30
πολλάκις ὡμολογήσα μεν; {ΕΡΑΝ.} Τὸ ἄνθρωπον καλεῖν τὸν Χριστὸν ὑπείληφα περιττόν, μάλιστα πιστόν τινα πιστῷ προσδιαλεγόμενον. {ΟΡΘ.} Τὸν θεῖον ἀπόστολον πιστὸν εἶναι νομίζεις; {ΕΡΑΝ.} Πιστῶν μὲν οὖν ἁπάντων διδάσκαλον. {ΟΡΘ.} Τὸν δὲ Τιμόθεον τῆσδε τῆς προσηγορίας ὑπείληφας ἄξιον; {ΕΡΑΝ.} Ὡς ἐκείνου γε μαθητὴν καὶ τῶν ἄλλων διδάσκαλον. {ΟΡΘ.} Ἄκουσον τοίνυν τοῦ διδασκάλου τῶν διδασκάλων τῷ 122 τελειοτάτῳ γράφοντος μαθητῇ· "Εἷς θεός, εἷς καὶ μεσίτης θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Χριστὸς Ἰησοῦς, ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ἀντὶ πάντων·" καὶ παῦσαι μάτην ἀδολεσχῶν, καὶ νόμους ἡμῖν περὶ θείων ὀνομάτων τιθείς. Καὶ αὐτὸ δέ γε τοῦ μεσίτου τὸ ὄνομα θεότητος ἐνταῦθα καὶ ἀνθρωπότητος ὑπάρχει δηλωτικόν. Οὐ γὰρ μόνον ὑπάρ χων θεὸς ἐκλήθη μεσίτης· πῶς γὰρ ἂν ἐμεσίτευσεν ἡμῖν καὶ θεῷ μηδὲν ἔχων ἡμέτερον; Ἐπεὶ δὲ ὡς θεὸς συνῆπται τῷ πατρὶ τὴν αὐτὴν ἔχων οὐσίαν, ὡς δὲ ἄνθρωπος ἡμῖν, ἐξ ἡμῶν γὰρ ἔλαβε τὴν τοῦ δούλου μορφήν, εἰκότως μεσίτης ὠνόμασται, συνάπτων ἐν ἑαυτῷ τὰ διεστῶτα τῇ ἑνώσει τῶν φύσεων, θεότητος λέγω καὶ ἀνθρωπότητος. {ΕΡΑΝ.} Μωϋσῆς οὖν οὐκ ὠνομάσθη μεσίτης, ἄνθρωπος ὢν μόνον; {ΟΡΘ.} Τύπος ἦν ἐκεῖνος τῆς ἀληθείας· ὁ δὲ τύπος οὐκ ἔχει πάντα ὅσαπερ ἡ ἀλήθεια. Οὗ δὴ χάριν ἐκεῖνος οὐκ ἦν μὲν φύσει θεός, ὠνομάσθη δὲ ὅμως θεός, ἵνα πληρώσῃ τὸν τύπον. "Ἰδού, γάρ φησι, τέθεικά σε θεὸν τῷ Φαραῷ·" αὐτίκα τοίνυν ὡς θεῷ καὶ προφήτην ἀφώρισεν. "Ἀαρών, γάρ φησιν, ὁ ἀδελφός σου, ἔσται σοι προφήτης." Ἡ δὲ ἀλήθεια καὶ θεὸς φύσει καὶ ἄνθρωπος φύσει. {ΕΡΑΝ.} Καὶ τίς ἂν καλέσαι τύπον τὸν οὐκ ἐναργεῖς ἔχοντα τοῦ ἀρχετύπου τοὺς χαρακτῆρας; {ΟΡΘ.} Ὡς ἔοικε, τὰς βασιλικὰς εἰκόνας οὐ καλεῖς βασιλέως εἰκόνας; {ΕΡΑΝ.} Πάνυγε. {ΟΡΘ.