20
συναπτόμενος δειχθῇ. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Τὴν δὲ δευτέραν, τὴν διὰ τῶν προφητῶν ὡς διὰ τοῦ Σαμουήλ, ἀνα καλῶν καὶ ἐπιστρέφων τὸν λαὸν ἀπὸ τῆς δουλείας τῶν ἀλλοφύλων. Τὴν δὲ τρίτην, ἐν ᾗ ἔνσαρκος παρῆν τὸν ἐκ τῆς παρθένου ἄνθρωπον ἀναλαβών, ὃς καὶ ἰδὼν τὴν πόλιν, ἔκλαυσεν ἐπ' αὐτῇ. Τοῦ αὐτοῦ ἐκ τοῦ λόγου τοῦ εἰς τὴν ἀρχὴν τοῦ Ἡσαΐου. Αἰγύπτῳ μὲν τὸν κόσμον ἀπείκασε, χειροποιήτοις δὲ τὴν εἰδωλο λατρίαν, σεισμῷ δὲ τὴν μετανάστασιν καὶ κατάλυσιν αὐτῆς. Κύριον δὲ τὸν λόγον· νεφέλην δὲ κούφην, τὸ καθαρώτατον σκῆνος, εἰς ὃ ἐνθρονισθεὶς ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς εἰσῆλθεν εἰς τὸν βίον σεῖσαι τὴν πλάνην. Τοῦ ἁγίου Μεθοδίου ἐπισκόπου καὶ μάρτυρος. 100 Ἐκ τοῦ περὶ μαρτύρων λόγου. Οὕτω γὰρ θαυμαστὸν καὶ περισπούδαστόν ἐστι τὸ μαρτύριον, ὅτι αὐτὸς ὁ κύριος Χριστός, ὁ υἱὸς τοῦ θεοῦ, τιμῶν αὐτὸ ἐμαρτύρησεν, οὐχ ἁρπαγμὸν ἡγησάμενος τὸ εἶναι ἴσα θεῷ, ἵνα καὶ τούτῳ τὸν ἄνθρωπον τῷ χαρίσματι, εἰς ὃν κατέβη, στέψῃ. Τοῦ ἁγίου Εὐσταθίου ἐπισκόπου Ἀντιοχείας καὶ ὁμολογητοῦ. Ἐκ τῆς ἑρμηνείας τοῦ ιεʹ ψαλμοῦ. Ἀλλὰ μὴν ἡ τοῦ Ἰησοῦ ἑκατέρων πεῖραν ἔσχε. Γέγονε γὰρ καὶ ἐν τῷ χωρίῳ τῶν ἀνθρωπίνων ψυχῶν, καὶ τῆς σαρκὸς ἐκτὸς γενομένη ζῇ καὶ ὑφέστηκε. Λογικὴ ἄρα καὶ ταῖς ψυχαῖς τῶν ἀνθρώπων ὁμοού σιος, ὥσπερ καὶ ἡ σὰρξ ὁμοούσιος τῇ τῶν ἀνθρώπων σαρκὶ τυγ χάνει, ἐκ τῆς Μαρίας προελθοῦσα. Τοῦ αὐτοῦ ἐκ τοῦ περὶ ψυχῆς λόγου. Τί δ' ἂν εἴποιεν εἰς τὰς τοῦ βρέφους ἀναβλέψαντες ἀνατροφάς, ἢ τὴν τῆς ἡλικίας ἀνάδοσιν, ἢ τὴν τῶν χρόνων ἐπίτασιν, ἢ τὴν τοῦ σώματος αὔξην; Ἵνα δὲ παρῶ λέγειν τὰς ἐπὶ ἐδάφους ἐκπληρωθείσας θαυμα τουργίας, ὁράτωσαν τὰς τῶν νεκρῶν ἀναβιώσεις, τὰ τοῦ πάθους σύμβολα, τὰ τῶν μαστίγων ἴχνη, τοὺς τῶν πληγῶν μώλωπας, τὴν τετρωμένην πλευράν, τοὺς τῶν ἥλων τύπους, τὴν τοῦ αἵματος ἔκχυσιν, τὰ τοῦ θανάτου σημεῖα, καὶ τὸ σύμπαν εἰπεῖν, αὐτὴν τὴν τοῦ ἰδίου σώματος ἀνάστασιν. