23
Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ Ἐκκλησίας ὑμνήσω σε. Καὶ ὑπὲρ ταύτης εἰς ὕψος ἐπίστρεφον, Κύριος κρινεῖ λαούς. Κρῖνόν με, Κύριε, κατὰ τὴν δικαιοσύνην σου, καὶ κατὰ τὴν ἀκακίαν μου ἐπ' ἐμέ. Ἐπειδὴ πᾶν τὸ ποίημα ἄξει ὁ Θεὸς εἰς κρίσιν, καὶ τοὺς πάντας δεῖ παραστῆναι τῷ βήματι τοῦ Χριστοῦ, εἰκότως μαθὼν ὁ ∆αυῒδ, ὅτι μέλλει κρίνειν τὴν οἰκουμένην ἐν δικαιοσύνῃ καὶ λαοὺς ἐν εὐθύτητι· Γενοῦ, φησὶ, κἀμοῦ κριτὴς, ὦ Κύριε, μὴ κατὰ τὰς λοιπάς μου πράξεις, ἀλλὰ κατὰ τὴν ἁπλότητά μου καὶ δικαιοσύνην. 23.125 Συντελεσθήτω δὴ πονηρία ἁμαρτωλῶν καὶ κατευθυνεῖς δίκαιον, ἐτάζων καρδίας καὶ νεφροὺς ὁ Θεός. Ἐπιστημονικὸν καὶ μέγα τὸ πέρας αἰτεῖσθαι γενέσθαι κακίας, κυβέρνησιν δὲ τῷ δικαίῳ πρὸς τὸ μηκέτι χειμάζεσθαι. Περὶ δικαιοκρισίας εἰπὼν τοῦ Θεοῦ, μόνον δίκαιον ἀποφαίνει κριτὴν, ὡς καὶ μόνον ὁρῶντα καρδίας· αὐτὸς γὰρ ἀποδίδωσιν ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Ἄνθρωπος μὲν γὰρ εἰς ὄψιν ὁρᾷ· αὐτὸς δὲ κριτικός ἐστιν ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας· οὐκ ἔστι κρίσις ἀφανὴς ἐνώπιον αὐτοῦ. Τοιοῦτον δείξας τὸν Θεὸν, πεπαῤῥησιασμένῳ συνειδότι φησίν· Ἡ βοήθειά μου παρὰ τοῦ Θεοῦ τοῦ σώζοντος τοὺς εὐθεῖς τῇ καρδίᾳ. Χρηστὰ γὰρ ἐλπίζει διὰ τὸν ἐτάζοντα καρδίας καὶ νεφροὺς, ὡς δὴ σκολιὸν ἔχων οὐδὲν ἐν καρδίᾳ. Ἐὰν μὴ ἐπιστραφῆτε, τὴν ῥομφαίαν αὐτοῦ στιλβώσει· τὸ τόξον αὐτοῦ ἐνέτεινε καὶ ἡτοίμασεν αὐτό. Μήποτε παρασεσιωπημένως ταῦτα περὶ τοῦ διαβόλου λέγεται· οὗτος γὰρ πρὸς τούτους καὶ ὠδίνησεν ἀδικίαν, καὶ τὰ ἑξῆς. Ἰδοὺ ὠδίνησεν ἀδικίαν, συνέλαβε πόνον, καὶ ἔτεκεν ἀνομίαν. Λάκκον ὤρυξε καὶ ἀνέσκαψεν αὐτὸν, καὶ ἐμπεσεῖται εἰς βόθρον ὃν εἰργάσατο. Ἐπιστρέψει ὁ πόνος αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ, καὶ ἐπὶ κορυφὴν αὐτοῦ ἡ ἀδικία αὐτοῦ καταβήσεται. Ταῦτα