1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

19

θεός, ἀλλ' ἐκ Μαρίας ἐνήργησε τὴν πλάσιν γενέσθαι; Ἵνα μὴ ἄλλη πλάσις γένηται, μηδὲ ἄλλο τὸ σωζόμενον, ἀλλ' αὐτὸς ἐκεῖνος ἀνακεφαλαιωθῇ, τηρουμένης τῆς ὁμοιότητος. Ἄγαν οὖν πίπτουσι καὶ οἱ λέγοντες αὐτὸν μηδὲν εἰληφέναι ἐκ τῆς παρθένου, ἵν' ἐκβάλωσι τὴν τῆς σαρκὸς κληρονομίαν, καὶ ἀποβάλωνται τὴν ὁμοιότητα. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Ἐπεὶ περισσὴ καὶ ἡ εἰς τὴν Μαρίαν αὐτοῦ κάθοδος. Τί γὰρ καὶ εἰς αὐτὴν κατῄει, εἰ μηδὲν ἔμελλε λήψεσθαι παρ' αὐτῆς; Ἔτι τε εἰ μηδὲν εἰλήφει παρὰ τῆς Μαρίας, οὐκ ἂν τὰς ἀπὸ γῆς εἰλημμένας προσίετο τροφάς, δι' ὧν τὸ ἀπὸ γῆς ληφθὲν τρέφεται σῶμα· οὐδ' ἂν εἰς τεσσα ράκοντα ἡμέρας ὁμοίως ὡς Μωϋσῆς καὶ Ἠλίας νηστεύσας ἐπείνησε, τοῦ σώματος ἐπιζητοῦντος τὴν ἰδίαν τροφήν· οὐδ' ἂν Ἰωάννης ὁ μαθητὴς αὐτοῦ περὶ αὐτοῦ γράφων εἰρήκει· "Ὁ δὲ Ἰησοῦς κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας ἐκαθέζετο·" οὐδ' ἂν ὁ ∆αβὶδ προαναπε 98 φωνήκει περὶ αὐτοῦ· "Καὶ ἐπὶ τὸ ἄλγος τῶν τραυμάτων μου προσ έθηκαν·" οὐδ' ἂν ἐδάκρυσεν ἐπὶ τοῦ Λαζάρου, οὐδ' ἂν ἵδρωσε θρόμβους αἵματος· οὐδ' ἂν εἰρήκει ὅτι "Περίλυπός ἐστιν ἡ ψυχή μου·" οὐδ' ἂν νυγείσης αὐτοῦ τῆς πλευρᾶς ἐξῆλθεν αἷμα καὶ ὕδωρ. Ταῦτα γὰρ πάντα σύμβολα σαρκὸς τῆς ἀπὸ γῆς εἰλημμένης, ἣν εἰς αὐτὸν ἀνεκεφαλαιώσατο τὸ ἴδιον πλάσμα σώζων. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Ὥσπερ γὰρ διὰ τῆς παρακοῆς τοῦ ἑνὸς ἀνθρώπου τοῦ πρώτως ἐκ γῆς ἀνεργάστου πεπλασμένου ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλοί, καὶ ἀπέβαλον τὴν ζωήν, οὕτως ἔδει καὶ δι' ὑπακοῆς ἑνὸς ἀνθρώπου τοῦ πρώτως ἐκ παρθένου γεγεννημένου, δικαιωθῆναι πολλοὺς καὶ ἀπολαβεῖν τὴν σωτηρίαν. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. " ̓Εγὼ εἶπα, θεοί ἐστε καὶ υἱοὶ ὑψίστου πάντες, ὑμεῖς δὲ ὡς ἄνθρωποι ἀποθνῄσκετε." Ταῦτα λέγει πρὸς τοὺς μὴ δεξαμένους τὴν δωρεὰν τῆς υἱοθεσίας, ἀλλ' ἀτιμάζοντας τὴν σάρκωσιν τῆς καθαρᾶς γεννήσεως τοῦ λόγου τοῦ θεοῦ, καὶ ἀποστεροῦντας τὸν ἄνθρωπον τῆς εἰς θεὸν ἀνόδου, καὶ ἀχαριστοῦντας τῷ ὑπὲρ αὐτῶν σαρκωθέντι λόγῳ τοῦ θεοῦ. Εἰς τοῦτο γὰρ ὁ λόγος ἄνθρωπος καὶ υἱὸς ἀνθρώπου ὁ υἱὸς τοῦ θεοῦ, ἵνα ὁ ἄνθρωπος χωρήσας τὸν λόγον καὶ τὴν υἱοθεσίαν λαβὼν υἱὸς γένηται θεοῦ. