26
γινώσκοντες τὸ ὄνομά σου, ὅτι οὐκ ἐγκατέλιπες τοὺς ἐκζητοῦντάς σε, Κύριε. Ποίῳ δὲ πένητι καταφυγὴ γέγονεν ὁ κριτὴς, ἀλλ' ἢ τῷ 23.133 κατὰ τὸν πρῶτον βίον τὴν στενὴν ὡδευκότι καὶ τεθλιμμένην, καὶ τῷ μακαριζομένῳ πτωχῷ, δηλονότι τῷ πνεύματι; Τοῦτο δὲ μαθόντες οἱ γινώσκοντες τὸ ὄνομά σου, καὶ ὅτι ἐν τῷ τῆς δικαιοκρισίας καιρῷ τοὺς ἐκζητοῦντάς σε νῦν οὐκ ἐγκαταλείψεις, ἐντεῦθεν ἐλπιζέτωσαν ἐπὶ σὲ πάντα διὰ τὰς ἀμοιβὰς ὑπομένοντες. Ἀγαλλιασόμεθα ἐπὶ τῷ σωτηρίῳ σου, ἐνεπάγησαν ἔθνη ἐν διαφθορᾷ ᾗ ἐποίησαν. Ἐν παγίδι ταύτῃ ᾗ ἔκρυψαν συνελήφθη ὁ ποῦς αὐτῶν. Γινώσκεται Κύριος κρίματα ποιῶν. Ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτοῦ συνελήφθη ὁ ἁμαρτωλός. Ὠδὴ διαψάλματος. Ἀλλὰ καὶ τοῖς εὐσεβέσιν ἐπιβουλεύσαντες, ἑαυτοὺς περιέπειραν ἀπωλείᾳ. Τότε καὶ γνωσθήσεται δικαίᾳ κρίσει χρώμενος ὁ Θεός. Ὠδὴ δὲ διαψάλματος· ὡς ἂν μεταβολῆς γεγενημένης ἤτοι μέλους κατὰ τὴν Ἑβραΐδα φωνὴν, ἢ μελῳδίας, ἢ καὶ τῆς διανοίας αὐτῆς τῶν λελεγμένων ἐφ' ἕτερον νοῦν μεταβαλλόντων τὸν λόγον. Ἀποστραφήτωσαν οἱ ἁμαρτωλοὶ εἰς τὸν ᾅδην, πάντα τὰ ἔθνη τὰ ἐπιλανθανόμενα τοῦ Θεοῦ. Εἰ γὰρ καὶ νῦν ἀναισθητοῦσι, ἀλλ' ἥξει τῆς κρίσεως ὁ καιρός. Θεοῦ δὲ ἄνθρωπος, κἂν δοκῇ καταπεφρονῆσθαι παρὰ Θεοῦ, τῷ παρὰ τῶν ἁμαρτωλῶν ἀνήκεστα πάσχειν· ἀλλ' οὐ παραδέδοται λήθῃ. Οὐ γὰρ εἰς τὸ τέλος ἐπιλησθήσεται ὁ πτωχὸς τῷ πνεύματι· ἕξει δὲ καρπὸν καὶ τέλος ἀγαθὸν διὰ τὴν ἐν τοῖς παροῦσιν ὑπομονήν. Ἀνάστηθι, Κύριε, μὴ κραταιούσθω ἄνθρωπος, κριθήτωσαν ἔθνη ἐνώπιόν σου. Κατάστησον, Κύριε, νομοθέτην ἐπ' αὐτούς· γνώτωσαν ἔθνη, ὅτι ἄνθρωποί εἰσι. ∆ιεγείρει τὸν Θεὸν ὡς τῆς ἀνοχῆς αὐτοῦ καὶ τοῦ πλούτου τῆς χρηστότητος καὶ τῆς μακροθυμίας, ἀναβολὴν μὲν ἐμποιούσης αὐτῷ, ἐπιτριβὴν δὲ τοῖς ἀσεβέσιν ἀνθρώποις. Εὐξάμενος δὲ ἐνώπιον τοῦ Θεοῦ κριθῆναι τὰ ἔθνη, νῦν ἀκολούθως πρὸ τῆς μελλούσης κρίσεως ἀξιοῖ δοθῆναι τοῖς ἔθνεσι νομοθέτην, ἵνα μάθωσιν, ὡς εἰσὶν ἄνθρωποι, ἀλλ' οὐκ ἄλογα ζῶα· οὐ γὰρ ἀλόγοις δίδοται νόμος. Οὐκ ἂν δὲ λέγοι Μωϋσῆν τὸν ἐξ ἀνθρώπων πάλαι γεγενημένον, οὐδὲ νόμον τὸν μόνοις τεθέντα τοῖς Ἰουδαίοις· ἀλλ' οὐδὲ προσδοκᾷν ἕτερον εἶναι, τὸ διὰ πάσης ἐλθεῖν τῆς οἰκουμένης τῆς Καινῆς ∆ιαθήκης τὸν νόμον. Χριστὸς γὰρ ὁ νομοθέτης, καὶ τοῦ Εὐαγγελίου τὸ κήρυγμα κεκράτηκε τῶν ἐθνῶν. Περὶ οὗ διὰ τοῦ προφήτου φησὶν ὁ Πατήρ· Ἰδοὺ ὁ παῖς μου ὃν ᾑρέτισα, ὁ ἐκλεκτός μου εἰς ὃν εὐδόκησεν ἡ ψυχή μου. Κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει. Οὐκ ἐρίσει, οὐδὲ κραυγάσει, οὐδὲ ἀκουσθήσεται ἡ φωνὴ αὐτοῦ. Κάλαμον συντεθλασμένον οὐ συντρίψει, καὶ λίνον τυφόμενον οὐ σβέσει· ἀλλ' εἰς ἀλήθειαν ἐξοίσει κρίσιν. Ἀναλάμψει, καὶ οὐ θραυσθήσεται, ἕως ἂν θῇ ἐπὶ τῆς γῆς κρίσιν, καὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν. Τὸ δὲ Ἑβραϊκὸν καὶ οἱ λοιποὶ πάντες ἑρμηνευταὶ, Καὶ τῷ νόμῳ αὐτοῦ ἔθνη ἐλπιοῦσιν, ἐξέδωκαν. 23.136 Ἱνατί, Κύριε, ἀφέστηκας μακρόθεν, ὑπερορᾷς ἐν εὐκαιρίαις, ἐν θλίψει; Ἐν τῷ ὑπερηφανεύεσθαι τὸν ἀσεβῆ ἐμπυρίζεται ὁ πτωχός· συλλαμβάνονται ἐν διαβουλίοις οἷς διαλογίζονται. Ἢ ἐπειδὴ ὁ Θεὸς ὁ δρασσόμενός ἐστι τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν, κατὰ τὸν Ἀπόστολον, τοῦτο αὐτὸ ἤδη γενέσθαι παρακαλεῖ; Ἐπὶ πολλαῖς γὰρ ἀσεβείαις ὁρῶντες αὑτοὺς οἱ πολλοὶ εὐθυνουμένους τε καὶ μηδενὶ λυπηρῷ περιπίπτοντας, μακαρίους αὑτοὺς ἡγοῦνται καὶ ἐπαίνων ἀξίους. Κἀκεῖνοί τε μεγάλα βλάπτονται καὶ οἱ ζηλωταὶ τῆς κακίας γενόμενοι. Ὅτι ἐπαινεῖται ὁ ἁμαρτωλὸς ἐν ταῖς ἐπιθυμίαις τῆς ψυχῆς αὐτοῦ, καὶ ὁ ἀδικῶν ἐνευλογεῖται. Παρώξυνε τὸν Κύριον ὁ ἁμαρτωλός· κατὰ τὸ πλῆθος τῆς ὀργῆς αὐτοῦ οὐκ ἐκζητήσει. Οὐκ ἔστιν ὁ Θεὸς ἐνώπιον αὐτοῦ, βεβηλοῦνται αἱ ὁδοὶ αὐτοῦ ἐν παντὶ καιρῷ. Ἀνταναιρεῖται τὰ κρίματά σου ἀπὸ προσώπου αὐτοῦ, πάντων τῶν ἐχθρῶν αὐτοῦ κατακυριεύσει. Τῇ παρούσῃ τῶν ἀσεβῶν ἐπεξέρχεται καταστάσει, τὴν μέλλουσαν κρίσιν ἀναγκαίαν δεῖξαι βουλόμενος. Τὸ δὲ