24
θηλαζόντων κατηρτίσω αἶνον ἕνεκα τῶν ἐχθρῶν σου, τοῦ καταλῦσαι ἐχθρὸν καὶ ἐκδικητήν. Οὐ πάλαι θαυμαστὸν ἐν πάσῃ τῇ γῇ· μετὰ δὲ τὴν τοῦ Σωτῆρος παρουσίαν ἐγένετο, ὅτε καὶ συναγωγὴ λαῶν ἐκύκλωσεν αὐτόν· συμφώνως τῷ νῦν ῥηθέντι· Ἐκ στόματος νηπίων, καὶ τὰ ἑξῆς. Τὴν γὰρ νέαν καὶ καινὴν συναγωγὴν μετὰ τὴν εἰς ὕψος ἀνάληψιν αὐτοῦ ἐκ νηπίων διδάσκει συνεστάναι ψυχῶν διὰ τὴν ἀναγέννησιν τὴν ἐν τῷ Χριστῷ πανταχοῦ συστᾶσαν τῆς οἰκουμένης μετὰ τὴν ἀνάληψιν τὴν αὐτοῦ. ∆ιὸ καὶ βοώντων αὐτῷ τῶν παίδων, Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, ἀγανακτοῦσί φησιν· Οὐδέποτε ἀνέγνωτε, ὅτι Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον; καὶ μήποτε τό· Ἕνεκα τῶν ἐχθρῶν σου. Καὶ διὰ τοὺς ἀρχιερεῖς λέγεται καὶ Φαρισαίους· ἐχθρὸς καὶ ἐκδικητὴς ὁ λέων εἰρημένος ἐν τῷ πρὸ τούτου ψαλμῷ. Τὸ οὖν μέγιστον θαῦμα, ὅτι ὁ τοσοῦτος, ἐχθρός τε καὶ λέων, ὁ ἄρχων τοῦ αἰῶνος τούτου, διὰ νηπίων καὶ θηλαζόντων καθῄρηται· μεθ' ὃ πανταχοῦ Θεὸς ἐν πᾶσι θαυμάζεται. Ἐχθρὸς δὲ ὢν ἐνεδρεύει πρὸς ἁμαρτίαν ὑποσκελίζων, καὶ τοὺς ἡμαρτηκότας μετὰ ταῦτα κολάζει. Καὶ πῶς ἐν πάσῃ τῇ γῇ τὸ πάλαι μηδενὶ γινωσκόμενον ὄνομα τοῦ Κυρίου καὶ θαυμαστὸν κατέστη, διασαφεῖ λέγων ἑξῆς· Ὅτι ἐπήρθη ἡ μεγαλοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν· καὶ τὸ ἐπιλεγόμενον δὲ τρίτον ἐν τῷ, Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον, ἔχοι ἂν συμφωνίαν πρὸς τό· Συναγωγὴ λαῶν κυκλώσει σε. Τὸ γὰρ νέαν καὶ καινὴν συναγωγὴν τῶν κυκλούντων τὸν Θεὸν μετὰ τὴν εἰς ὕψος ἀνάληψιν αὐτοῦ ἐκ νηπίων ψυχῆς καὶ θηλαζόντων συνεστάναι διδάσκει· οὕτω καλῶν τοὺς ἀναγεννωμένους ἐν Χριστῷ λαούς. Εἰς ὕψος γὰρ ἀναβὰς μετὰ τὴν εἰς οὐρανὸν κάθοδον, ὁ διὰ τῆς προφητείας παριστώμενος Κύριος κατηρτίσατο ἑαυτῷ ἐπὶ τῆς γῆς τὴν τῶν λαῶν συναγωγὴν, ἐκ νηπίων καὶ θηλαζόντων αὐτὴν συστησάμενος. Ὅτι ὄψομαι τοὺς οὐρανοὺς ἔργα τῶν δακτύλων σου, σελήνην