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Τοῦ πνεύματος οὖν κατελθόντος διὰ τὴν προωρισμένην οἰκονομίαν, καὶ τοῦ υἱοῦ τοῦ θεοῦ τοῦ μονογενοῦς, ὃς καὶ λόγος ἐστὶ τοῦ πατρός, ἐλθόντος τοῦ πληρώματος τοῦ χρόνου, σαρκωθέντος ἐν ἀνθρώπῳ, καὶ πᾶσαν τὴν κατ' ἄνθρωπον οἰκονομίαν ἐκπληρώσαντος Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν, ἑνὸς καὶ τοῦ αὐτοῦ ὄντος, ὡς αὐτὸς ὁ κύριος μαρτυρεῖ, καὶ οἱ ἀπόστολοι ὁμολογοῦσι, καὶ οἱ προφῆται κηρύττουσι, ψευδεῖς ἀπεδείχθησαν πᾶσαι αἱ διδασκαλίαι τῶν τὰς ὀγδοάδας καὶ τετράδας καὶ δοκήσεις παρεξευρηκότων. 99 Ἱππολύτου ἐπισκόπου καὶ μάρτυρος. Ἐκ τοῦ λόγου τοῦ εἰς τό, "Κύριος ποιμαίνει με." Καὶ κιβωτὸς δὲ ἐκ ξύλων ἀσήπτων αὐτὸς ἦν ὁ σωτήρ. Τὸ γὰρ ἄσηπ τον αὐτοῦ καὶ ἀδιάφθορον σκῆνος ταύτῃ κατηγγέλλετο τὸ μηδεμίαν ἁμαρτήματος σηπεδόνα φῦσαν. Ὁ γὰρ ἁμαρτήσας καὶ ἐξομολογούμε νός φησι· "Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προ σώπου τῆς ἀφροσύνης μου." Ὁ δὲ κύριος ἀναμάρτητος ἦν, ἐκ τῶν ἀσήπτων ξύλων τὸ κατὰ ἄνθρωπον, τουτέστιν, ἐκ τῆς παρθένου καὶ τοῦ ἁγίου πνεύματος, ἔσωθεν καὶ ἔξωθεν τοῦ λόγου τοῦ θεοῦ οἷα καθαρωτάτῳ χρυσίῳ περικεκαλυμμένος. Τοῦ αὐτοῦ ἐκ τοῦ λόγου τοῦ εἰς τὸν Ἑλκανᾶν καὶ τὴν Ἄνναν. Ἄγε δή μοι, ὦ Σαμουήλ, εἰς Βηθλεὲμ ἑλκομένην τὴν δάμαλιν, ἵνα ἐπιδείξῃς τὸν ἐκ ∆αβὶδ βασιλέα τικτόμενον, καὶ τοῦτον ὑπὸ πατρὸς βασιλέα καὶ ἱερέα χριόμενον. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Εἰπέ μοι, ὦ μακαρία Μαρία, τί ἦν τὸ ὑπὸ σοῦ ἐν τῇ κοιλίᾳ συνειλημ μένον, καὶ τί ἦν τὸ ὑπὸ σοῦ ἐν παρθενικῇ μήτρᾳ βασταζόμενον; Λόγος γὰρ ἦν θεοῦ πρωτότοκος ἀπ' οὐρανῶν ἐπὶ σὲ κατερχόμενος, καὶ ἄνθρωπος πρωτότοκος ἐν κοιλίᾳ πλασσόμενος, ἵν' ὁ πρωτότοκος λόγος θεοῦ πρωτοτόκῳ ἀνθρώπῳ