} Καὶ μὴν οὐ πάντα ἔχουσιν, ὅσαπερ τὸ ἀρχέτυπον ἔχει. Πρῶτον μὲν γάρ εἰσιν ἄψυχοί τε καὶ ἄλογοι· εἶτα τῶν ἐντὸς μορίων ἐστέρηνται, καρδίας, φημί, καὶ κοιλίας καὶ ἥπατος καὶ τῶν ἄλλων ὁπόσα τούτοις συνέζευκται. Ἔπειτα τὸ μὲν τῶν αἰσθήσεων ἔχουσιν εἶδος, τὰς δὲ τούτων ἐνεργείας οὐκέτι. Οὔτε γὰρ ἐπαΐουσιν, οὔτε φθέγγονται, οὔτε ὁρῶσιν· οὐ γράφουσιν, οὐ βαδίζουσιν, οὐκ ἄλλο τι δρῶσι τῶν ἀνθρωπίνων· ἀλλ' ὅμως εἰκόνες καλοῦνται βασιλικαί. Οὕτω καὶ Μωϋσῆς μεσίτης καὶ ὁ Χριστὸς μεσίτης· ἀλλ' ὁ μέν, ὡς εἰκὼν καὶ τύπος· ὁ δέ, ὡς ἀλήθεια. Ἵνα δέ σοι καὶ ἑτέρωθεν αὐτὸ σαφέστερον ἐπιδείξω, ἀνάμνησόν με τῶν περὶ τοῦ Μελχισεδὲκ εἰρη μένων ἐν τῇ πρὸς Ἑβραίους ἐπιστολῇ. 123 {ΕΡΑΝ.} Ποίων; {ΟΡΘ.} Ἐκείνων, ἔνθα παρεξετάζων ὁ θεῖος ἀπόστολος τὴν λευϊτι κὴν ἱερωσύνην τῇ τοῦ Χριστοῦ, ἀπείκασε μὲν ἐν τοῖς ἄλλοις τὸν Μελχισεδὲκ τῷ δεσπότῃ Χριστῷ· τὴν δέ γε ἱερωσύνην ἔχειν ἔφη τὸν κύριον κατὰ τὴν τάξιν Μελχισεδέκ. {ΕΡΑΝ.} Οἶμαι οὕτω λέγειν τὸν θεῖον ἀπόστολον· "Οὗτος γὰρ ὁ Μελχισεδέκ, βασιλεὺς Σαλήμ, ἱερεὺς τοῦ θεοῦ τοῦ ὑψίστου, ὁ συναν τήσας Ἀβραὰμ ὑποστρέφοντι ἀπὸ τῆς κοπῆς τῶν βασιλέων, καὶ εὐλογήσας αὐτόν· ᾧ καὶ δεκάτην ἐμέρισεν ἀπὸ πάντων Ἀβραάμ· πρῶτον μὲν ἑρμηνευόμενος βασιλεὺς δικαιοσύνης, ἔπειτα δὲ καὶ βασιλεὺς Σαλήμ, ὅ ἐστι βασιλεὺς εἰρήνης, ἀπάτωρ, ἀμήτωρ, ἀγε νεαλόγητος· μήτε ἀρχὴν ἡμερῶν, μήτε ζωῆς τέλος ἔχων· ἀφωμοι ωμένος δὲ τῷ υἱῷ τοῦ θεοῦ μένει ἱερεὺς εἰς τὸ διηνεκές." Περὶ τούτων οἶμαί σε τῶν ῥητῶν εἰρηκέναι. {ΟΡΘ.} Περὶ τούτων ἔφην, καὶ ἐπαινῶ δέ γε ὅτι τὸ χωρίον οὐ διέκοψας, ἀλλ' ὅλον τέθεικας. Εἰπὲ τοίνυν, ἁρμόττει τούτων ἕκαστον τῷ Μελχισεδὲκ φύσει καὶ ἀληθείᾳ; {ΕΡΑΝ.} Καὶ τίς οὕτω θρασὺς ἀφαρμόσαι ἅπερ ἥρμοσεν ὁ θεῖος ἀπόστολος; {ΟΡΘ.} Λέγεις τοίνυν τῷ Μελχισεδὲκ ταῦτα κατὰ φύσιν ἁρμόττειν; {ΕΡΑΝ.} Λέγω. {ΟΡΘ.} Ἄνθρωπον αὐτὸν εἶναι λέγεις, ἤ τινα ἄλλην εἰληφέναι φύσιν; {ΕΡΑΝ.} Ἄνθρωπον. {ΟΡΘ.} Γεννητὸν ἢ ἀγέννητον; {ΕΡΑΝ.} Ἀτόπους ἄγαν ἐρωτήσεις προσφέρεις. {ΟΡΘ.} Σὺ τούτων αἴτιος προφανῶς τῇ ἀληθείᾳ μαχόμενος· ἀπό κριναι τοίνυν. {ΕΡΑΝ.} Εἷς ἐστι μόνος ἀγέννητος,