27
σώματος οὐδένα κέκληκεν ἡ θεία γραφή; {ΕΡΑΝ.} Τοὺς τῇ σαρκὶ δεδουλευκότας προσηγόρευσε σάρκας. "Εἶπε, γάρ φησιν, ὁ θεός· οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις, διὰ τὸ εἶναι αὐτοὺς σάρκας." {ΟΡΘ.} ∆ίχα δὲ κατηγορίας οὐδένα προσηγόρευσε σάρκα; {ΕΡΑΝ.} Οὐ μέμνημαι. {ΟΡΘ.} Ἐγώ σε τοιγαροῦν ἀναμνήσω καὶ διδάξω, ὡς τοὺς ἄγαν ἁγίους σάρκας προσηγόρευσεν. Ἀπόκριναι τοίνυν· τοὺς ἀποστόλους τί ἂν καλέσῃς; πνευματικοὺς ἢ σαρκικούς; {ΕΡΑΝ.} Πνευματικοὺς καὶ τῶν πνευματικῶν κορυφαίους καὶ διδασκάλους. {ΟΡΘ.} Ἄκουσον τοίνυν τοῦ θεσπεσίου Παύλου λέγοντος· "Ὅτε δὲ ηὐδόκησεν ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου καὶ καλέσας διὰ τῆς χάριτος αὑτοῦ ἀποκαλύψαι τὸν υἱὸν αὑτοῦ ἐν ἐμοί, ἵνα αὐτὸν εὐαγγε λίζωμαι ἐν τοῖς ἔθνεσιν, εὐθέως οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι, οὐδὲ ἀνῆλθον πρὸς τοὺς πρὸ ἐμοῦ ἀποστόλους." Μὴ κατηγορῶν τῶν ἀποστόλων οὕτω τότε αὐτοὺς προσηγόρευσεν; {ΕΡΑΝ.} Οὐ δῆτα. {ΟΡΘ.} Ἀλλ' ἀπὸ τῆς ὁρωμένης φύσεως ὀνομάζων καὶ συγκρίνων τῇ οὐρανόθεν κλήσει τὴν δι' ἀνθρώπων κλῆσιν; {ΕΡΑΝ.} Ἀληθές. {ΟΡΘ.} Τοιγάρτοι καὶ τοῦ ὑμνοποιοῦ ∆αβὶδ ἄκουσον ᾄδοντος καὶ τῷ θεῷ λέγοντος· "Πρὸς σὲ πᾶσα σὰρξ ἥξει·" καὶ τοῦ προφήτου Ἡσαΐου θεσπίζοντος, ὅτι "Ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ θεοῦ ἡμῶν." {ΕΡΑΝ.} Ἀποδέδεικται σαφῶς, ὡς καὶ δίχα κατηγορίας ἀπὸ τῆς σαρκὸς ἡ θεία γραφὴ τὴν ἀνθρωπείαν ὀνομάζει φύσιν. {ΟΡΘ.} Ἐγὼ δέ σοι καὶ τὸ ἕτερον ἐπιδείξω. {ΕΡΑΝ.} Ποῖον ἕτερον; 116 {ΟΡΘ.} Ὅτι καὶ κατηγοροῦσά τινων ἡ θεία γραφὴ ἀπὸ τῆς ψυχῆς ὀνομάζει μόνης. {ΕΡΑΝ.} Καὶ ποῦ τοῦτο εὑρήσεις παρὰ τῇ θείᾳ γραφῇ; {ΟΡΘ.} Ἄκουσον τοῦ δεσπότου θεοῦ διὰ Ἰεζεκιὴλ τοῦ προφήτου λέγοντος· "Ψυχὴ ἡ ἁμαρτάνουσα, αὐτὴ ἀποθανεῖται." Καὶ μέντοι καὶ διὰ Μωϋσέως τοῦ μεγάλου φησί· "Ψυχὴ ἣ ἐὰν ἁμάρτῃ·" καὶ πάλιν· "Καὶ ἔσται πᾶσα ψυχή, ἥτις οὐκ ἀκούσεται τοῦ προφήτου ἐκείνου, ἐξολοθρευθήσεται." Καὶ ἄλλα δὲ πολλὰ τοιαῦτα ἔστιν εὑρεῖν. {ΕΡΑΝ.