁ κατὰ πατρὸς ἀκονῶν ξίφος υἱὸς ποσάκις ἐστὶν ἄξιος ἀποθανεῖν; Ἵνα τί οὖν ἀγαπᾶτε ματαιότητα καὶ ζητεῖτε ψεῦδος; Ψεῦδος λέγει νῦν πᾶν πρᾶγμα μάταιον, ταχεῖαν τὴν πτῶσιν καὶ μεταβολὴν ἔχον. Πλὴν μάταιοι οἱ υἱοὶ τῶν ἀνθρώπων, ψευδεῖς οἱ υἱοὶ τῶν ἀνθρώπων ἐν ζυγοῖς, τοῦ ἀδικῆσαι. ΕΡΜΗΝΕΙΑ ΨΑΛΜΟΥ Εʹ. Εἰς τὸ τέλος ὑπὲρ τῆς κληρονομούσης ψαλμὸς τῷ ∆αυΐδ. Εἰς τὸ τέλος χαριστήριος ὕμνος ᾄδεται ὑπὲρ τῆς ἀγομένης ψυχῆς, ἤτοι Ἐκκλησίας, εἰς θείαν κληρονομίαν ἡτοιμασμένην τοῖς τοῦ Θεοῦ θεραπευταῖς. Ἐστὶ γὰρ κληρονομία τοῖς θεραπεύουσι Κύριον· Ἔστι δὲ αὕτη οὐ φθαρτὴ καὶ ἐν αἰσθητῷ πλούτῳ ἔχουσα εἶναι. Εἴρηται γὰρ εἰσάγεσθαι τοὺς ταύτης κληρονόμους εἰς κληρονομίαν ἄφθαρτον καὶ ἀμίαντον καὶ ἀμάραντον, τετηρημένην ἐν οὐρανοῖς. Εἰς ταύτην τοὺς ἀξίους καλῶν ὁ Σωτήρ· ∆εῦτε ἐκ δεξιῶν μου, εἶπερ οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν. Ταύτης ἔρωτα λαβὼν ὁ τὸν ἐγκείμενον ψαλμὸν λέγων, εὐχὴν ἀναπέμπει τῷ εὐτρεπίσαντι αὐτὴν Θεῷ, ἵνα ἀξιωθῇ κληρονόμος αὐτῆς κατὰ τὴν καινὴν διαθήκην ἀναδειχθῆναι· ὡς καὶ περὶ τῆς αὐτοῦ ψυχῆς σημαίνει τὴν ἐπιγραφὴν τὴν ὑπὲρ τῆς κληρονομούσης. Τὰ ῥήματά μου ἐνωτίσαι, Κύριε, σύνες τῇ κραυγῇ μου. Τὰ μὲν οὖν ῥήματα διὰ στόματος ἐπαγγελλόμενα ὠσὶν ἀκούεται καὶ ἐνωτίζεται· ἡ δὲ κραυγὴ οὐ διὰ τῶν λόγων, κἂν αὐτοὶ εἰδέναι καὶ ὁμολογεῖν τὸν ἐπὶ πάντων Θεὸν τοῖς χείλεσι φάσκοιεν· ἀλλ' ἐν τῇ καρδίᾳ ἑαυτῶν, τουτέστιν ἐν τῇ διανοίᾳ· οὐδὲ μία τις ἀληθὴς περὶ Θεοῦ ὑπῆρχεν ἔννοια. Τοιοῦτος μὲν οὖν ἐτύγχανεν πᾶς ὁ πρὸ τῆς τοῦ Σωτῆρος ἡμῶν παρουσίας βίος. Ἄφρων δὲ ἀληθέστατα