34
ἀγαθῶν ἡ φορὰ διὰ τῆς σῆς ὑπάρχει μοι χάριτος. Ἀμφότερα δὲ τῆς εὐσεβείας ἔχεται. Καὶ ἡμεῖς γὰρ παρὰ τοῦ Θεοῦ τῶν ἀγαθῶν ἀπολαύομεν, καὶ αὐτὸς τῆς ἡμετέρας δικαιοπραγίας οὐ χρῄζει· χάριν μέντοι τῆς ἡμετέρας ὠφελείας ταύτην νομοθετεῖ. Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσε πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς. -Ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ, καὶ μέλη ἐκ μέλους. ∆ύναται, ἰδιοποιούμενος τὰ πάθη τῆς Ἐκκλησίας αὐτοῦ, τὰ προκείμενα ἐξ αὐτῆς λέγειν· Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσε πάντα τὰ θελήματα αὑτοῦ ἐν αὐτοῖς. Ἐπληθύνθησαν αἱ ἀσθένειαι αὐτῶν. Ἕτεροι δὲ γῆν αὐτοῦ τὴν Ἐκκλησίαν φασίν· ὅθεν καὶ θαυμάσια γίνονται τὰ τοῦ Θεοῦ θελήματα, Θελήματα δὲ Θεοῦ αἱ κατ' εἶδος ἀρεταὶ παρισταμένου τούτου· ἐκ τοῦ· Εὗρον ∆αυῒδ τὸν τοῦ Ἰεσσαὶ, ἄνδρα κατὰ τὴν καρδίαν μου, ὃς ποιήσει πάντα τὰ θελήματά μου, τὰ οὕτως ἡρμηνευμένα θελήματα Θεοῦ. Θαυμαστοῖ δὲ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ, πλέον τι ἐχόντων τῶν κατὰ Θεὸν σοφῶν τῶν ἄλλων ἀνθρώπων ἐν τῷ κατὰ ἀρετὴν ἐνεργεῖν. Οὐ γὰρ ἀνδρεία ἡ αὐτὴ τῶν μαρτύρων τῆς ἀληθείας, προφητῶν τε καὶ ἀποστόλων, τῇ τῶν ἄλλως ἀνδριζομένων; ἀλλ' οὐδὲ, ἡ σωφροσύνη τῶν τηρούντων ἣν ἔσχεν Ἰωσὴφ καὶ Σουσάννα, τῇ τῶν ἄλλων σωφροσύνῃ. Οὕτω δὲ καὶ ἐπὶ τῶν λοιπῶν ἀρετῶν, θαυμαστοῦντος Θεοῦ τὰς τῶν ἁγίων ἀρετὰς ὡς ἀσυγκρίτως ὑπερέχειν αὐτοὺς τῶν κατὰ ἀνθρώπους γενομένων σπουδαίων. Οὕτω θαυμασίων τῶν θελημάτων τοῦ Θεοῦ ἐν τοῖς ἁγίοις ὄντων, πληθύνονται αὐτῶν, τῶν ἁγίων λέγω, αἱ ἀσθένειαι, ὁρώντων ὡς πολὺ ἀπολείπονται τῆς Θεοῦ ἰσχύος καὶ τοῦ μεγέθους αὐτοῦ. Ὅμως, εἰ καὶ πληθύνονται αἱ προλεχθεῖσαι αὐτῶν ἀσθένειαι, οὐκ ἐμβραδύνουσιν, οὐ παραμένουσιν αὐτοῖς, παραχρῆμα ἀπερχόμεναι. Μέχρι γὰρ τοῦ ἐννοῆσαι αὐτὰς, ἔσχον αὐτὰς ταχυνούσας ἐν τῷ μηκέτ' εἶναι· διὰ τὸ ἰσχύειν ἐν τῷ ἐνδυναμοῦσθαι αὐτοὺς ὑπὸ Χριστοῦ πρώτων, ἐν τῷ Θεῷ ποιήσομεν δύναμιν. Οἶμαι δὲ διὰ τούτων δηλοῦσθαι τῶν ἁπάντων τῶν πάλαι εἰδωλολατρῶν τὴν προτέραν κατάστασιν· ἐν ᾗ, 23.157 ἄθεοι ὄντες καὶ εἰδωλολάτραι, οὐκ ἐπὶ μίαν ἐξώκειλαν πλάνην. Πλῆθος γὰρ ἦν αὐτῶν τῆς πολυθεΐας καὶ εἰδωλολατρείας καὶ ἀσθενείας. Ἀλλ' ἐπειδὴ ἐξ αὐτῶν ἐκείνων μεταβαλόντες διὰ τῆς σωτηρίου χάριτος γεγόνασιν ἅγιοι τοῦ Θεοῦ, διὰ τοῦτο λέλεκται· Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσε πάντα τὰ θελήματά μου ἐν αὐτοῖς· καὶ ἐπεὶ συνῆπται τό· Ἐπληθύνθησαν εἴδωλα αὐτῶν, ἢ τὰ διαπονήματα αὐτῶν, ἢ ἀσθένειαι αὐτῶν. Ταῦτα γὰρ πάντα προσῆν τοῖς ὕστερον ἁγίοις πρὸ τῆς ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ κρείττω μεταβολῆς. Ἀλλὰ μετὰ ταῦτα ἐτάχυναν, οὐκ ἀμελήσαντες, οὐδὲ βραδύναντες, ἀλλὰ διὰ τάχους τὴν μετάνοιαν ἐνδειξάμενοι μετὰ τὴν εἰς αὐτοὺς γενομένην χάριν, δι' ἧς ἐθαυμαστώθη πάντα τοῦ Σωτῆρος θελήματα ἐν αὐτοῖς. Ὅθεν συγχώρησιν προτέρων ἁμαρτημάτων διδοὺς αὐτοῖς φησιν· Οὐ μὴ συναγάγω τὰς συναγωγὰς αὐτῶν ἐξ αἱμάτων· ἢ κατὰ τὸν Ἀκύλαν· Οὐ μὴ σπείσω σπονδὰς αὐτῶν ἐξ αἱμάτων. Πάλαι μὲν γὰρ, φησὶ, σπονδὰς ἐποίουν ἐξ αἱμάτων, Ἰουδαῖοι μὲν κατὰ νόμον τῷ Θεῷ θυσίας προσφέροντες, Ἕλληνες δὲ, ὅτε τοῖς δαίμοσιν ἐλάτρευον. Ἐγὼ δὲ καινὰς αὐτοῖς θυσίας παραδοὺς, οὐκέτι δέξομαι σπονδὰς αὐτῶν ἐξ αἱμάτων· οὐδὲ ταύτας σπείσω ἅτε ἀρχιερεὺς ἐκ τῶν χειρῶν αὐτῶν ἀποδεξάμενος καὶ σπένδων· καινὰ δὲ μυστήρια παραδοὺς αὐτοῖς καὶ καινὰς θυσίας τὰς ἀναίμους καὶ ἀκάπνους, καὶ λογικὰς, ταύταις χρῆσθαι διδάξω αὐτούς· ἀλλ' οὐδὲ μνημονεύσω διὰ τῶν χειλέων μου τῶν παλαιῶν αὐτῶν ὀνομάτων. Πάλαι μὲν γὰρ ἐπαξίως τῶν πράξεων ἐπήγοντο προσηγορίας οἱ ἀπὸ τῶν ἐθνῶν, βέβηλοι καὶ ἀκάθαρτοι, καὶ εἰδωλολάτραι, πολύθεοί τε καὶ ἄθεοι ὀνομαζόμενοι· νῦν δὲ ἐκείνων μὲν οὐκέτι μνησθήσομαι τῶν ὀνομάτων, ἕτερα δὲ αὐτοῖς ἀντ' ἐκείνων δωρήσομαι· εὐσεβεῖς αὐτοὺς καὶ θεοσεβεῖς, καὶ ἁγίους, κλητούς τε καὶ ἐκλεκτοὺς, καὶ Χριστιανοὺς ὀνομάζων.