25
"Ὁ λόγος σὰρξ ἐγένετο." Καὶ αὖθις μετὰ βραχέα καὶ ταῦτα εἴρηκε. Σάρκωσις κένωσις· ἡ δὲ κένωσις οὐχ υἱὸν θεοῦ, ἀλλὰ υἱὸν ἀνθρώπου τὸν κενώσαντα ἑαυτὸν ἀπέφηνε, κατὰ τὴν περιβολήν, οὐ κατὰ μετα βολήν. {ΟΡΘ.} Ἰδού σοι καὶ τὸ τῆς περιβολῆς ὄνομα προσενήνοχεν ὁ τῶν σῶν δογμάτων διδάσκαλος. Καὶ μέντοι Κἀν τῷ περὶ πίστεως λογιδίῳ οὕτω λέγει. Πιστεύομεν οὖν, ἀναλλοιώτου μενούσης τῆς θεότητος, τὴν σάρκωσιν αὐτῆς γεγενῆσθαι πρὸς ἀνακαίνισιν τῆς ἀνθρωπότητος. Οὔτε γὰρ ἀλ λοίωσις, οὔτε μετακίνησις, οὔτε περικλεισμὸς γέγονε περὶ τὴν ἁγίαν τοῦ θεοῦ δύναμιν. Καὶ μετ' ὀλίγα. Προσκυνοῦμεν δὲ θεὸν σάρκα ἐκ τῆς ἁγίας παρθένου προσλαβόντα, καὶ διὰ τοῦτο ἄνθρωπον μὲν ὄντα κατὰ τὴν σάρκα, θεὸν δὲ κατὰ τὸ πνεῦμα. Καὶ ἐν ἑτέρᾳ δὲ ἐκθέσει οὕτως ἔφη. Ὁμολογοῦμεν τὸν υἱὸν τοῦ θεοῦ υἱὸν ἀνθρώπου γεγενῆσθαι, οὐκ ὀνόματι, ἀλλ' ἀληθείᾳ προσλαβόντα σάρκα ἐκ Μαρίας τῆς παρθένου. {ΕΡΑΝ.} Οὐκ ᾤμην ταῦτα φρονεῖν τὸν Ἀπολινάριον· ἑτέρας γὰρ περὶ τοῦ ἀνδρὸς εἶχον δόξας. {ΟΡΘ.} Ἰδοὺ τοίνυν μεμάθηκας, ὡς οὐ μόνον οἱ προφῆται καὶ ἀπόστολοι, καὶ οἱ μετ' αὐτοὺς χειροτονηθέντες τῆς οἰκουμένης διδάσκαλοι, ἀλλὰ καὶ Ἀπολινάριος, ὁ τοὺς αἱρετικοὺς φληνάφους συγγράψας, καὶ ἄτρεπτον ὁμολογεῖ τὸν θεὸν λόγον, καὶ οὐκ εἰς σάρκα αὐτὸν τετράφθαι φησίν, ἀλλὰ σάρκα ἀνειληφέναι· καὶ τοῦτο πολλάκις 111 εἶπεν, ὡς ἀκηκόατε. Μὴ τοίνυν ἀποκρύψαι τῇ βλασφημίᾳ φιλονεική σητε τὸν διδάσκαλον. "Οὐκ ἔστι γὰρ μαθητὴς ὑπὲρ τὸν διδάσκαλον," ὡς ὁ κύριος ἔφη. {ΕΡΑΝ.} Ὁμολογῶ κἀγὼ καὶ ἄτρεπτον εἶναι τὸν θεὸν λόγον καὶ σάρκα ἀνειληφέναι. Τὸ γὰρ τοσούτοις μάρτυσιν ἀντιτείνειν παρα πληξίας ἐσχάτης. {ΟΡΘ.} ∆οκεῖ τοίνυν καὶ τῶν λοιπῶν ζητημάτων γενέσθαι τὴν λύσιν; {ΕΡΑΝ.} Εἰς τὴν ὑστεραίαν τὴν τούτων ἀναβαλώμεθα βάσανον. {ΟΡΘ.} Ἀπίωμεν τοίνυν διαλύσαντες τὴν συνουσίαν, καὶ ὧν ὡμολο γήσαμεν μνημονεύσωμεν.
