1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

32

περιγεγράφθαι. Ἔδει παραπλησίως αὐτὸν ἐκ μὴ ὄντων δημιουργεῖν· ἔδει λόγῳ καὶ δίχα πόνου πάντα τεκταίνειν· καὶ πρὸς τούτοις, μὴ νοσεῖν, μὴ ἀθυμεῖν, μὴ θυμοῦσθαι, μὴ ἁμαρτάνειν, ἀλλ' ἀθάνατον εἶναι καὶ ἄφθαρτον, καὶ πάντα ἔχειν, ὅσα τὸ ἀρχέτυπον ἔχει. {ΕΡΑΝ.} Οὐ κατὰ πάντα ἐστὶν ὁ ἄνθρωπος εἰκὼν θεοῦ. {ΟΡΘ.} Ἀληθὲς πλὴν ἐν οἷσπερ ἂν αὐτὸν δῷς εἶναι εἰκόνα, παμπόλλῳ τινὶ μέτρῳ τῆς ἀληθείας ἀποδέοντα πάντως εὑρήσεις. {ΕΡΑΝ.} Ὡμολόγηται. {ΟΡΘ.} Σκόπησον δὲ καὶ τόδε· τὸν υἱὸν ὁ θεῖος ἀπόστολος εἰκόνα προσηγόρευσε τοῦ πατρός· ἔφη γάρ· "Ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου." {ΕΡΑΝ.} Τί οὖν; οὐ πάντα ἔχει ὁ υἱὸς ὅσαπερ ὁ πατήρ; {ΟΡΘ.} Πατὴρ οὐκ ἔστιν, οὔτε ἀγέννητος οὔτε ἀναίτιος. {ΕΡΑΝ.} Εἰ ταῦτα εἶχεν, οὐκ ἂν ἦν υἱός. {ΟΡΘ.} Ἀληθὴς ἄρα ὁ λόγος ὃν εἴρηκα ἐγώ, ὡς ἡ εἰκὼν οὐ πάντα ἔχει ὅσα τὸ ἀρχέτυπον ἔχει; {ΕΡΑΝ.} Ἀληθές. {ΟΡΘ.} Οὕτω τοίνυν καὶ τὸν Μελχισεδὲκ εἶπεν ὁ θεῖος ἀπόστολος ἀφωμοιῶσθαι τῷ υἱῷ τοῦ θεοῦ. {ΕΡΑΝ.} ∆ῶμεν τὸ ἀπάτωρ, καὶ ἀμήτωρ, καὶ ἀγενεαλόγητος, οὕτως εἶναι ὡς εἴρηκας· τὸ μήτε ἀρχὴν ἡμερῶν, μήτε ζωῆς τέλος ἔχων, πῶς νοήσομεν; {ΟΡΘ.} Τὴν παλαιὰν γενεαλογίαν συγγράφων ὁ θεσπέσιος Μωϋσῆς ἐδίδαξεν ἡμᾶς, ὡς Ἀδὰμ ἐτῶν τοσῶνδε γενόμενος ἐγέννησε τὸν Σήθ, καὶ ἐπιζήσας ἔτη τοσάδε τοῦ βίου τὸ τέρμα κατέλαβεν. Οὕτω καὶ περὶ τοῦ Σὴθ καὶ τοῦ Ἐνὼς καὶ τῶν ἄλλων εἴρηκε. Τοῦ μέντοι Μελχισεδὲκ καὶ τὴν ἀρχὴν τῆς γενέσεως καὶ τῆς ζωῆς τὸ τέλος ἐσίγησεν. Οὐκοῦν, κατὰ τὴν ἱστορίαν, οὔτε ἀρχὴν ἡμερῶν, οὔτε ζωῆς τέλος ἔχει· κατὰ δὲ τὴν ἀλήθειαν, ὁ μονογενὴς τοῦ θεοῦ υἱός, οὔτε ἤρξατο τοῦ εἶναι, οὔτε λήψεται τέλος. {ΕΡΑΝ.} Ὡμολόγηται. 127 {ΟΡΘ.} Κατὰ μὲν οὖν τὰ θεοπρεπῆ ταῦτα καὶ ὄντως θεῖα, τύπος ὁ Μελχισεδὲκ τοῦ δεσπότου Χριστοῦ· κατὰ δέ γε τὴν ἀρχιερωσύνην, ἥτις ἀνθρώποις μᾶλλον ἢ θεῷ προσήκει, ὁ δεσπότης Χριστὸς ἀρχιε ρεὺς γέγονε κατὰ τὴν τάξιν Μελχισεδέκ. Καὶ γὰρ ἐκεῖνος ἐθνῶν ὑπῆρχεν ἀρχιερεύς· καὶ ὁ δεσπότης Χριστὸς ὑπὲρ ἁπάντων ἀνθρώπων τὴν παναγίαν καὶ σωτήριον θυσίαν προσήνεγκεν. {ΕΡΑΝ.