καὶ ἀστέρας ἃ σὺ ἐθεμελίωσας. Τί ἐστιν ἄνθρωπος, ὅτι μιμνήσκῃ αὐτοῦ; ἢ υἱὸς ἀνθρώπου, ὅτι ἐπισκέπτῃ αὐτόν; Εἰ καὶ θαυμαστά σου, φησὶ, δημιουργήματα οὐρανὸς καὶ τὰ ἐν αὐτῷ ἅπερ ἥδρασας δι' ὅλου τοῦ αἰῶνος ἑστάναι· ἔστησε 23.129 γὰρ αὐτὰ εἰς τὸν αἰῶνα, καθά φησιν ἐν ἑτέροις, καὶ πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται· οὐ μήν σοι μεγάλα πρὸς ὕπαρξιν, ἀλλὰ βραχείας δυνάμεως δακτύλοις ἀναλογούσης· οὕτω γὰρ τὰς μικρὰς δυνάμεις ἐκάλεσε τοῦ Θεοῦ. Καὶ ταῦτα μὲν ἡδρασμένα μένει· ἄνθρωπον δὲ τὸν καθ' ἕνα παρερχόμενον ἐκπέπληγμαι θεωρῶν, ὅπως καὶ μέμνησαι τούτου, καὶ προνοῇ· ὅπερ οὐκ ἂν ὑπῆρξεν εἰ μικρόν τι καὶ φθαρτὸν ἐτύγχανε ζῶον· οὕτω δὲ τίμιον ὡς ἐκ στόματος νηπίων καὶ θηλαζόντων ὕμνον αὐτῷ κατηρτίσθαι. Εἰ καὶ σμικρὸς τοίνυν κατὰ τὸ σῶμα· ἀλλὰ κατὰ ψυχὴν τὴν κατ' εἰκόνα τετίμηται· ὥστε διὰ τούτου θαυμαστόν σου καταστῆναι τὸ ὄνομα ἐν πάσῃ τῇ γῇ. Ἀποθαυμάζει τὸ θεῖον Πνεῦμα καὶ εὔχεται τοῦ θαυμασμοῦ λέγων· Οὐρανοὺς μὲν ὁρῶ τοὺς τὸν σύμπαντα κόσμον περιέχοντας· ὁρῶ δὲ καὶ σελήνην καὶ ἄστρα, καὶ ταῦτα πάντα γνωρίζω τῇ φύσει ὄντα μεγάλα καὶ θαυμαστὰ τῆς ὅλης δημιουργίας μέρη· ἀλλ' ὅμως, καίπερ ὄντα τοιαῦτα, οἶδα, ὅτι βραχύτατα τῶν σῶν ἔργων τυγχάνει. Ἔργα γοῦν ἐστι ταῦτα τῶν σῶν δακτύλων· οὐχὶ δὲ χειρῶν, οὐδὲ μεγάλης τινὸς δυνάμεως· ἀλλ', ὡς ἂν εἴποι τις, ἄκρων δακτύλων, τροπικῶς οὕτως τῶν δυνάμεων ὀνομαζομένων τοῦ Θεοῦ, δι' ὧν τὰ αἰσθητὰ καὶ ὁρώμενα δημιουργήματα συνεστήσατο. Ἠλάττωσας αὐτὸν βραχύ τι παρ' ἀγγέλους, δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτόν. Καὶ μὴν ἑτέρως δόξῃ καὶ τιμῇ τὸν ἄνθρωπον ἐστεφάνωσεν ὁ Θεὸς, ἐπὶ μόνου τοῦ ἀνθρώπου φήσας· Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν, καὶ διαφόρως τοῖς ἁγίοις ἀνθρώποις ἐπιφανεὶς, καὶ Πνεύματος ἁγίου, καὶ δυνάμεως οὐρανίου μεταδοὺς, ὡς τὸ μέλλον εἰδέναι, καὶ νόσους ἐλαύνειν, καὶ νεκροὺς ἀνιστᾷν·