21
Καὶ τέλος δὲ ἀγαθῶν τῆς ἐλπιζομένης κληρονομίας 23.120 ὁ τῆς δικαιοσύνης στέφανος, οὗ τεύξονται οἱ κατὰ Παῦλον λέγειν δυνάμενοι· Λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος· ᾧπερ ηὐδόκησεν ὁ Θεὸς ὅπλῳ χρήσασθαι φυλακτικῷ πάσης ἐφόδου πολεμίων ἐπιούσης κατὰ τῶν οἰκείων αὐτοῦ. ΨΑΛΜΟΣ ΤΩ ∆ΑΥΙ∆ ʹ. Εἰς τὸ τέλος ἐν ὕμνοις ὑπὲρ τῆς ὀγδόης. Ὀγδόη ἡ ἀναστάσιμος τοῦ Σωτῆρος ἡμέρα κυριακὴ σωτήριος, ἐν ᾗ πάντων ἁμαρτημάτων καθάρσιον εἶναι πιστεύομεν· ἐν ᾗ συμβολικῶς μὲν ἅπαν περιετέμνετο βρέφος, κατὰ δὲ τὸ ἀληθὲς καθαίρεται δι' ἀναγεννήσεως πᾶσα ἐν Θεῷ ψυχὴ γεννωμένη. Τοσοῦτον δὲ κρεῖττον αὐτὴ τῆς ἑβδόμης, ὡς ἐν αὐτῇ λύεσθαι τὴν περὶ τοῦ σαββάτου νομοθεσίαν, εἰ καταλάβοι κατ' αὐτὴν ἡ τοῦ βρέφους ὀγδόη· περιτέμνεται γὰρ ἄνθρωπος ἐν σαββάτῳ. Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. Ἐλέησόν με, Κύριε, ὅτι ἀσθενής εἰμι· ἴασαί με, Κύριε, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου. Ἐξ ἀσθενείας γὰρ ἅπαν ἁμάρτημα γίνεται, πρὸς τὸ πάθος ἀεὶ τῆς ψυχῆς ἐνδιδούσης· διὸ καταφεύγει πρὸς τὸν Σωτῆρα καὶ ἰατρὸν, τὸν Υἱὸν τοῦ Θεοῦ. Ἐγγενόμενος γὰρ ψυχῇ τῇ λογικῇ, ὡς μὲν λόγος Θεοῦ τὴν ἀλογίαν αὐτῆς ἀφαιρεῖται· ὡς δὲ σοφία τῆς ἀφροσύνης αὐτὴν ἀπαλλάττει, καὶ ὡς δικαιοσύνη τῆς ἀδικίας, καὶ ὡς ἀλήθεια τοῦ ψεύδους ἐλευθεροῖ. Τὰς νεανικὰς δὲ τῆς ψυχῆς ὑποφαίνει δυνάμεις, τεταράχθαι φήσας αὐτοῦ τὰ ὀστᾶ, δι' ὧν εἴωθεν ἀντιβαίνειν τοῖς πάθεσιν ἀνδρικῶς· ὃ δὴ σαφηνίζων ἐπήγαγε· Καὶ ἡ ψυχή μου ἐταράχθη σφόδρα. Ἴασις δὲ ἀσθενείας ψυχῆς ἡ ἐκ Θεοῦ δύναμις· ἧς ὁ τυχών φησι· Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ. Ὅτι δὲ μὴ πάντως αἰσθητὰ τὰ ὀστᾶ, δηλοῖ τὸ, Πάντα τὰ ὀστᾶ μου ἐροῦσιν· Κύριε, τίς ὅμοιός σοι; Καὶ τὸ, ∆ιεσκορπίσθη τὰ ὀστᾶ ἡμῶν παρὰ τὸν ᾅδην. Καὶ σὺ, Κύριε, ἕως πότε; Τὴν ἐπὶ μακρῷ χρόνῳ παράτασιν