28
Ὁποῖον τὸ προκείμενον ποτήριον, οὗ τὸ πλήρωμα πῦρ καὶ θεῖον, καὶ πνεῦμα καταιγίδος· οὗ δὴ σύμβολα τὰ κατὰ Σοδόμων ἐπενεχθέντα. ∆ηλοῖ δὲ τὸ πῦρ τὴν διακαύσεως ἀπειλὴν, τὸ δὲ θεῖον τὴν διεγείρουσαν ἔτι μᾶλλον τὸ πῦρ ἀφορμὴν, τὸ δὲ πνεῦμα τῆς καταιγίδος, πειρασμοῦ συστροφήν. Εἴρηται γὰρ ἐν Ἡσαΐᾳ· Ὡς καταιγὶς δι' ἐρήμου διέλθοι ἐρχομένη ἐγγύς· φοβερὸν τὸ ὅραμα καὶ σκληρὸν ἀνηγγέλη μοι. Ἔστι δὲ καὶ τοῖς εὐσεβέσι ποτήριον τὸ μεθύσκον ὡς κράτιστον, περὶ οὗ τάχα κἀκεῖνο λέλεκται· Κύριος ἡ μερὶς τῆς κληρονομίας μου καὶ τοῦ ποτηρίου. Καὶ δι' ἔργων ἀγαθῶν τὸ μὲν φυγεῖν, τὸ δὲ αἱρήσασθαι. 23.140 Ὅτι δίκαιος Κύριος καὶ δικαιοσύνας ἠγάπησεν, εὐθύτητα εἶδε τὸ πρόσωπον αὐτοῦ. Ὡς γὰρ δίκαιος ἐπιβλέπει μὲν τὸν πένητα, παιδεύει δὲ τοὺς ἁμαρτωλούς· οὐσίᾳ δὲ δίκαιός ἐστιν, οὐ μετοχῇ. Πλὴν καὶ οὕτως ἔχων ἀγαπᾷ τὰς ἐν τοῖς πολλοῖς δικαίοις δικαιοσύνας, τὴν ἑκάστου πρόθεσιν ἀποδεχόμενος. Ἀλλὰ καὶ ἑκάστου κρίματός ἐστί τις δικαιοσύνη· πολλὰ δὲ τὰ κρίματα τοῦ Θεοῦ, περὶ ὧν γέγραπται· Τὰ κρίματα Κυρίου ἀληθινὰ δεδικαιωμένα ἐπὶ τὸ αὐτό. Πολλαὶ ἄρα καὶ αἱ δικαιοσύναι. Βλέπει δὲ καὶ εὐθύτητα, τὴν πρὸς τὸν ὀρθὸν λόγον γνώμην· χαίρει γὰρ ἐπὶ τοῖς ἔχουσι, κἂν ὀνειδιζομένους ὁρᾷ. Μήποτε δὲ ὡς πολλαὶ δικαιοσύναι ἐπὶ τοῖς κρίμασιν, οὕτως εὐθύτητες. ∆ιὰ δὲ τὸ ἀποδέχεσθαι τὴν εὐθύτητα, τὸ πρόσωπον αὐτοῦ ὁρᾷ. Ἐπιφαίνεται γὰρ παρὼν ὁ Θεὸς τοῖς ἔργοις τῆς προνοίας καὶ τοῖς ἀποτελέσμασι τῶν κριμάτων.
ΨΑΛΜΟΣ ΤΩ ∆ΑΥΙ∆ ΙΑʹ. Εἰς τὸ τέλος περὶ τῆς ὀγδόης.