} Πολλοὺς περὶ τούτου κατηναλώσαμεν λόγους. {ΟΡΘ.} Ἐδεῖτο καὶ πλειόνων, ὡς οἶσθα· δυσνόητον γὰρ ἔφησθα τὸ χωρίον. {ΕΡΑΝ.} Ἐπὶ τὸν προκείμενον ἐπανέλθωμεν λόγον. {ΟΡΘ.} Τί δὲ ἦν ἡμῖν τὸ ζητούμενον; {ΕΡΑΝ.} Ἐμοῦ λέγοντος, μὴ χρῆναι καλεῖν ἄνθρωπον τὸν Χριστόν, ἀλλὰ μόνον θεόν, πολλάς γε ἄλλας αὐτὸς μαρτυρίας παρήγαγες, καὶ δὴ καὶ τὴν ἀποστολικὴν ῥῆσιν ἐκείνην, ἣν Τιμοθέῳ γράφων τέθεικεν· "Εἷς θεός, εἷς καὶ μεσίτης θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Χριστὸς Ἰησοῦς, ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ἀντὶ πάντων." {ΟΡΘ.} Ἀνεμνήσθην πόθεν εἰς τήνδε τὴν παρέκβασιν ἐξεκλίναμεν. Ἐμοῦ γὰρ εἰρηκότος ὡς καὶ αὐτὸ τὸ τοῦ μεσίτου ὄνομα τοῦ σωτῆρος ἡμῶν τὰς δύο φύσεις παραδηλοῖ, αὐτὸς ἔφησθα καὶ Μωϋσέα κεκλῆσ θαι μεσίτην, ἄνθρωπος δὲ μόνον ἐκεῖνος ἐτύγχανεν ὤν, οὐ θεὸς καὶ ἄνθρωπος. Τούτου δὴ χάριν ἠναγκάσθην ταῦτα διεξελθεῖν, ἵνα δείξω τὸν τύπον οὐ πάντα ἔχοντα ὅσα τὸ ἀρχέτυπον ἔχει. Εἰπὲ τοίνυν, εἰ συνομολογεῖς χρῆναι καὶ ἄνθρωπον ὀνομάζεσθαι τὸν σωτῆρα Χρι στόν. {ΕΡΑΝ.} Ἐγὼ θεὸν αὐτὸν καλῶ· θεοῦ γάρ ἐστιν υἱός. {ΟΡΘ.} Εἰ θεὸν αὐτὸν καλεῖς, ἐπειδὴ θεοῦ αὐτὸν ἐδιδάχθης υἱόν, κάλει καὶ ἄνθρωπον· υἱὸν γὰρ ἀνθρώπου πολλάκις ἑαυτὸν προσηγό ρευσεν. {ΕΡΑΝ.} Οὐχ ἁρμόττει αὐτῷ τὸ ἄνθρωπος ὄνομα, ὡς τὸ θεὸς ὄνομα. {ΟΡΘ.} Ὡς οὐκ ὂν ἀληθές, ἢ δι' ἑτέραν αἰτίαν; {ΕΡΑΝ.} Τὸ θεὸς ὄνομα τῆς φύσεως ὄνομα· τὸ δὲ ἄνθρωπος τῆς οἰκονομίας πρόσρημα. 128 {ΟΡΘ.} Τὴν δὲ οἰκονομίαν ἀληθῆ φαμεν, ἢ φαντασιώδη τινὰ καὶ ψευδῆ; {ΕΡΑΝ.} Ἀληθῆ. {ΟΡΘ.} Εἰ τοίνυν ἀληθὴς τῆς οἰκονομίας ἡ χάρις, τὴν ἐνανθρώπησιν δὲ τοῦ θεοῦ λόγου καλοῦμεν οἰκονομίαν, ἀληθὲς ἄρα καὶ τὸ ἄνθρωπος ὄνομα· φύσιν γὰρ ἀνθρωπείαν ἀναλαβὼν ἐχρημάτισεν ἄνθρωπος. {ΕΡΑΝ.} Πρὸ τοῦ πάθους ἐκαλεῖτο ἄνθρωπος· μετὰ δὲ τὸ πάθος οὐκ ἔτι. {ΟΡΘ.} Καὶ μὴν μετὰ τὸ