1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

23

νομοθέτης, οὗ τύπος ἦν ὁ Μωϋσῆς, ἐκ τῆς γῆς ἡμῶν ἑαυτῷ τὰς τῆς φύσεως πλάκας ἐλάξευσεν. Οὐ γὰρ γάμος αὐτοῦ τὴν θεοδόχον ἐδημιούργησε σάρκα, ἀλλ' αὐτὸς τῆς ἰδίας σαρκὸς γίνεται λατόμος, τῆς τῷ θείῳ δακτύλῳ καταγραφείσης. Πνεῦμα γὰρ ἅγιον ἦλθεν ἐπὶ τὴν παρθένον, καὶ ἡ τοῦ ὑψίστου ἐπεσκίασε δύναμις. 106 Ἐπεὶ δὲ τοῦτο γέγονε, πάλιν τὸ ἀσύντριπτον ἔσχεν ἡ φύσις, ἀθάνατος γενομένη τοῖς τοῦ δακτύλου χαράγμασιν. Τοῦ αὐτοῦ ἐκ τοῦ κατὰ Εὐνομίου λόγου. Φαμὲν τοίνυν, ὅτι ἐν μὲν τοῖς πρὸ τούτου λόγοις εἰπὼν τὴν σοφίαν ᾠκοδομηκέναι ἑαυτῇ οἶκον, τὴν τῆς σαρκὸς τοῦ κυρίου κατασκευὴν τῷ λόγῳ αἰνίσσεται. Οὐ γὰρ ἐν ἀλλοτρίῳ οἰκοδομήματι ἡ ἀληθινὴ σοφία κατῴκησεν, ἀλλ' ἑαυτῇ τὸ οἰκητήριον ἐκ τοῦ παρθενικοῦ σώματος ἐδομήσατο. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς πραγματείας. Ὁ λόγος πρὸ τῶν αἰώνων ἦν, ἡ σὰρξ δὲ ἐπὶ τῶν ἐσχάτων ἐγένετο χρό νων, καὶ οὐκ ἄν τις ἀναστρέψας εἴποι, ἢ ταύτην προαιώνιον εἶναι, ἢ ἐν τοῖς ἐσχάτοις γεγενῆσθαι τὸν λόγον. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς πραγματείας. Οὐκ ἐκ τοῦ θείου τε καὶ ἀκηράτου ἐστὶν ἡ τοῦ ἔκτισέ με φωνή, ἀλλὰ καθὼς εἴρηται, ἐκ τοῦ ἀναληφθέντος κατ' οἰκονομίαν ἀπὸ τῆς κτι στῆς ἡμῶν φύσεως. Τοῦ αὐτοῦ ἐκ τοῦ εἰς τοὺς μακαρισμοὺς λόγου πρώτου. "Ος ἐν μορφῇ θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών." Τί πτωχότερον ἐπὶ θεοῦ τῆς τοῦ δούλου μορφῆς; τί ταπεινότερον ἐπὶ τοῦ βασιλέως τῶν ὄντων ἢ τὸ εἰς κοινωνίαν τῆς πτωχῆς ἡμῶν φύσεως ἑκουσίως ἐλθεῖν; "Ὁ βασιλεὺς τῶν βασιλευόντων, καὶ κύριος τῶν κυριευόν των" ἐθελοντὶ τὴν τῆς δουλείας μορφὴν ὑποδύεται. Τοῦ ἁγίου Φλαβιανοῦ ἐπισκόπου Ἀντιοχείας. Ἐκ τῆς εἰς Ἰωάννην τὸν Βαπτιστὴν ὁμιλίας. Μὴ τοίνυν νόει σωματικῶς συνάφειαν, μηδὲ γαμικὴν ὁμιλίαν ἐκδέχου. Ὁ γὰρ σὸς δημιουργὸς τὸν σωματικὸν αὑτοῦ ναὸν παρὰ σοῦ τικτό μενον δημιουργεῖ. Τοῦ αὐτοῦ ἐκ τοῦ λόγου τοῦ εἰς