22
προσεδέξατο. Αἰσχυνθείησαν καὶ ταραχθείησαν πάντες οἱ ἐχθροί μου, ἐπιστραφείησαν καὶ αἰσχυνθείησαν σφόδρα διὰ τάχους. Ἐπηκόου τυχὼν τοῦ Θεοῦ, ἐπιστρέφει πάλιν πρὸς αὐτὸν τὴν εὐχὴν, καὶ παρακαλεῖ πρὸς τὸ ἀναχωρῆσαι καὶ αἰσχυνθῆναι αὐτοῦ τοὺς ἐχθροὺς, ἀποτυχόντας ἐν οἷς ἐπεβούλευσαν, δι' ὧν αὐτῷ Θεὸς τὴν σωτηρίαν παρέσχετο. Ἀξιοῖ δὲ καὶ λίαν αὐτοὺς ταραχθῆναι· ὃ δὴ πάντως αὐτοὺς κατὰ τὸν καιρὸν τῆς τοῦ Θεοῦ δικαιοκρισίας ἐκδέξεται. ΨΑΛΜΟΣ ΤΩ ∆ΑΥΙ∆ Ζʹ. Ὃν ᾖσε τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεῖ. Κύριε ὁ Θεός μου, ἐπὶ σοὶ ἤλπισα· σῶσόν με ἐκ πάντων τῶν διωκόντων με, καὶ ῥῦσαί με, μήποτε ἁρπάσῃ ὡς λέων τὴν ψυχήν μου, μὴ ὄντος λυτρουμένου, μηδὲ σώζοντος. Οὐκ ἐπ' ἀνθρώποις, οὐδὲ συμβουλαῖς ἀνθρώπων, ἢ στρατοῦ πλήθει τὰς ἐμὰς ἐλπίδας ἀπήρτησα· ∆ιό με ῥῦσαι πολεμίων μοι τοσούτων ἐπικειμένων διὰ παντός. Οὐ μόνον νῦν Ἀβεσσαλὼμ, καὶ Ἀχιτόφελ, καὶ τῶν σὺν αὐτοῖς· ἀλλὰ καὶ πάλαι νέῳ ὄντι Σαούλ τε καὶ πλείστων τῶν τε δι' αὐτῶν ἀφανῶς μοι πολεμούντων δαιμόνων· ὧν περὶ τοῦ ἄρχοντος εἴρηται· Ὁ ἀντίδικος ὑμῶν διάβολος ὡς λέων ὠρυόμενος περιέρχεται ζητῶν τίνα καταπίῃ· ἐξ οὗ μάλιστα ῥυσθῆναι παρακαλῶ. Κύριε ὁ Θεός μου, εἰ ἐποίησα τοῦτο, εἰ ἔστιν ἀδικία ἐν χερσί μου, εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσί μοι κακὰ, ἀποπέσοιμι ἄρα ἀπὸ τῶν ἐχθρῶν μου κενός. Ὅσην ἄγει παῤῥησίαν ἐπὶ τῷ μὴ μνησικακεῖν! Ἐξαίρετον γὰρ τοῦτο κατόρθωμα τοῦ 23.124 ∆αυΐδ· ὡς τοῦ μὲν Μωϋσέως τὸ πρᾶον· Πρᾶος γὰρ ἦν παρὰ πάντας τοὺς ἀνθρώπους τοὺς ὄντας ἐπὶ τῆς γῆς· τοῦ Ἀβραὰμ δὲ ἡ πίστις· Ἐπίστευσε γὰρ τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην· καὶ τοῦ Ἰὼβ ἡ καρτερία, καὶ Ἰωσὴφ ἡ σωφροσύνη, καὶ ἡ σοφία τοῦ Σαλομῶντος. Καὶ τὸ στεῤῥὸν τῶν ἁγίων οὐκ ἐπὶ τοῖς αὐτοῖς μεμαρτύρηται· ἀλλ' ἐν ᾧ κρατεῖ παραδόξῳ παλαίσματι. ∆αυῒδ τοίνυν ὁ διὰ παντὸς ἀμνησίκακον ᾔτησε, προτείνει Θεῷ τῶν ἔσων ἐξ αὐτοῦ τυχεῖν ἐξαιτούμενος. Ἤδει γὰρ ἐκ τοῦ θείου Πνεύματος τὴν μέλλουσαν τοῦ Σωτῆρος ἐπαγγελίαν τὴν, Ἐὰν ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, ἀφήσει καὶ ὑμῖν ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τὰ παραπτώματα ὑμῶν. ∆ιὸ μετὰ τὴν ἱκανὴν μετάνοιαν ἔτυχε τῆς ἀφέσεως. Καταδιώξαι ἄρα ὁ ἐχθρὸς τὴν ψυχήν μου, καὶ καταλάβοι καὶ καταπατήσαι εἰς γῆν τὴν ζωήν μου, καὶ τὴν δόξαν μου εἰς χοῦν κατασκηνώσαι. ∆ιατεινόμενος δέ φησιν· Εἰ μὴ κατώρθωσα τοῦτο, μὴ ἐλευθερωθείην πρὸ τοῦ θανάτου τῆς ἁμαρτίας, μηδὲ τὴν ἐμὴν ἀπολάβοιμι δόξαν, ἐν αὐταῖς δέ μου καταληφθείην ταῖς ἁμαρτίαις, ἵν' ὡς ὅτε ἥμαρτον οὕτω μέχρι παντὸς τὴν ἐμὴν ὁ δυσμενὴς καταπατήσῃ ψυχὴν, μέχρι τοῦ εἰς χοῦν ὑποστρέψαι θανάτου. Εἰ δὲ κατώρθωσα, τύχοιμι τῶν ἴσων λυτρούμενος, καὶ μὴ εἰς ὃν ἐξ ἁμαρτίας κατέπεσα χοῦν ἐπιμένων τῆς σαρκικῆς ἁμαρτίας. Ἡ ζωὴ τοῦ ἔτι τὴν εἰκόνα τοῦ χοϊκοῦ φοροῦντος καταπεπάτηται ὑπὸ τοῦ ἐχθροῦ εἰς γῆν· οὗτος δὲ, κἂν δοξάζεσθαι ποτὲ δοκῇ, κατεσκήνωσεν αὐτοῦ ἡ δόξα εἰς χοῦν, ὡς τῶν ποιούντων διὰ δόξαν, καὶ τὸν παρ' αὐτῶν ἔπαινον, ἢ τὴν παρ' αὐτοῖς ἀποδοχήν. Ἀνάστηθι, Κύριε, ἐν τῇ ὀργῇ σου, ὑψώθητι ἐν τοῖς πέρασι τῶν ἐχθρῶν σου. Ἐξεγέρθητι, Κύριε ὁ Θεός μου, ἐν προστάγματι ᾧ ἐνετείλω, καὶ συναγωγὴ λαῶν κυκλώσει σε. Οἷα δὴ στρατηγὸν διαναστῆναι σὺν ἀγανακτήσει κατὰ τοῦ τῶν ἀοράτων πολεμίων ἄρχοντος στρατοπέδου, λέγων· Ὃ τοῖς ἀνθρώποις ἡμῖν προσέταξας ἀγωνίζεσθαι κατὰ τῶν ἀοράτων δυνάμεων, τοῦτο δράσον αὐτός. Τούτων γὰρ ὑπὸ σοῦ καθῃρημένων, κἀγὼ σωθήσομαι, οὐ μόνος, ἀλλὰ καὶ ἡ τῶν ἐθνῶν Ἐκκλησία κυκλώσει σε, πάσης δαιμόνων πλάνης ἀπελασθείσης. Ταύτης δὲ καθάπερ χοροῦ μέσος γενόμενος ὕμνον ἀναπέμψεις πρέποντα τῷ Πατρὶ καθάπερ ἔφης·