1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

31

ὁ θεὸς καὶ πατήρ. {ΟΡΘ.} Γεννητὸν οὖν ἄρα τὸν Μελχισεδὲκ εἶναί φαμεν; {ΕΡΑΝ.} Γεννητόν. {ΟΡΘ.} Ἀλλ' ὁ περὶ αὐτοῦ λόγος τἀναντία διδάσκει. Ἀναμνήσθητι γὰρ ὧν ἀρτίως ἀπεμνημόνευσας· "Ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλόγητος, μήτε ἀρχὴν ἡμερῶν, μήτε ζωῆς τέλος ἔχων." Πῶς τοίνυν αὐτῷ τὸ 124 ἀπάτωρ ἁρμόττει καὶ τὸ ἀμήτωρ; πῶς δὲ καὶ τὸ μήτε ἀρχὴν εἰλη φέναι τοῦ εἶναι, μήτε λήψεσθαι τέλος; Ὑπὲρ ἀνθρωπείαν γὰρ ταῦτά γε φύσιν. {ΕΡΑΝ.} Ὑπερβαίνει τῷ ὄντι ταῦτα τῆς φύσεως τῆς ἀνθρωπείας τὰ μέτρα. {ΟΡΘ.} Τί οὖν; ψευδῆ τὸν ἀπόστολον εἰρηκέναι φήσομεν; {ΕΡΑΝ.} Μὴ γένοιτο. {ΟΡΘ.} Πῶς οὖν οἷόν τε καὶ τῷ ἀποστόλῳ προσμαρτυρῆσαι ἀλή θειαν, καὶ τῷ Μελχισεδὲκ προσαρμόσαι τὰ ὑπὲρ φύσιν; {ΕΡΑΝ.} Ἄγαν ἀσαφὲς τὸ χωρίον, καὶ πολλῆς ὅτι μάλιστα δεό μενον ἀναπτύξεως. {ΟΡΘ.} Τοῖς προσέχειν ἐθέλουσιν ἐφικτὴ τῆς τῶν ῥητῶν διανοίας ἡ κατανόησις. Εἰρηκὼς γὰρ ὁ θεῖος ἀπόστολος, "Ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλόγητος, μήτε ἀρχὴν ἡμερῶν, μήτε ζωῆς τέλος ἔχων," ἐπή γαγεν, "Ἀφωμοιωμένος δὲ τῷ υἱῷ τοῦ θεοῦ μένει ἱερεὺς εἰς τὸ διηνεκές." Καὶ σαφῶς ἡμᾶς ἐδίδαξεν, ὡς τοῦ Μελχισεδὲκ ἐν τοῖς ὑπὲρ τὴν ἀνθρωπείαν φύσιν ἀρχέτυπόν ἐστιν ὁ δεσπότης Χριστός, ὁ δέ γε Μελχισεδὲκ εἰκών ἐστι καὶ τύπος τοῦ δεσπότου Χριστοῦ· τὸν γὰρ Μελχισεδὲκ εἶπεν ἀφωμοιωμένον τῷ υἱῷ τοῦ θεοῦ. Σκοπήσωμεν δὲ οὑτωσί· λέγεις ἐσχηκέναι τὸν κύριον κατὰ σάρκα πατέρα; {ΕΡΑΝ.} Οὐδαμῶς. {ΟΡΘ.} ∆ιατί; {ΕΡΑΝ.} Ἐκ μόνης γὰρ ἁγίας ἐγεννήθη παρθένου. {ΟΡΘ.} Οὐκοῦν εἰκότως ἀπάτωρ ὠνόμασται; {ΕΡΑΝ.} Ἀληθές. {ΟΡΘ.} Λέγεις αὐτὸν κατὰ τὴν θείαν φύσιν ἐσχηκέναι μητέρα; {ΕΡΑΝ.} Οὐ δῆτα. {ΟΡΘ.} Ἐκ μόνου γὰρ πρὸ τῶν αἰώνων ἐγεννήθη πατρός. {ΕΡΑΝ.} Συνωμολόγηται. {ΟΡΘ.} Τοιγάρτοι καὶ ἀγενεαλόγητος, ὡς ἄρρητον ἔχων τὴν ἐκ πατρὸς γέννησιν, προσηγόρευται. "Τὴν γενεὰν γὰρ αὐτοῦ, φησὶν ὁ προφήτης, τίς διηγήσεται;" 125 {ΕΡΑΝ.