32
Θεοῦ· καὶ, Ὡς ἀγαπητὰ τὰ σκηνώματά σου, Κύριε τῶν δυνάμεων! τὸ δὲ τούτου σπάνιον ἐμφαίνει τὸ, τίς, ὡς τὸ, Τίς ἔγνω τὸν νοῦν Κυρίου; καὶ τὸ, Τίς ἀναγγελεῖ ὑμῖν τὸν τόπον τὸν αἰώνιον; καὶ τὸ, Τίς ἄρα φρόνιμος καὶ πιστὸς οἰκονόμος; Μήποτε δὲ καὶ, τὸν Θεὸν ἐρωτήσας, ἔτυχε ἀποκρίσεως; Κύριε, τίς παροικήσει ἐν τῷ σκηνώματί σου; ἢ τίς κατασκηνώσει ἐν ὄρει ἁγίῳ σου; Τάχα δὲ καὶ ὁ μεθιστάμενος εἰς οὐρανὸν, ὡς ἀπὸ ξένης ἥκων διατριβῆς, παροικεῖ· Θεοῦ γὰρ σκήνωμα ὁ οὐρανός. Ὅρα δὲ μήπως ὁ ἐπιμένων τῇ πολιτείᾳ τοῦ νόμου, εἰς Χριστὸν ὄντος παιδαγωγοῦ, παροικεῖ ἐν τῷ σκηνώματι τοῦ Κυρίου, περὶ τὴν σκηνὴν τοῦ μαρτυρίου τευτάζων· ὁ δὲ φθάσας ἐπὶ Χριστὸν καὶ τὴν εὐαγγελικὴν διδασκαλίαν κατασκηνοῖ ἐν ὄρει ἁγίῳ τοῦ Θεοῦ, περὶ οὗ προφητεύεται· Ἐμφανές ἐστι τὸ ὄρος τοῦ Κυρίου. Καὶ σκόπει πάλιν, μὴ Θεοῦ μὲν ὄρος ἅγιον ὁ τοῦ Θεοῦ Λόγος· σκήνωμα δὲ αὐτοῦ, ὃν ἀνέλαβεν ἄνθρωπον· καὶ δεῖ πρότερον ἐπιγνῶναι κατὰ σάρκα Χριστόν· εἶτα κατασκηνοῦν ἐν ὄρει ἁγίῳ Θεοῦ, θεασάμενον τὴν δόξαν αὐτοῦ, δόξαν ὡς Μονογενοῦς παρὰ Πατρός· καὶ λέγειν· Εἰ γὰρ ἐγνώκαμεν κατὰ σάρκα Χριστὸν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν. Πρὸς τὸν τοιοῦτον γὰρ εἴρηται· Ἐπ' ὄρος ὑψηλὸν ἀνάβηθι ὁ εὐαγγελιζόμενος τὴν Σιών. Ἄλλως ὄρος τοῦ Θεοῦ τὸ ὑπὸ μόνων ἁγίων ψυχῶν καὶ τελείων ἐν δικαιοσύνῃ κατοικηθησόμενον· ὁ οὐρανὸς αὐτὸς, καὶ ἡ ὑπὸ τοῦ Σωτῆρος εὐαγγελισθεῖσα βασιλεία τῶν οὐρανῶν. Αὕτη ἐστὶν Ἱερουσαλὴμ ἡ ἐπουράνιος· αὕτη ἐστὶ τὸ Σιὼν ὅρος, καὶ ἡ πόλις τοῦ Θεοῦ τοῦ ζῶντος, κατὰ 23.152 τὸν ἱερὸν Ἀπόστολον, ὅς φησι· Προσεληλύθατε Σιὼν ὄρει, καὶ πόλει Θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ. Τὴν δὲ σκηνὴν νοήσεις τὴν ἄνω ἐπὶ τοῦ ὄρους ἱδρυμένην ἀπὸ τοῦ φάσκοντος λόγου· Χριστὸς δὲ παραγενόμενος ἀρχιερεὺς τῶν μελλόντων ἀγαθῶν διὰ τῆς μείζονος καὶ τελειοτέρας σκηνῆς, οὐ χειροποιήτου, τουτέστιν, οὐ ταύτης τῆς κτίσεως. Τούτων