τό, "Πνεῦμα κυρίου ἐπ' ἐμέ." 107 Ἀκούσατε τοῦ λέγοντος· "Πνεῦμα κυρίου ἐπ' ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με." Οὐκ ἴστε, φησίν, ἃ ἀναγινώσκετε. Ἥκω γὰρ ὑμῖν ὁ χρισθεὶς τῷ πνεύματι. Πνεύματι δὲ χρίεται, οὐχ ἡ ἀθέατος φύσις, ἀλλὰ τὸ ἡμῖν ὁμογενές. Ἀμφιλοχίου ἐπισκόπου Ἰκονίου. Ἐκ τοῦ λόγου τοῦ εἰς τό, "Ὁ πατήρ μου μείζων μού ἐστιν." ∆ιάκρινον λοιπὸν τὰς φύσεις, τήν τε τοῦ θεοῦ, τήν τε τοῦ ἀνθρώπου. Οὔτε γὰρ κατ' ἔκπτωσιν ἐκ θεοῦ γέγονεν ἄνθρωπος, οὔτε κατὰ προ κοπὴν ἐξ ἀνθρώπου θεός. Θεὸν γὰρ καὶ ἄνθρωπον λέγω. Ὅταν δὲ τὰ παθήματα τῇ σαρκὶ καὶ τὰ θαύματα τῷ θεῷ δῷς, ἀνάγκῃ καὶ μὴ θέλων δίδως, τοὺς μὲν ταπεινοὺς λόγους τῷ ἐκ Μαρίας ἀνθρώπῳ, τοὺς δὲ ἀνηγμένους καὶ θεοπρεπεῖς τῷ ἐν ἀρχῇ ὄντι λόγῳ. ∆ιὰ τοῦτο γὰρ πῆ μὲν ἀνηγμένους, πῆ δὲ ταπεινοὺς φθέγγομαι λόγους, ἵνα διὰ μὲν τῶν ὑψηλῶν τοῦ ἐνοικοῦντος λόγου δείξω τὴν εὐγένειαν, διὰ δὲ τῶν ταπεινῶν τῆς ταπεινῆς σαρκὸς γνωρίσω τὴν ἀσθένειαν. Ὅθεν πῆ μὲν ἑαυτὸν ἴσον λέγω τοῦ πατρός, πῆ δὲ μείζονα τὸν πατέρα, οὐ μαχόμενος ἑαυτῷ, ἀλλὰ δεικνὺς ὡς θεός εἰμι καὶ ἄνθρωπος· θεὸς μὲν ἐκ τῶν ὑψηλῶν, ἄνθρωπος δὲ ἐκ τῶν ταπεινῶν. Εἰ δὲ θέλετε γνῶναι πῶς ὁ πατήρ μου μείζων μού ἐστιν, ἐκ τῆς σαρκὸς εἶπον, καὶ οὐκ ἐκ προσώπου τῆς θεότητος. Τοῦ αὐτοῦ ἐκ τοῦ λόγου τοῦ εἰς τό, "Οὐ δύναται ὁ υἱὸς ποιεῖν ἀφ' ἑαυτοῦ οὐδέν." Ποῖος δὲ παρήκουσεν ἐν οὐρανοῖς Ἀδάμ; Ποῖος δὲ ἐξ οὐρανίου σώματος ἐπλάσθη παρὰ τὴν πρώτην πρωτόπλαστος; Ἀλλ' ἐπλάσθη ἐξ ἀρχῆς ὁ ἐκ τῆς γῆς, παρήκουσεν ὁ ἐκ τῆς γῆς, ἀνελήφθη ὁ ἐκ τῆς γῆς. ∆ιὸ καὶ ἐσώθη ὁ ἐκ τῆς γῆς, ἵν' οὕτως ἀληθὴς ἅμα καὶ ἀναγκαῖος φανῇ τῆς οἰκονομίας ὁ λόγος. Τοῦ ἁγίου Ἰωάννου ἐπισκόπου Κωνσταντινουπόλεως. 108 Ἐκ τοῦ λόγου ὃν εἶπε, Γότθου πρέσβεως πρὸ αὐτοῦ εἰρηκότος. Ὅρα ἐκ προοιμίων τί ποιεῖ. Τὴν φύσιν περιβάλλεται τὴν ἡμετέραν, τὴν ἠσθενηκυῖαν, τὴν ἡττηθεῖσαν, ὥστε μαχέσασθαι καὶ ἀναπαλαῖσαι δι' αὐτῆς· καὶ ἐκ τῶν προοιμίων πρόρριζον ἀνασπᾷ τῆς