29
τὸν δεσπότην Χριστόν. {ΕΡΑΝ.} Ὀρθῶς λέγεις. {ΟΡΘ.} Ἀρείῳ δὲ καὶ Εὐνομίῳ περὶ τῆς τοῦ μονογενοῦς ἐνανθρωπή σεως διαλεγόμενοι, τί ἂν προσθεῖναι πείσαιμεν αὐτοὺς τῇ σφετέρᾳ ὁμολογίᾳ; {ΕΡΑΝ.} Τῆς ψυχῆς τὴν ἀνάληψιν· σῶμα γὰρ τὸν θεὸν λόγον μόνον ἀνειληφέναι φασίν. {ΟΡΘ.} Ἀπολιναρίῳ δὲ τί ἐλλείπει, ὥστε αὐτὸν ἀκριβοῦν τὸν περὶ τῆς ἐνανθρωπήσεως λόγον; {ΕΡΑΝ.} Τὸ μὴ διιστάναι τὸν νοῦν ἀπὸ τῆς ψυχῆς, ἀλλ' ὁμολογεῖν τὴν λογικὴν ψυχὴν μετὰ τοῦ σώματος ἀνειλῆφθαι. {ΟΡΘ.} Οὐκοῦν καὶ τούτῳ περὶ τούτου διαλεξόμεθα; {ΕΡΑΝ.} Πάνυγε. {ΟΡΘ.} Μαρκίωνα δὲ καὶ Βαλεντῖνον καὶ Μάνητα, καὶ ὅσοι γει τονεύουσι τούτοις, τί μὲν ὁμολογεῖν ἔφαμεν κατὰ τόδε τὸ μέρος, τί δὲ πάμπαν ἀρνεῖσθαι; 120 {ΕΡΑΝ.} Ὅτι πιστεύειν μὲν ἔφασαν εἰς τὴν θεότητα τοῦ Χριστοῦ· τὸν δὲ περὶ τῆς ἀνθρωπότητος οὐ προσίενται λόγον. {ΟΡΘ.} Τοιγάρτοι πεῖσαι τούτους σπουδάσομεν, στέρξαι καὶ τὸν περὶ τῆς ἀνθρωπότητος λόγον, καὶ μὴ φαντασίαν τὴν θείαν οἰκονο μίαν καλεῖν. {ΕΡΑΝ.} Οὕτω προσήκει ποιεῖν. {ΟΡΘ.} Ἐροῦμεν τοίνυν αὐτοῖς, ὡς οὐ χρὴ μόνον θεόν, ἀλλὰ καὶ ἄνθρωπον ἀποκαλεῖν τὸν Χριστόν. {ΕΡΑΝ.} Πάνυγε. {ΟΡΘ.} Καὶ πῶς οἷόν τε παραιτουμένους ἡμᾶς τὸ καὶ ἄνθρωπον ἀποκαλεῖν τὸν Χριστόν, ἄλλοις τοῦτο παρεγγυᾶν; οὐ γὰρ εἴξουσι παραινοῦσιν ἡμῖν, ἀλλὰ ταὐτὰ φρονοῦντας ἐλέγξουσι. {ΕΡΑΝ.} Καὶ πῶς ἡμεῖς τὰ αὐτὰ φρονοῦμεν ἐκείνοις καὶ σάρκα ὁμολογοῦντες καὶ ψυχὴν λογικὴν ἀνειληφέναι τὸν θεὸν λόγον; {ΟΡΘ.} Εἰ τοίνυν τὰ πράγματα ὁμολογοῦμεν, τί δήποτε φεύγομεν τὰ ὀνόματα; {ΕΡΑΝ.} Ἀπὸ τῶν τιμιωτέρων χρὴ τὸν σωτῆρα καλεῖν. {ΟΡΘ.} Φύλαξον τοιγαροῦν τοῦτον τὸν κανόνα, καὶ μὴ καλέσῃς ἐσταυρωμένον μηδὲ ἐκ νεκρῶν ἐγηγερμένον, καὶ ὅσα τούτοις ἐστὶ παραπλήσια. {ΕΡΑΝ.} Ἀλλὰ ταῦτα τῶν παθημάτων ἐστὶ τῶν σωτηρίων ὀνόματα· ἡ δὲ τῶν παθημάτων ἄρνησις, τῆς σωτηρίας ἀναίρεσις. {ΟΡΘ.