ῥητῶς ἐπ' Ἀχιτόφελ πεπλήρωται. Παρευδοκιμηθεὶς γὰρ ὑπὸ τοῦ Χουσὶ, καὶ τὰ πράγματα τοῦ Ἀβεσσαλὼμ, ὡς δὴ σοφὸς, ἀπογνοὺς, καὶ τὴν μέλλουσαν ἐκ τοῦ ∆αυῒδ φοβούμενος δίκην, οἴκαδε ἀναχωρήσας ἀπήγξατο, παθὼν ἅπερ ἐπεβούλευε παθεῖν τὸν ∆αυῒδ, καὶ τὴν κατ' αὐτοῦ κακίαν ἐπὶ τὴν αὐτοῦ κεφαλὴν ἀπεμάξατο. Καὶ καθόλου δὲ πᾶς δι' ὧν εἰργάσατο κακῶν καθ' ἑαυτοῦ τὴν ψῆφον ἐν ἡμέρᾳ κρίσεως φέρει. Ἐξομολογήσομαι τῷ Κυρίῳ κατὰ τὴν δικαιοσύνην αὐτοῦ, ψαλῶ τῷ ὀνόματι Κυρίου τοῦ Ὑψίστου. Ὡς δὲ μηδενὶ αὐτὸς ἐπιβουλεύσας, μηδὲ λάκκον ὀρύξας, παρορῶν δὲ τοὺς ἀδικοῦντας τῶν ἀσεβῶν ἀπολλυμένων ἐν κρίσει, Ἐξομολογήσομαι, φησὶ, τῷ Κυρίῳ κατὰ τὴν δικαιοσύνην αὐτοῦ· Τὰ ἐμαυτοῦ δίκαια καθάπερ ἐν δικαστηρίῳ προθείς· καὶ ψαλῶ δὲ τῷ ὀνόματι Κυρίου τοῦ ὑψίστου· πιστεύων καταξιωθήσεσθαι τοῦ χοροῦ τῶν παρ' αὐτοῦ σωζομένων.
ΨΑΛΜΟΣ ΤΩ ∆ΑΥΙ∆ Ηʹ. Εἰς τὸ τέλος ὑπὲρ τῶν ληνῶν.
Τὰ ἐπὶ τῇ συντελείᾳ νῦν τῶν αἰώνων προφητευόμενα τὴν ἐπιγραφὴν, εἰς τὸ τέλος, ἐποίησεν. Ὑπὲρ δὲ τῶν ληνῶν διὰ τὰς ἐν πάσῃ τῇ γῇ συστάσας Ἐκκλησίας, ἀλληγορίας νόμῳ λεγομένας ληνούς. Ὅτε μὲν εἷς ἦν λαός· ἦν δὲ οὗτος Ἰσραὴλ, ᾧ ἐχρημάτιζε καὶ πύργος ὁ παρὰ τούτοις νεὼς, καὶ προλήνιον τὸ πρὸ τοῦ ναοῦ θυσιαστήριον κατὰ τὴν Ἡσαΐου φωνήν. Τὸ δὲ πλῆθος νυνὶ τῶν ληνῶν τὰ πολλὰ μηνύει θυσιαστήρια, ταῖς κατὰ μέρος ἐκκλησίαις συνδιαιρούμενα. ∆ιὸ καὶ ἐν πγʹ ψαλμῷ τὸν αὐτὸν ἐπιγραφέντι 23.128 τρόπον πολλὰ θυσιαστήρια καὶ σκηνώματα θεσπίζονται καὶ αὐλαὶ, κατὰ τὸ, Ὡς ἀγαπητὰ τὰ σκηνώματά σου, Κύριε τῶν δυνάμεων! ἐπιποθεῖ καὶ ἐκλείπει ἡ ψυχή μου εἰς τὰς αὐλὰς τοῦ Κυρίου· μεθ' ἃ ἐπάγει· Τὰ θυσιαστήριά σου, Κύριε τῶν δυνάμεων. Κύριε ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ! Ὅτι ἐπήρθη ἡ μεγαλοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν. Ἐκ στόματος νηπίων καὶ