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Καὶ μὴν εἴ τις εἰς τὴν τοῦ σώματος γέννησιν ἀφορᾷ, προδήλως εὑρή σειεν ἂν ὡς ἐν τῇ Βηθλεὲμ τεχθεὶς ἐσπαργανώθη, κἀν τῇ Αἰγύπτῳ χρόνοις ἐτράφη τισὶν ἕνεκεν τῆς τοῦ ἀλάστορος ἐπιβουλῆς Ἡρώδου, κἀν τῇ Ναζαρὲτ ἀνδρωθεὶς ηὐξήθη. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Οὐ γὰρ ταὐτόν ἐστιν ἡ σκηνὴ τοῦ λόγου καὶ θεοῦ, δι' ἧς τὴν θείαν ἐθεώρει δόξαν ὁ μακάριος Στέφανος. Τοῦ αὐτοῦ ἐκ τοῦ λόγου τοῦ εἰς τό, "Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὑτοῦ." Εἰ μὲν οὖν ἀρχὴν τῆς γεννήσεως εἴληφεν ὁ λόγος, ἀφ' οὗ διὰ τῆς μητρῴας διοδεύσας γαστρὸς τὰς σωματικὰς ἐφόρεσεν ἁρμονίας, 101 συνέστηκεν ὅτι γέγονεν ἐκ γυναικός. Εἰ δὲ λόγος καὶ θεὸς ἦν ἀνέ καθεν παρὰ τῷ πατρί, καὶ τὰ σύμπαντα δι' αὐτοῦ γεγενῆσθαί φαμεν, οὐκ ἄρα γέγονεν ἐκ γυναικὸς ὁ ὢν καὶ τοῖς γεννητοῖς ἅπασιν αἴτιος ὤν· ἀλλ' ἔστι τὴν φύσιν θεὸς αὐτάρκης, ἄπειρος, ἀπερινόητος· ἐκ γυναικὸς δὲ γέγονεν ἄνθρωπος, ὁ ἐν τῇ παρθενικῇ μήτρᾳ πνεύματι παγεὶς ἁγίῳ. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Ναὸς γὰρ κυρίως ὁ καθαρὸς καὶ ἄχραντος, ἡ κατὰ τὸν ἄνθρωπόν ἐστι περὶ τὸν λόγον σκηνή, ἔνθα προφανῶς σκηνώσας ᾤκησεν ὁ θεός. Καὶ ταῦτα οὐκ ἐκ τῶν εἰκότων φαμέν· τούτου γὰρ ὁ φύσει τοῦ θεοῦ υἱός, τὴν λύσιν καὶ ἀνάστασιν προαγορεύων τοῦ νεώ, ἀναμφιβόλως ἡμᾶς διδάσκων ἐφοδιάζει, τοῖς μιαιφόνοις φάσκων Ἰουδαίοις· "Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν." Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Ὁπηνίκα οὖν τὸν ἄνθρωπον ναουργήσας ἐφόρεσεν ὁ λόγος, σώματι μὲν τοῖς ἀνθρώποις ἐπιφοιτῶν, παντοδαπὰς ἀοράτως θαυματουργίας ἐπεδείκνυτο, τοὺς δὲ ἀποστόλους κήρυκας τῆς ἀϊδίου βασιλείας ἐξέπεμπε. Τοῦ αὐτοῦ ἐκ τῆς ἑρμηνείας τοῦ βʹ ψαλμοῦ. Πρόδηλον οὖν, εἴπερ ὁ χρίων ἀποδεικνύει θεόν, οὗ τὸν θρόνον εἶπεν αἰώνιον, δῆλος μέν ἐστι φύσει θεὸς ἐκ θεοῦ γεννηθεὶς ὁ χρίσας· ὁ δὲ χρισθεὶς ἐπίκτητον εἴληφεν ἀρετήν, ἐκκρίτῳ ναουργίᾳ κοσμηθείς, ἐκ τῆς τοῦ κατοικοῦντος ἐν αὐτῷ θεότητος. Τοῦ