1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

21

ἁγίου Ἀθανασίου ἐπισκόπου Ἀλεξανδρείας καὶ ὁμολογητοῦ. Ἐκ τῆς ἀπολογίας τῆς γεγενημένης ὑπὲρ ∆ιονυσίου ἐπισκόπου Ἀλεξανδρείας. " ̓Εγὼ ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα· ὁ πατήρ μου ὁ γεωργός ἐστιν." Ἡμεῖς γὰρ τοῦ κυρίου κατὰ τὸ σῶμα συγγενεῖς ἐσμεν· καὶ αὐτὸς διὰ τοῦτο εἶπεν· "Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου." Καὶ ὥσπερ εἰσὶ τὰ κλήματα ὁμοούσια τῆς ἀμπέλου, καὶ ἐξ αὐτῆς, οὕτω καὶ ἡμεῖς, ὁμογενῆ σώματα ἔχοντες τῷ σώματι τοῦ κυρίου, ἐκ τοῦ 102 πληρώματος αὐτοῦ λαμβάνομεν, κἀκεῖνο ῥίζαν ἔχομεν εἰς τὴν ἀνάστασιν καὶ εἰς τὴν σωτηρίαν. Ὁ δὲ πατὴρ εἴρηται ὁ γεωργός· αὐτὸς γὰρ εἰργάσατο διὰ τοῦ λόγου τὴν ἄμπελον, ἥτις ἐστὶ τὸ κυρια κὸν σῶμα. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἀπολογίας. Ἄμπελος δὲ ἐκλήθη ὁ κύριος διὰ τὴν περὶ τὰ κλήματα, ἅπερ ἐσμὲν ἡμεῖς, συγγένειαν σωματικήν. Τοῦ αὐτοῦ ἐκ τοῦ περὶ πίστεως λόγου τοῦ μείζονος. Τὸ γεγράφθαι, "Ἐν ἀρχῇ ἦν ὁ λόγος," φανερῶς τὴν θεότητα δηλοῖ· τὸ δέ, "Ὁ λόγος σὰρξ ἐγένετο," τὸν ἄνθρωπον τοῦ κυρίου δείκνυσιν. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Καὶ τό, "Πλυνεῖ ἐν οἴνῳ τὴν στολὴν αὑτοῦ," τουτέστιν, ἐν τῷ ἰδίῳ αἵματι τὸ σῶμα, τὴν περιβολὴν τῆς θεότητος. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Τὸ γάρ, "Ἦν," ἐπὶ τῆς θεότητος αὐτοῦ ἀναφέρεται· τὸ δέ, "Σὰρξ ἐγένετο," ἐπὶ τοῦ σώματος. Ὁ λόγος σὰρξ ἐγένετο, οὐκ εἰς σάρκα ἀναλυθείς, ἀλλὰ σάρκα φορέσας· ὡς δ' ἂν εἴποι τις, ὁ δεῖνα γέγονε γέρων, οὐκ ἐξ ἀρχῆς γεννηθείς· ἢ ὁ στρατιώτης βετράνος ἐγένετο, οὐ πρότερον τοιοῦτος ὢν οἷος γέγονεν. Ἰωάννης, "Ἐγενόμην, φησίν, ἐν τῇ νήσῳ Πάτμῳ ἐν τῇ ἡμέρᾳ τῇ κυριακῇ·" οὐχ ὅτι ἐκεῖ γέγονεν ἢ γεγέννηται, ἀλλ' εἶπεν, "Ἐγενόμην ἐν Πάτμῳ," ἀντὶ τοῦ, παρεγενό μην. Οὕτως ὁ λόγος εἰς σάρκα παραγέγονεν, ὡς λέλεκται, "Ὁ λόγος σὰρξ ἐγένετο." Ἄκουσον λέγοντος· "Ἐγενόμην ὡσεὶ σκεῦος ἀπολωλός," καί, "Ἐγενόμην ὡσεὶ ἄνθρωπος ἀβοήθητος, ἐν νεκροῖς ἐλεύ θερος." Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς Ἐπίκτητον ἐπιστολῆς. Τίς γὰρ ἤκουσε τοιαῦτα πώποτε; Τίς ὁ διδάξας; Τίς ὁ μαθών; "Ἐκ μὲν γὰρ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος κυρίου ἐξ Ἱερουσαλήμ." Ταῦτα δὲ πόθεν ἐξῆλθε; ποῖος ᾅδης ἠρεύξατο, ὁμοούσιον εἰπεῖν τὸ ἐκ Μαρίας σῶμα τῇ τοῦ λόγου θεότητι, ἢ ὅτι ὁ λόγος εἰς σάρκα καὶ ὀστέα καὶ τρίχας καὶ ὅλον τὸ σῶμα μεταβέβληται; Τίς δὲ ἤκουσεν ἐν ἐκκλη 103 σίᾳ ἢ ὅλως παρὰ Χριστιανοῖς, ὅτι θέσει καὶ οὐ φύσει σῶμα πεφόρηκεν ὁ κύριος; Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἐπιστολῆς. Τίς δὲ ἀκούων ὅτι οὐκ ἐκ Μαρίας ἀλλ' ἐκ τῆς ἑαυτοῦ οὐσίας μετε ποίησεν ἑαυτῷ σῶμα παθητὸν ὁ λόγος, εἴποι ἂν Χριστιανὸν τὸν λέγοντα ταῦτα; Τίς δὲ τὴν ἀθέμιτον ταύτην ἐπενόησεν ἀσέβειαν, ὥστε κἂν εἰς ἐνθύμησιν ἐλθεῖν καὶ εἰπεῖν, ὅτι ὁ λέγων ἐκ Μαρίας εἶναι τὸ κυριακὸν σῶμα, οὐκ ἔτι τριάδα ἀλλὰ τετράδα ἐν τῇ θεότητι φρονεῖ; ὡς διὰ τοῦτο τοὺς οὕτω διακειμένους τῆς οὐσίας τῆς τριάδος λέγειν τὴν σάρκα, ἣν ἐνεδύσατο ἐκ Μαρίας ὁ σωτήρ. Πόθεν δὲ πάλιν ἠρεύ ξαντό τινες ἴσην ἀσέβειαν τοῖς προειρημένοις, ὡς εἰπεῖν μὴ νεώτερον εἶναι τὸ σῶμα τῆς τοῦ λόγου θεότητος, ἀλλὰ συναΐδιον αὐτῷ δια παντὸς γεγενῆσθαι, ἐπειδὴ ἐκ τῆς οὐσίας τῆς σοφίας συνέστη; Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἐπιστολῆς. Ἀνθρώπινον ἄρα φύσει τὸ ἐκ Μαρίας σῶμα κατὰ τὰς θείας γραφάς, καὶ ἀληθινὸν δὲ ἦν, ἐπειδὴ ταὐτὸν ἦν τῷ ἡμετέρῳ· ἀδελφὴ γὰρ ἡμῶν ἡ Μαρία, ἐπεὶ καὶ οἱ πάντες ἐκ τοῦ Ἀδάμ ἐσμεν, καὶ τοῦτο οὐκ ἄν τις ἀμφιβάλοι, μνησθεὶς ὧν ἔγραψε Λουκᾶς. Τοῦ ἁγίου Βασιλείου ἐπισκόπου Καισαρείας. Ἐκ τῆς ἑρμηνείας τοῦ νθʹ ψαλμοῦ. Πάντες ἀλλόφυλοι ὑπετάγησαν τῷ ζυγῷ τοῦ Χριστοῦ ὑποκύψαντες· διὰ τοῦτο ἐπὶ τὴν Ἰδουμαίαν ἐπιβάλλει τὸ ὑπόδημα αὑτοῦ. Ὑπόδημα δὲ τῆς θεότητος ἡ σὰρξ ἡ θεοφόρος, δι' ἧς ἐπέβη τοῖς ἀνθρώποις. Τοῦ αὐτοῦ ἐκ τῶν πρὸς Ἀμφιλόχιον ἐπίσκοπον περὶ τοῦ ἁγίου πνεύματος. Καὶ ἀνάπαλιν τῇ ἐξ οὗ λέξει ἀντὶ τῆς δι' οὗ κέχρηται, ὡς ὅταν λέγῃ Παῦλος, "Γενόμενος ἐκ γυναικός·" τοῦτο γὰρ ἡμῖν σαφῶς ἑτέρωθι δι εστείλατο, γυναικὶ μὲν προσήκειν