27
παρώξυνε, διέσυρεν Ἀκύλας ἡρμήνευσε. Τοὺς περὶ Θεοῦ γὰρ κρίσεως λόγους ἀληθῶς διασύρουσιν. Ἐπιμένων δέ τις ἁμαρτίαις, πρὸς τὸ Θεὸν ζητεῖν ἐμποδίζεται, συνάγων ἑαυτῷ πλῆθος ὀργῆς. ∆ιὸ μὴ ζήτει καὶ τὰς περὶ Θεοῦ φυσικὰς ἐννοίας περικοπτόμενος, καὶ τοῦ βίου τὰς ὁδοὺς ἀκαθάρτους ἔχων· τούτου γε χάριν διὰ παντὸς καὶ τοῦ Θεοῦ τὰ κρίματα μὴ λαμβάνων εἰς νοῦν, ἐν τῷ συγχωρεῖσθαι μάλιστα κατακυριεῦσαι τῶν ἐχθρῶν. Οὗ ἀρᾶς τὸ στόμα αὐτοῦ γέμει καὶ πικρίας καὶ δόλου, ὑπὸ τὴν γλῶτταν αὐτοῦ κόπος καὶ πόνος. Τῶν γὰρ ἑτεροδόξων τὸ στόμα ἀρᾶς γέμει, κακολογούντων τὸν ∆ημιουργὸν, καὶ τῶν λοιδόρων· πικρίας δὲ τῶν θυμικῶν, δόλου τῶν δολίων. Ἐγκάθηται ἐνέδρᾳ μετὰ πλουσίων ἐν ἀποκρύφοις, τοῦ ἀποκτεῖναι ἀθῶον. Καὶ ταῦτα πράττει παραλογιζόμενος ἑαυτὸν, ὡς οὐχ ὁρῶντος Θεοῦ. Εἶπε γὰρ ἐν καρδίᾳ αὐτοῦ· Ἐπιλέλησται ὁ Θεὸς, ἀπέστρεψε τὸ πρόσωπον αὐτοῦ τοῦ μὴ εἰδεῖν εἰς τέλος. Ταῦτα δὲ πάντα ὁ ἀσεβὴς κατὰ τῶν πενήτων τοῦ Θεοῦ διαπράττεται, ἑαυτὸν ἀπατῶν καὶ τοῖς ἑαυτοῦ λογισμοῖς μὴ εἶναι Θεὸν ἔφορον διανοούμενος. Ἀνάστηθι, Κύριε ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου, μὴ ἐπιλάθῃ τῶν πενήτων σου εἰς τέλος. Βλέπεις, ὅτι σὺ πόνον καὶ θυμὸν κατανοεῖς, τοῦ παραδοῦναι αὐτοὺς εἰς χεῖράς σου. Σοὶ ἐγκαταλέλειπται ὁ πτωχὸς, ὀρφανῷ σὺ ἦσθα βοηθός. Σύντριψον τὸν βραχίονα τοῦ ἁμαρτωλοῦ καὶ πονηροῦ· ζητηθήσεται ἡ ἁμαρτία αὐτοῦ, καὶ οὐ μὴ εὑρεθῇ. Οὕτως ἐπὶ τὴν τῶν ἀσεβῶν κρίσιν διεγείρει λοιπὸν τὴν ἀνοχὴν τοῦ Θεοῦ. Ἡ δὲ χεὶρ ὑψουμένη δύναμιν ἐδήλωσε κριτικήν. Ἐν ὅσῳ γὰρ αὐτὴ μὴ τιμωρεῖται τοὺς ἀσεβεῖς, τετιμωρεῖσθαι δοκεῖ· ἀποδιδοῦσα δὲ ἑκάστῳ κατὰ τὸ δίκαιον, ὑψοῦσθαι λέ 23.137 γεται, καὶ ταύτην οὐδεὶς ἀποδράσεται. ∆ιό φησι· Τοῦ παραδοῦναι αὐτὸν εἰς χεῖρά σου. Τοιγαροῦν ὁ σὸς πτωχὸς ἀκούσας τῶν σῶν λόγων φασκόντων· Μὴ ἑαυτοὺς ἐκδικοῦντες, ἀγαπητοί· ἀλλὰ δότε τόπον τῇ ὀργῇ. Ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω, λέγει Κύριος. ΕΙΣ ΤΟ ΤΕΛΟΣ ΨΑΛΜΟΣ ΤΩ ∆ΑΥΙ∆ Ιʹ. Ἐπειδὴ καὶ τῷ ∆αυῒδ εἰς τὸ τέλος γέγραπται· καὶ κατὰ τὸν Ἀκύλαν, τῷ νικοποιῷ, κατὰ δὲ τὸν Σύμμαχον, ἐπινίκιος τοῦ ∆αυῒδ, φήσεις, ὅτι καὶ ὁ ∆αυῒδ μετὰ τὴν συμβᾶσαν αὐτῷ συμφορὰν ἔφασκε τὰ προκείμενα. Ἐπὶ τῷ Κυρίῳ πέποιθα· πῶς ἐρεῖτε τῇ ψυχῇ μου· Μεταναστεύου ἐπὶ τὰ ὄρη ὡς στρουθίον; Τελείου φωνὴ, καὶ κατὰ τὸν Ἀπόστολον εἰπεῖν δυναμένου, Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ; Οὐ κατὰ τὸν ἀτελῆ τὸν φυγῇ μεταναστεύοντα τόπον ἐκ τόπου, καὶ περιφεύγοντα τοὺς διώκοντας. Καθὰ δὴ στρουθίον τοὺς θηρεύοντας, ὃς, κἂν διαφύγοι, λέγοι ἄν· Ἡ ψυχὴ ἡμῶν ὡς στρουθίον ἐῤῥύσθη ἐκ τῆς παγίδος τῶν θηρευόντων. Ὅτι ἃ κατηρτίσω καθεῖλον· ὁ δὲ δίκαιος τί ἐποίησε; Κύριος ἐν ναῷ ἁγίῳ αὐτοῦ, Κύριος ἐν οὐρανῷ ὁ θρόνος αὐτοῦ. Οἱ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν πένητα ἀποβλέπουσι, τὰ βλέφαρα αὐτοῦ ἐξετάζει τοὺς υἱοὺς τῶν ἀνθρώπων. Κύριος ἐξετάζει τὸν δίκαιον καὶ τὸν ἀσεβῆ. Ὁ μόνος δίκαιος καὶ κριτὴς Θεὸς, τοὺς ἑαυτοῦ πολεμουμένους ὁρῶν, τί ἐποίησεν; Ἐν οὐρανῷ κατοικῶν καὶ βασιλείαν ἔχων ἀσάλευτον, οὐδὲν τῶν ἐπὶ γῆς παρορᾷ. Χαρίζεται δὲ τῷ πένητι τῶν εὐεργετικῶν αὐτοῦ δυνάμεων τὴν ἐπισκοπὴν, ἅς φησιν ὀφθαλμούς· ὥσπερ οὖν βλέφαρα τὴν κριτικὴν αὐτοῦ καὶ πάντα διακρίνουσαν πρόνοιαν. ∆ιὰ δικαιοσύνην δὲ κρινεῖ καὶ τοὺς δικαίους, μή τι καὶ αὐτὸς πεπλημμέληται. Ἐπιβρέξει ἐπὶ ἁμαρτωλοὺς παγίδας, πῦρ καὶ θεῖον, καὶ πνεῦμα καταιγίδος ἡ μερὶς τοῦ ποτηρίου αὐτῶν. Τὰς ἐπιπόνους κολάσεις πολλαχῆ δηλοῖ τὸ ποτήριον, ὡς ἐν Ἡσαΐᾳ· Ἐξεγείρου, ἐξεγείρου, Ἱερουσαλὴμ, ἡ πιοῦσα τὸ ποτήριον εἰσπτώσεως, τὸ κόνδυ τοῦ θυμοῦ. Λέγει δὲ καὶ τῷ Ἱερεμίᾳ Θεός· Λάβε τοῦ οἴνου τοῦ ἀκράτου ἐκ χειρός μου, καὶ ποτίσεις αὐτὸ πάντα τὰ ἔθνη, πρὸς οὓς ἐγὼ ἀποστελῶ σε.