29
αὐτῷ· Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς, καὶ τίς σοι ἔδωκε τὴν ἐξουσίαν ταύτην; Ἕνεκε τῆς ταλαιπωρίας τῶν πτωχῶν καὶ τοῦ στεναγμοῦ τῶν πενήτων νῦν ἀναστήσομαι, λέγει Κύριος. Θήσομαι ἐν σωτηρίῳ, παῤῥησιάσομαι ἐν αὐτῷ. Ἢ καὶ οὕτως· Οἱ πτωχοὶ δι' ἐμὲ καὶ πένητες γεγονότες τῷ πνεύματι στένουσιν ἀεὶ ταπεινούμενοι προσέχοντές μου τῷ λόγῳ, καὶ πίστιν ἀκλινῆ διασώζοντες· ὧν ἕνεκεν ἀναστήσομαι, καὶ κατὰ τὸ πρέπον τῇ ἐμῇ ἀναστάσει σωτήριον στήσομαι πᾶσιν ἀνθρώποις· ἐφ' ᾧπερ ὡς μεγάλῳ παῤῥησιάσομαι κατορθώματι. Τὰ λόγια Κυρίου λόγια ἁγνὰ, ἀργύριον πεπυρωμένον, δοκίμιον τῇ γῇ, κεκαθαρισμένον ἑπταπλασίως. Ὁ δὲ ἄργυρος πολλάκις πυρούμενος ἀμιγὴς ἑτέρας ὕλης ἐστίν· οὕτω καθαρὰ ψεύδους τοῦ Κυρίου τὰ λόγια. Σὺ, Κύριε, φυλάξεις ἡμᾶς καὶ διατηρήσεις ἡμᾶς ἀπὸ τῆς γενεᾶς ταύτης καὶ εἰς τὸν αἰῶνα. Ἐπειδὰν φυλάξῃς τοὺς σοὺς πτωχοὺς, καὶ ἐπειδὰν ἡμᾶς περιτειχίσῃς ἅμα τῇ ἐρχομένῃ γενεᾷ, τῇ καλουμένῃ αἰωνίᾳ, οἱ παράνομοι τότε, ἐκτὸς γενόμενοι τῆς εἰς πάντας ἀνθρώπους χυθησομένης σου χάριτος, κύκλῳ περιπατήσουσι, θεωροὶ γενησόμενοι τῶν σωζομένων καὶ τοῦτο ἔσται ὅταν ὑψωθῶσιν οἱ εὐτελεῖς τῶν ἀνθρώπων. Κύκλῳ οἱ ἀσεβεῖς περιπατοῦσι, κατὰ τὸ ὕψος σου ἐπολυώρησας τοὺς υἱοὺς τῶν ἀνθρώπων, Ἐπειδὴ ὁ κύκλος τῇ εὐθείᾳ ἐναντίος ἐστὶ κατὰ τὴν σκολιότητα καὶ εὐθύτητα, οἱ δὲ ἀσεβεῖς κύκλῳ περιπατοῦσιν, οἱ εὐσεβεῖς ἄρα εὐθεῖαν περιπατοῦσιν. ΕΙΣ ΤΟ ΤΕΛΟΣ ΨΑΛΜΟΣ ΤΩ ∆ΑΥΙ∆ ΙΒʹ. ∆ιὰ τὸ τέλος τὸ παρὰ τῷ Θεῷ πάντα πρὸ τοῦ τέλους ἀνδρικῶς ἠγωνίζετο· τὸ δὲ τέλος ὁ τῶν πόνων ἐστὶ καρπὸς, ζωὴν αἰώνιον καὶ βασιλείαν οὐρανῶν προξενῶν. Εἰς μὲν οὖν τὸ τέλος ἀνέπεμψε τὴν ᾠδὴν τῷ Θεῷ· κατὰ δὲ τὴν ἀρχὴν, ὡς ἀγωνιζόμενος ἔτι, τὰς πρώτας προφέρει φωνάς· Ἕως πότε, Κύριε, ἐπιλήσῃ μου εἰς τέλος; ἕως πότε ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ; Λήθην δὲ Θεὸς ποιεῖται τῶν ἐπιλανθανομένων αὐτοῦ διὰ τῆς ἁμαρτίας· ἀποστρέφει καὶ τὸ πρόσωπον ἀπὸ τῶν αἰσχρόν τι πραττόντων, ἀναξίους εἶναι κρίνας τῆς ἐποπτείας αὐτοῦ· διόπερ ὑπὸ τοῦ συνειδότος νυττόμενος καὶ τὴν τοῦ Θεοῦ δεδιὼς κρίσιν ἐπάγει· 23.144 Ἕως τίνος θήσομαι βουλὰς ἐν ψυχῇ μου, ὀδύνας ἐν καρδίᾳ μου ἡμέρας καὶ νυκτός; Ἕως πότε ὑψωθήσεται ὁ ἐχθρός μου ἐπ' ἐμέ; Ἐπίβλεψον, εἰσάκουσόν μου, Κύριε ὁ Θεός μου. Φώτισον τοὺς ὀφθαλμούς μου, μήποτε ὑπνώσω εἰς θάνατον· μήποτε εἴποι ὁ ἐχθρός μου· Ἴσχυσα πρὸς αὐτόν. Ὑψοῦται δὲ κατὰ τοῦ ἁμαρτάνοντος ὁ ἐχθρὸς ταπεινουμένου τῇ ἁμαρτίᾳ· καὶ τοὐναντίον δικαιοπραγοῦντος. Ὡς μηδὲ βουλόμενος ἀμισθεὶ εἰσακουσθῆναι, προτάττει τὸ, ἐπίβλεψον, παρακαλῶν ἰδεῖν αὐτοῦ τὰ κατορθώματα. Ἢ καὶ ὡς τοῦ Θεοῦ μὴ εἰσακούοντος, εἰ μή τις δίκαιος ᾖ. Πρόσωπον δὲ Θεοῦ φωτὸς γέμει, δύναμις οὖσα πρὸς εὐεργεσίαν προνοουμένη· οὗ τις μετέχων φωτισθήσεται, καθάπερ ἡλιακῶν ἀπολαύων αὐγῶν. Ἀποστραφέντος δὲ, μηκέτι φωτιζομένη σκοτοῦται ψυχὴ, μηδὲν ἐνεργούντων τῶν ἔνδον ὀφθαλμῶν, οἵτινες διανοίας εἰσὶ λογισμοί. Ἐπιμενούσης δὲ τῇ ἁμαρτίᾳ, καὶ τοῦ σκότους ἐπὶ πλέον ἐπικρατοῦντος, τῷ καὶ μένειν ἀπεστραμμένον τὸ πρόσωπον τοῦ Θεοῦ, ἑξῆς οἱονεί πως γίνεται κακίας ἀθεράπευτα πλημμελούσης, καὶ μήτι γρηγοροῦσα λέγοιτ' ἂν εἰς θάνατον ἡμαρτηκέναι. ΕΙΣ ΤΟ ΤΕΛΟΣ ΨΑΛΜΟΣ ΤΩ ∆ΑΥΙ∆ ΙΓʹ. Ἐπεὶ ταῦτα προφητικῶς εἰρημένα ἐπὶ συντελείᾳ τῶν αἰώνων ἤμελλε γίνεσθαι, προγέγραπται τὸ, εἰς τὸ τέλος· ψαλμὸς δὲ οὐκ εἴρηται διὰ τὸ κατηγορεῖν πάντων ἀνθρώπων. Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἔστι Θεός. ∆ιεφθάρησαν καὶ