20
καὶ φυσικώτατα ὁ ἀρνησίθεος ὠνόμασται. Εἰ γὰρ σοφίας ἀρχὴ φόβος Θεοῦ, ἀφοβία καὶ ἀθέτησις τοὐναντίον ἂν γένοιτο τῆς σοφίας. Ὅτι πρὸς σὲ προσεύξομαι, Κύριε, τὸ πρωῒ εἰσακούσῃ τῆς φωνῆς μου· τὸ πρωῒ παραστήσομαί σοι καὶ ἐπόψῃ με. Παιδεύεται διὰ τούτων ἡ κληρονομοῦσα τὴν ἀπαρχὴν τῶν ἡμερινῶν πράξεων τῇ πρὸς Θεὸν ἀνατιθέναι λατρείᾳ· ὅπερ οὐκ ἂν ἐποίει μὴ καὶ ἀπὸ κοίτης ἔχουσα τὴν ἀγνωσίαν. Ὅτι οὐχὶ Θεὸς θέλων ἀνομίαν σὺ εἶ· οὐ παροικήσει σοι πονηρευόμενος, οὐδὲ διαμενοῦσι παράνομοι κατέναντι τῶν ὀφθαλμῶν σου. Ὡς ἂν ἠξιωμένη τῶν ἐπηγγελμένων ἀγαθῶν ἡ κληρονομοῦσα, τοὺς ἀνόμους ἐπιδείκνυσιν ἑαυτῇ. Οἱ γὰρ παράνομοι, εἰ καὶ πρὸ τοῦ παρανομῆσαι παρῴκησάν σοί ποτε, καθάπερ οἱ τὸν Μωϋσέως δεξάμενοι νόμον, ἀλλὰ παραβάται γεγονότες οὐ μένουσιν. Μισεῖς δὲ καὶ τοὺς ἔξω τῆς θεοσεβείας ἐν ὅσῳ μίσους ἄξια πράττουσιν. Ἐμίσησας, Κύριε, πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν, ἀπολεῖς πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος. Ἄνδρα αἱμάτων καὶ δόλιον βδελύσσεται Κύριος. Οὐ τούς ποτε ἐργασαμένους, ἀλλὰ καὶ τοὺς ἔτι καὶ νῦν ἐργαζομένους, ὡς ἂν ἐπιμένοντας τῇ κακίᾳ, μισεῖ ὁ Θεός. Παρὰ πάντας δὲ τούτους ἀπω 23.117 λείᾳ παραδίδωσι τοὺς μὴ μόνον κατὰ ἀπάτην λογιζομένους τὰ ψευδῆ, ἀλλὰ καὶ λαλοῦντας αὐτὰ, καὶ ἑτέροις διακονουμένους, ὁποῖοι τυγχάνουσιν οἱ ἄθεοι, αἱρεσιῶται. Καὶ ἐπὶ πᾶσι τούτοις τὸν ἄνδρα αἱμάτων βδελύσσεται Κύριος, καὶ ἐν τῇ ἴσῃ τούτῳ τιμωρίᾳ καὶ τὸν δόλιον τίθησιν. Ὁ δὲ βδελυγμὸς ὑπερβάλλουσαν ἀποστροφὴν, ὡς ἐπὶ μεγάλῳ βιάσματι, τοῦ βδελυσσομένου πρὸς τὸν βδελυκτὸν παρίστησι. Κύριε, ὁδήγησόν με ἐν τῇ δικαιοσύνῃ σου· ἕνεκα τῶν ἐχθρῶν μου κατεύθυνον ἐνώπιόν σου τὴν ὁδόν μου. Χριστὸς δὲ ἡ δικαιοσύνη· αὐτὸς γὰρ ἐγενήθη σοφία ἡμῖν ἀπὸ Θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις. Ὅτι οὐκ ἔστιν ἐν τῷ στόματι αὐτῶν ἀλήθεια, ἡ καρδία αὐτῶν ματαία. Ματαία δὲ καὶ τῶν ἔξω σοφῶν ἡ καρδία περὶ ὧν