30
ἐβδελύχθησαν ἐν ἐπιτηδεύμασιν· οὐκ ἔστι ποιῶν χρηστότητα. Τῶν δὲ ἀθέων οἱ μὲν μὴ εἶναι Θεὸν παντελῶς ἔδοξαν, ἀλλ' εἶναι διὰ κενὸν ὄνομα· οἱ δὲ μὴ ὄντας ἀνέπλασαν, τὸν ὄντα παρωσάμενοι· οἱ δὲ εἶναι μὲν ἔφασαν, μὴ προνοεῖν δὲ τῶν ἐπὶ γῆς. Οἱ δὴ πάντες εἰς ἀθεΐαν περιετράπησαν φρονοῦντες οὕτως· εἰ καὶ μὴ ἐτόλμων εἰπεῖν δι' ἃς ἔχουσι πάντες φυσικὰς ἐννοίας περὶ Θεοῦ· διὸ καρδίᾳ ἔλεγον, ἀλλ' οὐ στόματι· ἐν τούτῳ γὰρ καὶ πολλοὺς λέγειν ἐδόκουν θεούς. Ἠλέγχοντο δὲ ἀφ' ὧν ἔδρων· ἀπὸ γὰρ τοῦ καρποῦ τὸ δένδρον γινώσκεται. Μηδεμιᾶς γὰρ ἀσελγείας φειδόμενοι, παντὶ δὲ τρόπῳ τὸν βίον διαφθειρόμενοι, εἰ καὶ μυρίους ὡμολόγουν θεοὺς, δῆλοι ἦσαν οὐδὲν ὑγιὲς φρονοῦντες περὶ Θεοῦ. Ἄφρων οὖν ὄντως ὁ πρὸ τῆς τοῦ Σωτῆρος ἐπιδημίας βίος. Εἴπερ ἀρχὴ σοφίας φόβος Κυρίου, οὐκοῦν τῷ μὴ φοβεῖσθαι καὶ ἀθετεῖν ἀντίκειται ἡ σοφία. Πάντες ἐξέκλιναν ἅμα ἠχρειώθησαν· οὐκ ἔστι ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός. ∆οκεῖ δέ μοι τὰ προκείμενα καὶ αὐτοῦ τοῦ Ἰουδαίων ἔθνους λεληθυῖαν κατηγορίαν περιέχειν. Εἰ γὰρ, διακύψας 23.145 ἐκ τοῦ οὐρανοῦ Κύριος καὶ ἐπισκοπήσας τοὺς ἐπὶ γῆς πάντας εὗρεν ἐκκλίναντας καὶ ἀχρειωθέντας, ὡς μηδένα μηδαμῶς εὑρίσκεσθαι ἐν ἀνθρώποις, μηδὲ μέχρις ἑνὸς, τὸν μηδὲ ἠχρειωμένον, μηδὲ ἐκκλίναντα· ἀκόλουθόν ἐστι τοῖς πᾶσι συμπεριλαμβάνεσθαι, καὶ τὸ Ἰουδαίων ἔθνος, καὶ αὐτὸν τὸν καλούμενον Ἰσραήλ. Τὰ μέντοι προκείμενα λόγια σαφῶς ἀπεφήνατο, ὅτι πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, ὡς μηδὲ εἶναι ποιοῦντα χρηστότητα, μηδὲ ἕως ἑνός. Ἔδει γὰρ τὸ μέγεθος παραστῆναι τῆς ἐν τοῖς ἀνθρώποις ἐγγενομένης νόσου πρὸ τῆς τοῦ Σωτῆρος παρουσίας· ὡς ἂν ἡ ἄφιξις αὐτοῦ φανείη τοῖς πᾶσιν ἀναγκαία. Πάντες γὰρ ἥμαρτον καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ, δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι. Ταύτην δὲ καὶ ὁ Ἡσαΐας συμφώνως ἀποδίδωσι τὴν διάνοιαν ἐν οἷς φησι πρὸς τὴν Ἰουδαίων συναγωγὴν ἀποτεινόμενος· Ἰδοὺ ταῖς ἁμαρτίαις ὑμῶν ἐπράθητε, καὶ ταῖς ἀνομίαις ὑμῶν ἐξαπέστειλα τὴν μητέρα ὑμῶν, διότι ἦλθον, καὶ οὐκ ἦν ὁ ἄνθρωπος· ἐκάλεσα, καὶ οὐκ ἦν ὁ ὑπακούων. Τὸ γὰρ, διότι ἦλθον, ὅμοιον ἂν εἴη τῷ, Κύριος ἐξ οὐρανοῦ διέκυψεν ἐπὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων· τὸ δέ· Καὶ οὐκ ἦν ἄνθρωπος, καὶ οὐκ ἦν ὁ ὑπακούων, ὅμοιον τῷ· Πάντες ἐξέκλιναν καὶ ἠχρειώθησαν. Οὐχὶ γνώσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, οἱ ἐσθίοντες τὸν λαόν μου βρώσει ἄρτου; Καί μοι δοκεῖ προφητεύειν μεταβολὴν ἔσεσθαι τῶν ἐθνῶν ἐκ θηριώδους βίου, καὶ ἐξ ἀγνωσίας Θεοῦ, ἐπὶ ἥμερον καὶ θεοσεβῆ τρόπον· ὃ καὶ ἔστιν ὀφθαλμοῖς παραλαβόντα μαρτυρῆσαι ἀλήθειαν τῇ προφητείᾳ. Ἀναγνώσῃ τοίνυν τὰ προκείμενα ἐρωτηματικῶς, πυνθανομένου τοῦ λόγου καὶ φάσκοντος· Εἰ καὶ πάντες ἐξέκλιναν πρὸ τῆς τοῦ Χριστοῦ παρουσίας καὶ ἠχρειώθησαν· μὴ τοίνυν οὐχὶ γνώσονται ἐν τῷ μετὰ ταῦτα χρόνῳ πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν; προσυπακουόντων ἡμῶν· Τὸν Κύριον, καὶ κατὰ κοινοῦ πάλιν λαμβανόντων τὰ ἑξῆς. Καὶ αὐτοὶ γὰρ οἱ πάλαι τὸν λαὸν τοῦ Θεοῦ ὡσεὶ ἄρτον ἐσθίοντες, καὶ τὸν Κύριον μηδεπώποτε ἐπικαλεσάμενοι, μὴ οὐχὶ γνώσονται αὐτόν; Καὶ Ἡσαΐας δὲ συνᾴδει περὶ τῶν αὐτῶν θεσπίζων καὶ λέγων· Οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ ὄψονται· καὶ οἳ οὐκ ἀκηκόασι συνήσουσιν. Ἐκεῖ ἐδειλίασαν φόβῳ, οὗ οὐκ ἦν φόβος. Ὅτι ὁ Θεὸς ἐν γενεᾷ δικαίᾳ. Τίνες δὲ ἀλλ' ἢ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, καὶ οἱ πρότερον μὴ ἐπικαλούμενοι τὸν Κύριον; ἔσται γάρ ποτε καιρὸς, ὅτε ἐπιγνώσονται αὐτὸν, καθ' ὃν καὶ φόβον ἀναλήψονται τοῦ Θεοῦ καὶ δειλίαν ἀγαθήν. Ὅτι δὲ τὸν φόβον ἀναλαβεῖν Κυρίου ἀγαθόν ἐστι, δῆλον ἀπὸ τοῦ λέγεσθαι· Ἀρχὴ σοφίας φόβος Κυρίου. Οἱ δηλούμενοι τοίνυν φοβηθήσονται ἐκεῖ φόβῳ· τουτέστι τότε. Τίνα δὲ φοβηθή 23.148 σονται ἢ τὸν Κύριον; ἐκεῖ δὲ, ποῦ ἢ ἐν τῇ μελλούσῃ συστήσεσθαι γενεᾷ; διὸ ἐπιλέγει· Ὅτι ὁ Θεὸς ἐν γενεᾷ δικαίᾳ. Βουλὴν πτωχοῦ κατῃσχύνατε, ὁ δὲ Κύριος ἐλπὶς αὐτοῦ ἐστιν. Ὥσπερ ἐν