35
Κύριος μερὶς τῆς κληρονομίας μου καὶ τοῦ ποτηρίου μου, σὺ εἶ ὁ ἀποκαθιστῶν τὴν κληρονομίαν μου ἐμοί. Ἀναμνησθῆναι προσήκει τῶν ἐν τῷ δευτέρῳ εἰρημένων ψαλμῷ. Καὶ γὰρ ἐκεῖ ἀνθρωπίνως πάλιν πρὸς αὐτὸν ἔλεγεν ὁ Πατήρ· Αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς. Καὶ ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις αὐτὸς πρὸς τὸν ἑαυτοῦ ἔφη Πατέρα περὶ τῶν ἱερῶν ἀποστόλων· Πάτερ, οὓς ἔδωκάς μοι σοὶ ἦσαν, καὶ ἐμοὶ αὐτοὺς δέδωκας καὶ οὐδεὶς ἐξ αὐτῶν ἀπώλετο εἰ μὴ ὁ υἱὸς τῆς ἀπωλείας. Ἀλλ' ὥσπερ ἐνταῦθα ἀνθρωπίνως διαλέγεται λαβεῖν παρακαλῶν, οὕτως ἑτέρωθι δείκνυσι, ὡς αὐτός ἐστι τῶν ἁπάντων δεσπότης· Τὰ πρόβατα γὰρ τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούει· κἀγὼ γινώσκω αὐτὰ, καὶ ἀκολουθοῦσί μοι· κἀγὼ ζωὴν αἰώνιον δίδωμι αὐτοῖς· καὶ πάλιν· Καὶ ἄλλα δὲ πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνά με δεῖ ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσι, καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν. Ἐν τῷ παρόντι μέντοι 23.160 ψαλμῷ, ἀνθρωπίνως λέγει· Κύριος μερὶς τῆς κληρονομίας μου καὶ τοῦ ποτηρίου· κληρονομίαν καλῶν τὴν τῶν ἐθνῶν βασιλείαν· ποτήριον δὲ ὃν ὑπὲρ ἡμῶν ὑπέμεινε θάνατον. Οὕτω γὰρ καὶ ἐν τοῖς ἱεροῖς ἔλεγεν Εὐαγγελίοις· Πάτερ, εἰ δυνατὸν, παρελθέτω τὸ ποτήριον τοῦτο ἀπ' ἐμοῦ· ὡσεὶ σαφέστερον ἔλεγε· Καὶ τῆς ἐμῆς Ἐκκλησίας, ἥτις ἐστὶν ἡ κληρονομία μου, μερίς ἐστιν ὁ Κύριος· ὁ αὐτὸς δὲ καὶ τοῦ ποτηρίου μου, τουτέστι τοῦ θανάτου, μερὶς γεγενημένος ὁ αὐτός. Σὺ εἶ ὁ ἀποκαθιστῶν τὴν κληρονομίαν μου ἐμοί. Πάλαι μὲν γὰρ, φησὶν, ἄλλη τις ἦν κληρονομία μου, καὶ ἄλλα σχοινίσματά μου. Ὅτε γὰρ διεμέριζεν ὁ Ὕψιστος ἔθνη, ἐγενήθη μερὶς Κυρίου λαὸς αὐτοῦ Ἰακὼβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ. Ἀλλὰ τότε μὲν μερὶς καὶ κληρονομία, καὶ σχοίνισμα ὁ πρότερος ἦν λαός· οὗ διαπεσόντος