τῆς ἑαυτοῦ μετανοίας ἐμφαίνει. Ὁ γάρ τοι σοφὸς τῶν ψυχῶν ἰατρὸς οὐ παραχρῆμα κατὰ τὴν πρώτην ἐπιστροφὴν ἐπακούει τοῦ δεομένου, ὡς ἐν ἕξει παραμόνῳ γένηται τἀγαθοῦ, βεβαίαν δείξας μετάνοιαν· καὶ μετὰ τὴν ἱκανὴν καρτερίαν τὴν ἐν ἐξομολογήσει· φησὶν ἐνέπεισας· καιρῷ δεκτῷ ἐπήκουσά σου. Τοῖς γὰρ μὴ ἐξ ἁμαρτίας αὐτὸν ἐπικαλουμένοις ἐρεῖ· Ἔτι λαλοῦντός σου, Ἰδοὺ πάρειμι. Ὅτι οὐκ ἔστιν ἐν τῷ θανάτῳ ὁ μνημονεύων σου, ἐν δὲ τῷ ᾅδῃ τίς ἐξομολογήσεταί σοι; Ἐκοπίασα ἐν στεναγμῷ μου, λούσω καθ' ἑκάστην νύκτα τὴν κλίνην μου, ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω. Σοφὸς ὢν ὁ ∆αυῒδ οὐκ ἠγνόει τὴν παροῦσαν ζωὴν θεραπείας εἶναι καιρὸν, μεθ' ὃν οὐ δεὶς κατορθοῖ· καὶ πάντα πράττει θεραπευθῆναι βου 23.121 λόμενος, πρὶν ὑπὸ τοῦ κοινοῦ καταληφθῆναι. ∆ιό φησιν· Ἀντὶ μιᾶς νυκτὸς καθ' ἣν ἥμαρτον, πάσας ἐξομολογοῦμαι τὰς νύκτας, ἀποπλῦναι πειρώμενος ἐμαυτὸν καὶ τὴν ἐφ' ἣν ἥμαρτον κλίνην δάκρυσι μετανοίας. Οἶδα γὰρ δὲ κἂν τύχῃ τῆς ἀφέσεως ἐπαγγέλληται, δακρύων πέρας οὐχ ἕξειν. Τὸ δὲ, Τίς ἐξομολογήσεταί σοι; ἀντὶ τοῦ, οὐδείς, κεῖται· νῦν γὰρ οὐ σημαίνει τὸ σπάνιον. Ἐταράχθη ἀπὸ θυμοῦ ὁ ὀφθαλμός μου, ἐπαλαιώθην ἐν πᾶσι τοῖς ἐχθροῖς μου. Ἡ μνήμη, φησὶ, τοῦ θυμοῦ σου καὶ τῆς ὀργῆς τὸν ἐμὸν ἐτάραξε νοῦν· ὃ δὴ διδάσκων ὁ Σωτὴρ ἔλεγεν· Ὁ λύχνος τοῦ σώματος ἐστὶν ὁ ὀφθαλμός. Οὐ γὰρ ἐγχωρεῖ ἕνα τῶν δυεῖν ὀφθαλμῶν τοῦ σώματος λύχνον εἶναι· ἀλλ' οὐδὲ σωματικὸς ὀφθαλμὸς ὑπὸ θυμοῦ ταράσσεται τοῦ Θεοῦ. Ἀντὶ κατορθώματος δὲ καταριθμεῖται τὰς ἰδίας κακοπαθείας· ἐν αἷς καὶ τὴν κάκωσίν τε καὶ ταπείνωσιν, ἣν ἐπὶ πλεῖστον χρόνον ἐν μέσοις ἐποιεῖτο τοῖς ἰδίοις ἐχθροῖς. Ἀπόστητε ἀπ' ἐμοῦ, πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, ὅτι εἰσήκουσε Κύριος τῆς φωνῆς τοῦ κλαυθμοῦ μου. Εἰσήκουσε Κύριος τῆς δεήσεώς μου, Κύριος τὴν προσευχήν μου