ΑΣΥΓΧΥΤΟΣ ∆ΙΑΛΟΓΟΣ Βʹ { ΕΡΑΝ.} Ἐγὼ μὲν ἀφικόμην ὡς ὑπεσχόμην· σὲ δὲ χρὴ δυοῖν θάτερον δράσαι, ἢ τὰ ζητούμενα λύσαι, ἢ τοῖς παρ' ἡμῶν λεγομένοις συνθέσθαι. {ΟΡΘ.} Ἐδεξάμην τὴν πρόκλησιν· ὀρθὴν γὰρ αὐτὴν καὶ δικαίαν ὑπείληφα. ∆εῖ δὲ ἡμᾶς ἀναμνησθῆναι πρότερον, ποῖ κατελίπομεν τῇ προτεραίᾳ τὸν λόγον, καὶ ποῖον ἔσχεν ἡ διάλεξις πέρας. {ΕΡΑΝ.} Ἐγὼ τοῦ πέρατος ἀναμνήσω. Μέμνημαι γὰρ ὡς συνω μολογήσαμεν ἄτρεπτον εἶναι τὸν θεὸν λόγον καὶ σάρκα εἰληφέναι, οὐκ αὐτὸν εἰς σάρκα τραπῆναι. {ΟΡΘ.} Ἔοικας στέργειν τὰ δεδογμένα· φιλαλήθως γὰρ τούτων ἀνέμνησας. {ΕΡΑΝ.} Καὶ ἤδη πρότερον ἔφην, ὡς ὁ τοσούτοις ἀντιτείνων καὶ τοιούτοις διδασκάλοις ἐναργέστατα μέμηνεν· οὐχ ἥκιστα δέ με κατῄδεσεν Ἀπολινάριος ταὐτὰ τοῖς ὀρθοδόξοις εἰπών, καίτοι προ φανῶς ἐν τοῖς περὶ σαρκώσεως λόγοις ἐναντίαν ὁδεύσας ὁδόν. {ΟΡΘ.} Οὐκ οὖν σάρκα τὸν θεὸν λόγον ἀνειληφέναι φαμέν; {ΕΡΑΝ.} Πάνυγε. {ΟΡΘ.} Τὴν δὲ σάρκα τί νοοῦμεν; σῶμα μόνον, ὡς Ἀρείῳ καὶ Εὐνομίῳ δοκεῖ, ἢ σῶμα καὶ ψυχήν; {ΕΡΑΝ.} Σῶμα καὶ ψυχήν. {ΟΡΘ.} Ποίαν ψυχήν; τὴν λογικὴν ἢ τὴν παρά τινων φυτικὴν ἤγουν ζωτικὴν καλουμένην; Ἀναγκάζει γὰρ ἡμᾶς ἐρωτᾶν ἃ μὴ δεῖ τῶν Ἀπολιναρίου συγγραμμάτων ἡ μυθώδης τερθρεία. {ΕΡΑΝ.} Ἀπολινάριος γὰρ διαφορὰν λέγει ψυχῶν; {ΟΡΘ.} Ἐκ τριῶν συγκεῖσθαι λέγει τὸν ἄνθρωπον, ἐκ σώματος καὶ ψυχῆς τῆς ζωτικῆς καὶ αὖ πάλιν ἐκ τῆς λογικῆς, ἣν νοῦν προσαγορεύει. Ἡ δὲ θεία γραφὴ μίαν οἶδεν, οὐ δύο ψυχάς· καὶ τοῦτο διδάσκει σαφῶς 113 ἡμᾶς ἡ τοῦ πρώτου ἀνθρώπου διάπλασις. "Ἔλαβε, γάρ φησιν, ὁ