} Ἀληθῶς λέγεις. {ΟΡΘ.} Οὕτω αὐτῷ προσήκει τὸ μήτε ἀρχὴν ἡμερῶν, μήτε ζωῆς τέλος ἔχειν· ἄναρχος γὰρ καὶ ἀνώλεθρος, καὶ συντόμως εἰπεῖν, ἀΐδιος, καὶ τῷ πατρὶ συναΐδιος. {ΕΡΑΝ.} Ταῦτα μὲν οὕτω κἀμοὶ συνδοκεῖ. Χρὴ δὲ σκοπῆσαι λοιπόν, πῶς ἁρμόττει ταῦτα καὶ τῷ θαυμασίῳ Μελχισεδέκ. {ΟΡΘ.} Ὡς εἰκόνι καὶ τύπῳ· ἡ δὲ εἰκών, ὡς καὶ πρόσθεν εἰρήκαμεν, οὐ πάντα ἔχει ὅσα τὸ ἀρχέτυπον ἔχει. Τῷ μὲν οὖν σωτῆρι ταῦτα προσήκει φύσει καὶ ἀληθείᾳ· τῷ δέ γε Μελχισεδὲκ ἡ τῆς ἀρχαιογο νίας ἱστορία προσήρμοσε ταῦτα. ∆ιδάξασα γὰρ ἡμᾶς τοῦ πατριάρχου Ἀβραὰμ τὸν πατέρα, τοῦ δὲ Ἰσαὰκ καὶ τὸν πατέρα καὶ τὴν μητέρα, καὶ τοῦ Ἰακὼβ ὡσαύτως, καὶ τῶν τούτου παίδων, καὶ μέντοι καὶ τῶν πρόπαλαι γενομένων τὴν γενεαλογίαν ἐπιδείξασα, τοῦ Μελχισεδὲκ οὔτε τὸν πατέρα εἴρηκεν οὔτε τὴν μητέρα, οὔτε μὴν ἔκ τινος τῶν Νῶε παίδων κατάγειν τὸ γένος ἐδίδαξεν, ἵνα γένηται τοῦ ἀληθῶς ἀμήτορος καὶ ἀπάτορος τύπος. Οὕτω δὲ νοεῖν ἡμᾶς ἐδίδαξεν ὁ θεῖος ἀπόστολος· ἐν αὐτῷ γὰρ τῷ χωρίῳ καὶ ταῦτα προστέθεικεν· "Ὁ δὲ μὴ γενεαλογούμενος ἐξ αὐτῶν, τὸν Ἀβραὰμ ἀποδεδεκάτωκε, καὶ τὸν ἔχοντα τὰς ἐπαγγελίας ηὐλόγηκεν." {ΕΡΑΝ.} Καὶ ἐπειδὴ τῶν γεγεννηκότων αὐτὸν οὐκ ἐμνημόνευσεν ἡ θεία γραφή, ἀπάτωρ δύναται καὶ ἀμήτωρ καλεῖσθαι; {ΟΡΘ.} Εἰ ἀληθῶς ἀπάτωρ ἦν καὶ ἀμήτωρ, οὐκ ἂν ἦν εἰκών, ἀλλ' ἀλήθεια. Ἐπειδὴ δὲ οὐ φύσει ταῦτ' ἔχει, ἀλλὰ κατὰ τὴν τῆς θείας γραφῆς οἰκονομίαν, δείκνυσι τῆς ἀληθείας τὸν τύπον. {ΕΡΑΝ.} Χρὴ τὴν εἰκόνα ἔχειν ἐναργεῖς τοῦ ἀρχετύπου τοὺς χαρακτῆρας. {ΟΡΘ.} Ὁ ἄνθρωπος εἰκὼν καλεῖται θεοῦ; {ΕΡΑΝ.} Οὐκ ἔστιν εἰκὼν θεοῦ, ἀλλὰ κατ' εἰκόνα θεοῦ ἐγένετο. {ΟΡΘ.} Ἄκουσον οὖν τοῦ ἀποστόλου λέγοντος· "Ἀνὴρ μὲν γὰρ οὐκ ὀφείλει κατακαλύπτεσθαι τὴν κεφαλήν, εἰκὼν καὶ δόξα θεοῦ ὑπάρ χων." {ΕΡΑΝ.} Ἔστω εἰκὼν θεοῦ. {ΟΡΘ.} Ἐχρῆν τοίνυν, κατὰ τὸν σὸν λόγον, σώζειν αὐτὸν ἐναργεῖς 126 τοῦ ἀρχετύπου τοὺς χαρακτῆρας, καὶ μήτε κτιστὸν εἶναι, μήτε σύν θετον, μήτε