εἴρηται· Κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν σοφῶν, ὅτι εἰσὶ μάταιοι· ὧν ὁ λάρυγξ ἀπέπνει νεκρὰ δόγματα, τὸν ζωοποιὸν τοῦ Θεοῦ λόγον μὴ διδασκόντων, τὸν δὲ ψευδῆ καὶ νεκρόν· Κρῖνον αὐτοὺς, ὁ Θεὸς, τοὺς ἐπιβουλεύοντάς μου ταῖς περὶ τῆς κληρονομίας ἐλπίσιν· οὗτοι γάρ σε παραπικραινοῦσι. Κρῖνον· σοῦ γὰρ σώζειν σπουδάζοντος, πολεμοῦσιν ἐπιβουλεύοντες. Βούλεται δὲ καὶ αὐτοὺς ἐντεῦθεν ἤδη κριθέντας ὠφεληθῆναι, τοῦ πλήθους τῶν ἀσεβημάτων ἔξω γεγενημένους. Καὶ εὐφρανθήτωσαν πάντες οἱ ἐλπίζοντες ἐπὶ σὲ, εἰς αἰῶνα ἀγαλλιάσονται καὶ κατασκηνώσεις ἐν αὐτοῖς. Ἀλλὰ καὶ ἐπὶ τῆς τοῦ Σωτῆρος ἐπιδημίας ηὐφράνθησαν οἱ τὴν αὐτοῦ καραδοκήσαντες ἐνανθρώπησιν· ἥτις τοῖς προφήταις καὶ τοῖς νοοῦσι τὰ τούτων ἠλπίζετο. Ἐπεδήμησε γὰρ ὁ Θεὸς Λόγος σὰρξ γεγονὼς, προσλήψει σαρκὸς, ἵνα σκηνώσῃ ἐν τοῖς πεπιστευκόσιν αὐτῷ, κατὰ τὸ, Ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν· οἳ καὶ εἰς αἰῶνα ἀγαλλιάσονται, ὁρῶντες τοῦ σαρκωθέντος Λόγου τὴν δόξαν, ὡς Μονογενοῦς παρὰ Πατρὸς, πλήρης χάριτος καὶ ἀληθείας. οἳ καί φασιν· Εἰ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστὸν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν, ἔχοντες θεωρίαν τῆς δόξης αὐτοῦ, καθ' ἣν Μονογενὴς παρὰ Πατρός ἐστιν. Καὶ καυχήσονται ἐν σοὶ οἱ ἀγαπῶντες τὸ ὄνομά σου, ὅτι σὺ εὐλογήσεις δίκαιον. Οὔσης λόγου καυχήσεως, περὶ ἧς ὁ Παῦλός φησιν· Μηδεὶς καυχάσθω ἐν ἀνθρώποις, καὶ ὁ προφήτης· Μὴ καυχάσθω ὁ σοφὸς ἐν τῇ σοφίᾳ αὐτοῦ, καὶ τὰ ἑξῆς· οὐ τοιαύτη τυγχάνει ἡ τοῦ λέγοντος· Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· καὶ, Ὁ καυχώμενος, ἐν Κυρίῳ καυχάσθω. Τοιοῦτοι περὶ ὧν ὁ λόγος, ἠγαπηκότων αὐτοῦ τὸ ὄνομα. Προαιρέσει γὰρ, οὐ φόβῳ, τετιμηκότες ἐκαυχῶντο. Αἴτιον δὲ τῆς καυχήσεως τὸ τῶν ἐπουρανίων τυγχάνειν εὐλογιῶν· περὶ ὧν φησιν ὁ Ἀπόστολος· Εὐλογητὸς ὁ Θεὸς ὁ εὐλογήσας ἡμᾶς ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ ἐν τοῖς ἐπουρανίοις.