καὶ ἀποβλήτου γενομένου διὰ τὰς ἀσεβείας αὐτῶν, ἑτέρα μερὶς καὶ ἄλλα σχοινία, καὶ ἕτεροι κλῆροι ἀντὶ τῶν προτέρων ἐκείνων ἐδόθησάν μοι ἐν τοῖς κρατίστοις. Αὕτη γὰρ, φησὶν, ἡ δευτέρα κρατίστη καὶ ἀρέσκουσά μοί ἐστιν. Προωρώμην τὸν Κύριον ἐνώπιόν μου διὰ παντός· ὅτι ἐκ δεξιῶν μου ἐστὶν, ἵνα μὴ σαλευθῶ. Ὁ ἅγιος, ἀεὶ λογιζόμενος ἐν ὀφθαλμοῖς αὐτοῦ εἶναι τὸν Κύριον, οὐ σαλεύεται· ἀλλὰ βέβαιος ἕστηκεν ὁ Κύριος ἐκ δεξιῶν τοῦ δικαίου. Περὶ δὲ τοῦ Ἰούδα, Ὁδιάβολος στήτω, φησὶν, ἐκ δεξιῶν αὐτοῦ. ΠΡΟΣΕΥΧΗ ΤΩ ∆ΑΥΙ∆ Ιʹ. Εἰσάκουσον, Κύριε, δικαιοσύνης μου, πρόσχες τῇ δεήσει μου. Ἐνώτισαι τὴν προσευχήν μου οὐκ ἐν χείλεσι δολίοις. Ἱκετεύει διὰ τῆς προσευχῆς τὸν Θεὸν ἀκροατὴν γενέσθαι, οὐ τῆς φωνῆς, οὐδὲ τῶν ῥημάτων αὐτοῦ, ἀλλ' αὐτῆς τῆς ἐν αὐτῷ ἀρετῆς, ὥσπερ βοώσης διὰ τῶν πράξεων τῆς δικαιοσύνης καὶ δυσωπούσης τὴν θείαν ἀκοήν. Οὐκ ἂν γάρ τις, ἑαυτῷ φαῦλα συνειδὼς, ῥᾳδίως ἂν τοιαύτην ἀφῆκε φωνήν. Τὸ δὲ, Πρόσχες τῇ δεήσει μου, εἴποι ἂν ἐκεῖνος ὁ βεβασανισμένος καὶ πρεπούσας Θεῷ ἐν τῇ προσευχῇ ἀναπέμπων δεήσεις, ὁ μὴ ἐπὶ μικροῖς καὶ τοῖς τυχοῦσιν αἰτήμασι, μηδ' ἐπὶ θνητοῖς καὶ ἀνθρωπίνοις παρακαλῶν τὸν Θεόν. Τοῦτο γοῦν καὶ ὁ Σωτὴρ ἐδίδασκε λέγων· Αἰτεῖτε τὰ μεγάλα, καὶ τὰ μικρὰ προστεθήσεται ὑμῖν. Καὶ τρίτον δὲ ἱκετεύει, καὶ αὐτὰ τὰ ῥήματα τῆς προσευχῆς ἐνωτίσασθαι, κρῖναί τε, ὡς εἰπεῖν, καὶ αὐτὴν τὴν φωνὴν, ὅτι μὴ ἐν χείλεσι δολίοις προφέρεται. Πολλάκις γὰρ σεμνὰ φθεγγόμεθα, καὶ λόγοις χρώμεθα τοῖς ἀπὸ τῶν θείων Γραφῶν, οὐ κεκαθαρμένοις τοῖς χείλεσιν. Ἤδη δέ τινες, ἀδιαφόρως λοιδορίαις κατά τινων χρησάμενοι, ἢ διαβολαῖς, ἢ ψευδολογίαις, ἢ ἀπάταις, ἢ ἐπιορκίαις, ἢ αἰσχροῤῥημοσύναις, ἢ ἄλλοις τισὶν ἀτόποις φωναῖς, ἀθρόως μεταβάλλοντες ἐν τῇ προσευχῇ τὸν Θεὸν ἐπικαλοῦνται. Μόνος δὲ ὁ ἅγιος καὶ τὴν γλῶτταν αὐτοῦ καὶ τὰ χείλη, καὶ τὴν φωνὴν αὐτὴν, καὶ τὰ κοινὰ ῥήματα καθαίρει·