} Ἀποδέδεικται ταῦτα. {ΟΡΘ.} Εἰ τοίνυν ἔνθα φυσική τίς ἐστιν ἕνωσις καὶ κτιστῶν καὶ ὁμοδούλων καὶ ὁμοχρόνων συνάφεια, οὐκ ἀπὸ μόνης τῆς κρείττονος φύσεως τόδε τὸ ζῷον ὀνομάζειν ἔθος τῇ θείᾳ γραφῇ, ἀλλὰ καὶ ἀπὸ τῆς ἥττονός τε καὶ μείζονος· πῶς ἡμῖν ἐγκαλεῖτε τὸν δεσπότην Χριστὸν μετὰ τοῦ θεὸν ὁμολογεῖν καὶ ἄνθρωπον ὀνομάζουσι, καὶ ταῦτα πολλῶν ἄγαν τοῦτο ποιεῖν ἀναγκαζόντων; {ΕΡΑΝ.} Καὶ τί τὸ ἀναγκάζον ὑμᾶς ἄνθρωπον ὀνομάζειν τὸν σωτῆρα Χριστόν; {ΟΡΘ.} Τὰ διάφορα καὶ παντάπασιν ἐναντία τῶν αἱρετικῶν δογμά των. {ΕΡΑΝ.} Καὶ τίνα τίσιν ἐναντία δόγματα; {ΟΡΘ.} Τὸ Ἀρείου τῷ Σαβελλίου. Ὁ μὲν γὰρ διαιρεῖ τὰς οὐσίας, ὁ δὲ τὰς ὑποστάσεις συγχέει. Ὁ μὲν Ἄρειος τρεῖς οὐσίας εἰσφέρει· ὁ δὲ Σαβέλλιος μίαν ὑπόστασιν ἀντὶ τῶν τριῶν λέγει. Εἰπὲ τοίνυν, πῶς δεῖ νόσον ἑκατέραν ἰάσασθαι· ἓν ἀμφοτέροις προσενεγκεῖν τοῖς παθή μασι φάρμακον, ἢ ἑκατέρῳ τὸ πρόσφορον; {ΕΡΑΝ.} Ἑκατέρῳ τὸ πρόσφορον. {ΟΡΘ.} Οὐκοῦν τὸν μὲν Ἄρειον πειρασόμεθα πεῖσαι μίαν τῆς ἁγίας τριάδος τὴν οὐσίαν ὁμολογεῖν, καὶ τούτου τὰς ἀποδείξεις προσ οίσομεν ἀπὸ τῆς θείας γραφῆς. {ΕΡΑΝ.} Οὕτω ποιητέον. {ΟΡΘ.} Τῷ δέ γε Σαβελλίῳ διαλεγόμενοι τοὐναντίον πράξομεν. 117 Περὶ μὲν γὰρ τῆς οὐσίας οὐδένα προσοίσομεν λόγον· μίαν γὰρ κἀκεῖ νος ὁμολογεῖ. {ΕΡΑΝ.} Σαφές. {ΟΡΘ.} Τὸ δέ γε νοσοῦν τῆς δόξης θεραπεῦσαι σπουδάσομεν. {ΕΡΑΝ.} Πάνυγε. {ΟΡΘ.} Ποίαν δὲ νοσεῖν αὐτὸν εἰρήκαμεν νόσον; {ΕΡΑΝ.} Περὶ τὰς ὑποστάσεις ἔφαμεν αὐτὸν χωλεύειν. {ΟΡΘ.} Οὐκοῦν ἐπειδὴ μίαν ἐκεῖνος εἶναι λέγει τῆς τριάδος ὑπό στασιν, ἐπιδείξομεν αὐτῷ τὴν θείαν γραφὴν τὰς τρεῖς ὑποστάσεις κη ρύττουσαν. {ΕΡΑΝ.} Τοῦτο μὲν οὕτω πρακτέον· τὸν δὲ προκείμενον καταλελοί παμεν λόγον. {ΟΡΘ.} Οὐδαμῶς. Αὐτοῦ γὰρ πέρι τὰς ἀποδείξεις συλλέγομεν, καὶ τοῦτο παραυτίκα μαθήσῃ. Εἰπὲ οὖν μοι, πάσας τὰς αἱρέσεις τὰς ἀπὸ Χριστοῦ καλουμένας ὁμολογεῖν ὑπείληφας καὶ