} Τὸ δὲ ἄνθρωπος ὄνομα φύσεως ὄνομά ἐστιν· ἡ δὲ τούτου σιωπή, τῆς φύσεως ἄρνησις· ἡ δὲ τῆς φύσεως ἄρνησις, τῶν παθη μάτων ἀναίρεσις· ἡ δέ γε τούτων ἀναίρεσις φροῦδον τὴν σωτηρίαν ποιεῖ. {ΕΡΑΝ.} Τὸ μὲν εἰδέναι τὴν ληφθεῖσαν φύσιν προὔργου τίθεμαι· τὸ δέ γε ἄνθρωπον ἀποκαλεῖν τὸν σωτῆρα τῆς οἰκουμένης σμικρύνειν ἐστὶ τοῦ δεσπότου τὴν δόξαν. {ΟΡΘ.} Οὐκοῦν σοφώτερον σαυτὸν καὶ Πέτρου καὶ Παύλου καὶ αὐτοῦ γε τοῦ σωτῆρος ἡγῇ; Ὁ μὲν γὰρ κύριος πρὸς Ἰουδαίους ἔφη· 121 "Τί με ζητεῖτε ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα, ἣν ἤκουσα παρὰ τοῦ πατρός μου;" Καὶ πολλαχοῦ δὲ υἱὸν ἀνθρώπου ἑαυτὸν προσηγόρευσεν. Ὁ δὲ πανεύφημος Πέτρος πρὸς τὸν Ἰουδαϊ-κὸν διαλεγόμενος δῆμον οὕτως ἔφη· "Ἄνδρες Ἰσραηλῖται, ἀκούσατε τοὺς λόγους τούτους· Ἰησοῦν τὸν Ναζωραῖον, ἄνδρα ἀπὸ τοῦ θεοῦ ἀποδεδειγμένον εἰς ὑμᾶς." Καὶ ὁ μακάριος Παῦλος ἐπὶ τοῦ Ἀρειου πάγου τοῖς παρεστῶσι προσφέρων τὸ σωτήριον κήρυγμα πρὸς πολλοῖς ἄλλοις καὶ ταῦτα ἔφη· "Τοὺς μὲν οὖν χρόνους τῆς ἀγνοίας ὑπεριδὼν ὁ θεός, τὰ νῦν παραγγέλλει πᾶσι πανταχοῦ μετανοεῖν· καθότι ἔστησεν ἡμέραν, ἐν ᾗ μέλλει κρίνειν τὴν οἰκουμένην ἐν δικαι οσύνῃ, ἐν ἀνδρὶ ᾧ ὥρισε, πίστιν παρασχὼν πᾶσιν, ἀναστήσας αὐτὸν ἐκ νεκρῶν." Ὁ τοίνυν τὸ παρὰ τοῦ κυρίου καὶ τῶν ἀποστόλων τεθέν τε καὶ κηρυχθὲν ὄνομα παραιτούμενος, σοφώτερον ἑαυτὸν καὶ τῶν μεγάλων διδασκάλων ὑπείληφε, καὶ μέντοι καὶ αὐτῆς τῆς τῶν σοφωτάτων διδασκάλων πηγῆς. {ΕΡΑΝ.} Τοῖς ἀπίστοις ἐκεῖνοι τήνδε τὴν διδασκαλίαν προσήνεγ καν· νῦν δὲ τῆς οἰκουμένης τὸ πλεῖστον ἐπίστευσεν. {ΟΡΘ.} Μάλιστα μέν εἰσιν ἔτι καὶ Ἰουδαῖοι καὶ Ἕλληνες καὶ αἱρετικῶν μυρία συστήματα, καὶ χρὴ τούτων ἑκάστῳ κατάλληλον διδασκαλίαν προσφέρειν. Εἰ δὲ καὶ πάντες ἦμεν ὁμόφρονες, εἰπέ, τί λωβᾶται τὸ θεὸν καὶ ἄνθρωπον ὁμολογεῖν τὸν Χριστόν; Ἢ οὐ θεό τητα τελείαν ἐν αὐτῷ καὶ ἀνθρωπότητα ὡσαύτως ἀνελλιπῆ θεωροῦ μεν; {ΕΡΑΝ.} Ταῦτα πολλάκις ὡμολογήσαμεν. {ΟΡΘ.} Τί δήποτε τοίνυν ἀναιροῦμεν ἅπερ