τοιγαροῦν καὶ ὁ ∆αυῒδ εἰς ἔννοιαν ἐλθὼν, ἀναφωνεῖ λέγων· Κύριε, τίς παροικήσει ἐν τῷ σκηνώματί σου; Ἀληθῶς γὰρ σπάνιος καὶ δυσεύρετος, καὶ εἷς που ἀπὸ μυρίων, ὁ τῆς ἀναβάσεως ἐκείνης καὶ τῆς ἐν οὐρανοῖς παροικήσεως ἄξιος. Τὸ μὲν οὖν δηλωθὲν σκήνωμα, τὸ ἐν οὐρανοῖς, οἰκητήριον αὐτοῦ γένοιτ' ἂν τοῦ Θεοῦ· ἄνθρωπος δὲ, ὥσπερ ἀπὸ αἰχμαλωσίας τῆς κατὰ γῆν διατριβῆς μέλλων μεθίστασθαι ἐπὶ τὴν οὐράνιον κατασκήνωσιν, ὥσπερ τις ξένος καὶ πάροικος ἔσται ἐκεῖ, ἅτε δὴ ἑτέρωθεν μετανάστης γεγονὼς, καὶ ἐξ ἑτέρας ὡρμημένος χώρας· διὸ λέλεκται· Τίς παροικήσει ἐν τῷ σκηνώματί σου; Μακάριος δὲ ὁ ἐν αὐτῷ γενόμενος τῷ ὄρει, καὶ ἱδρυθεὶς ἐν αὐτῷ, τοῦ λόγου διδάσκοντος παράμονον ἔσεσθαι καὶ διαιωνίζουσαν τοῖς ἀξίοις τὴν αὐτὴν μονήν. Πορευόμενος ἄμωμος, καὶ ἐργαζόμενος δικαιοσύνην. Οὐ γὰρ μία πρᾶξις τελειοῖ τὸν σπουδαῖον, ἀλλὰ παντὶ προσῆκε τῷ βίῳ ταῖς κατ' ἀρετὴν ἐνεργείαις συμπαρατείνεσθαι, ἵνα ἄμωμοι καὶ ἀνέγκλητοι κατ' αὐτὴν γενώμεθα τὴν ὁδόν. Εἴη δ' ἂν αὕτη ἡ σωτήριος γνῶσις, ἣν αὐτὸς παριστὰς ἔλεγεν· Ἐγώ εἰμι ἡ ὁδός. ∆εῖ γὰρ πρὸς τῷ πρώτῳ κατορθώματι, καὶ τῆς δι' ἔργων καὶ πράξεων τῶν ἐν δικαιοσύνῃ πρόνοιαν ποιεῖσθαι. Λαλῶν ἀλήθειαν ἐν καρδίᾳ αὐτοῦ· ὃς οὐκ ἐδόλωσεν ἐν γλώσσῃ αὐτοῦ. Οὐ δεῖ τοίνυν κατεπαίρεσθαί τινα τῶν ἀτελεστέρων μετὰ τὸ κατορθῶσαι τὰ εἰρημένα· ἵνα μὴ, οἷόν τι ναυάγιον παθὼν, ἀπολέσῃ τὰ ἑαυτοῦ καλά. Ἐξουδένωται ἐνώπιον αὐτοῦ πονηρευόμενος, τοὺς δὲ φοβουμένους τὸν Κύριον δοξάζει. Ὁ ὀμνύων τῷ πλησίον αὐτοῦ καὶ οὐκ ἀθετῶν. Ἐνταῦθα ἐπὶ ἑνὶ πράγματί φησιν εὐλόγως ποτὲ δεῖν ὀμνύναι, καὶ ὀμνύοντα μὴ παραβαίνειν τοὺς ὅρκους. Ἐπὶ ποίῳ δὲ τούτῳ, ἢ ἐπὶ τῷ ἑταιρίαν γνησίαν καὶ φιλίαν σπένδεσθαι; Ἔστι δὲ ὅρκος τοῦ τηλικούτου ἀνδρὸς ἀκατάγνωστος λόγος, ἐφ' ᾧ βεβαιοῦται τὸ, Ναὶ ναὶ, καὶ τὸ, Οὒ οὔ. Τὸ ἀργύριον αὐτοῦ οὐκ ἔδωκεν ἐπὶ τόκῳ, καὶ δῶρα ἐπ' ἀθώοις οὐκ ἔλαβεν. Ἐπειδὴ συμβαίνει ποτὲ μετὰ πάντα τὰ κατηριθμημένα