Ἡ αὐτή ἐστι τῇ τοῦ ʹ ἐπιγραφή. Ἐλέγομεν δὲ, ὡς καὶ τὸν νόμον λύει Μωϋσέως, εἰ ἄγοι βρέφος ἐν Σαββάτῳ, ἡμέραν ὀγδόην τῆς περιτομῆς ἐν αὐτῇ γινομένης. Τὴν ὁμοίαν ἔχειν ἐλέγομεν δύναμιν καὶ τὴν Κυριακὴν, τὴν ἀναστάσιμον οὖσαν τοῦ Κυρίου, καὶ τυγχάνουσαν ἀπὸ τῆς πρώτης ὀγδόην, πρώτην δὲ κατὰ φύσιν ὑπάρχουσαν· καθαρτικὴ γάρ ἐστι πάσης ψυχῆς. Σῶσόν με, Κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος, ὅτι ὠλιγώθησαν αἱ ἀλήθειαι ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώπων. Μάταια ἐλάλησαν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ, χείλη δόλια ἐν καρδίᾳ καὶ ἐν καρδίᾳ ἐλάλησαν. ∆ιαβάλλει πᾶσαν τὴν καθ' ἑαυτὸν γενεάν· λέξει γὰρ καὶ προϊών· Σὺ, Κύριε, φυλάξεις ἡμᾶς καὶ διατηρήσεις ἡμᾶς ἀπὸ τῆς γενεᾶς ταύτης καὶ εἰς τὸν αἰῶνα. Τοιαύτη γὰρ ἡ προτέρα γενεὰ, περὶ ἧς ἔφη καὶ ὁ Σωτήρ· Ἄνδρες Νινευῗται ἀναστήσονται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης, καὶ κατακρινοῦσιν αὐτήν· καὶ βασίλισσα Νότου, καὶ τὰ ἑξῆς· καὶ πάλιν οὕτως· Ἔσται τῇ γενεᾷ τῇ πονηρᾷ ταύτῃ. Οὐκ ἀδίκως δὲ ταύτης κατηγορῶ, φησὶν ὁ Προφήτης· ἀλλ' ὅτι μηδεὶς ὅσιος ἐν αὐτῇ, μηδεὶς ἀληθής. Ἐπεὶ οὖν μηδένα μοι σωτηρίας αἴτιον εὑρίσκω, αὐτός μοι, Κύριε, τοῦτο γενοῦ. ∆ιελέγχει δὲ τῶν Ἰουδαίων τὴν ἀπιστίαν, περὶ ὧν φησι καὶ Μωϋσῆς· Υἱοὶ, οἷς οὐκ ἔστι πίστις ἐν αὐτοῖς. Ὅτι δὲ μάταια ἐλάλουν ἐπιβουλεύοντες τῷ Σωτῆρι καὶ δολίως αὐτῷ προσερχόμενοι, σαφῶς ἡ τῶν Εὐαγγελίων διδάσκει γραφή. Ἐξολοθρεύσαι Κύριος πάντα τὰ χείλη τὰ δόλια, γλῶσσαν μεγαλοῤῥήμονα. Τοὺς εἰπόντας· Τὴν γλῶσσαν ἡμῶν μεγαλυνοῦμεν, τὰ χείλη ἡμῶν παρ' ἡμῶν ἐστι· τίς ἡμῶν Κύριός ἐστι; Θεοῦ γὰρ ἦν, οὐκ ἀνθρώπου, τῆς ἐκείνων περιγενέ 23.141 σθαι κακίας, καὶ σβέσαι λόγους βλασφημοῦντας τὸν Ἰησοῦν. Ὁμοίως δὲ τῷ Φαραὼ φήσαντι· Οὐκ οἶδα τὸν Κύριον, καὶ αὐτοί φασι· Τίς ἡμῶν Κύριός ἐστι; νομίσαντες εἶναι κύριοι διὰ τῶν ἰδίων λόγων τὴν τοῦ Σωτῆρος σβέσαι διδασκαλίαν, ὡς ἂν ὄντες αὐτεξούσιοι. Ταῦτα δὲ ἦν τὰ Φαρισαίων καὶ Σαδδουκαίων χείλη, μεθ' ὑποκρίσεως προσιόντων τῷ Σωτῆρι, καὶ Ῥαββὶ καλούντων αὐτὸν, λάθρα δὲ κατ' αὐτοῦ τυρευόντων. Μεγαλοῤῥήμονες δὲ ἦσαν οἱ πρεσβύτεροι καὶ οἱ ἀρχιερεῖς τοῦ λαοῦ, τολμῶντες ἀνακρίνειν τὸν Σωτῆρα καὶ λέγειν